
Τράπεζα Ἰδεῶν
Θησαύρισμα ἰδεῶν καί ἀναφορῶν γιά τήν Ὀρθοδοξία καί τόν Ἑλληνισμό
info@tideon.org
Τίποτα δὲν εἶναι μεγαλύτερο ἀπὸ τὴν καθαρὴ καρδιά, γιατί μία τέτοια καρδιὰ γίνεται θρόνος τοῦ Θεοῦ. Καὶ τί εἶναι ἐνδοξότερο ἀπὸ τὸ θρόνο τοῦ Θεοῦ; Ἀσφαλῶς τίποτα. Λέει ὁ Θεὸς γι’ αὐτοὺς ποὺ ἔχουν καθαρὴ καρδιά: «Θὰ κατοικήσω ἀνάμεσά τους καὶ θὰ πορεύομαι μαζί τους. Θὰ εἶμαι Θεός τους, κι αὐτοὶ θὰ εἶναι λαός μου». (Β’ Κόρ. 6, 16).
Ποιοὶ λοιπὸν εἶναι εὐτυχέστεροι ἀπ’ αὐτοὺς τοὺς ἀνθρώπους; Καὶ ἀπὸ ποιὸ ἀγαθὸ μπορεῖ νὰ μείνουν στερημένοι; Δὲν βρίσκονται ὅλα τ’ ἀγαθὰ καὶ τὰ χαρίσματα τοῦ Ἁγίου Πνεύματος στὶς μακάριες ψυχές τους; Τί περισσότερο χρειάζονται; Τίποτα, στ’ ἀλήθεια, τίποτα! Γιατί ἔχουν στὴν καρδιά τους τὸ μεγαλύτερο ἀγαθό: τὸν ἴδιο τὸ Θεό!
Πόσο πλανιοῦνται οἱ ἄνθρωποι ποὺ ἀναζητοῦν τὴν εὐτυχία μακριὰ ἀπὸ τὸν ἑαυτό τους, στὶς ξένες χῶρες καὶ στὰ ταξίδια, στὸν πλοῦτο καὶ στὴ δόξα, στὶς μεγάλες περιουσίες καὶ στὶς ἀπολαύσεις, στὶς ἡδονὲς καὶ σ’ ὅλες τὶς χλιδὲς καὶ ματαιότητες, ποὺ κατάληξή τους ἔχουν τὴν πίκρα! Ἡ ἀνέγερση τοῦ πύργου τῆς εὐτυχίας ἔξω ἀπὸ τὴν καρδιά μας, μοιάζει μὲ οἰκοδόμηση κτιρίου σὲ ἔδαφος ποὺ σαλεύεται ἀπὸ συνεχεῖς σεισμούς. Σύντομα ἕνα τέτοιο οἰκοδόμημα θὰ σωριαστεῖ στὴ γῆ...
Ἀδελφοί μου! Ἡ εὐτυχία βρίσκεται μέσα στὸν ἴδιο σας τὸν ἑαυτό, καὶ μακάριος εἶναι ὁ ἄνθρωπος ποὺ τὸ κατάλαβε αὐτό. Ἐξετᾶστε τὴν καρδιά σας καὶ δεῖτε τὴν πνευματική της κατάσταση. Μήπως ἔχασε τὴν παρρησία της πρὸς τὸ Θεό; Μήπως ἡ συνείδηση διαμαρτύρεται γιὰ παράβαση τῶν ἐντολῶν Του; Μήπως σᾶς κατηγορεῖ γιὰ ἀδικίες, γιὰ ψέματα, γιὰ παραμέληση τῶν καθηκόντων πρὸς τὸ Θεὸ καὶ τὸν πλησίον; Ἐρευνῆστε μήπως κακίες καὶ πάθη γέμισαν τὴν καρδιά σας, μήπως γλίστρησε αὐτὴ σὲ δρόμους στραβοὺς καὶ δύσβατους...
Δυστυχῶς, ἐκεῖνος ποὺ παραμέλησε τὴν καρδιά του, στερήθηκε ὅλα τ’ ἀγαθὰ κι ἔπεσε σὲ πλῆθος κακῶν. Ἔδιωξε τὴ χαρὰ καὶ γέμισε μὲ πίκρα, θλίψη καὶ στενοχώρια. Ἔδιωξε τὴν εἰρήνη καὶ ἀπόκτησε ἄγχος, ταραχὴ καὶ τρόμο. Ἔδιωξε τὴν ἀγάπη καὶ δέχτηκε τὸ μίσος. Ἔδιωξε, τέλος, ὅλα τὰ χαρίσματα καὶ τοὺς καρποὺς τοῦ Ἁγίου Πνεύματος, ποὺ δέχτηκε μὲ τὸ βάπτισμα, καὶ οἰκειώθηκε ὅλες τὶς κακίες ἐκεῖνες, ποὺ κάνουν τὸν ἄνθρωπο ἐλεεινὸ καὶ τρισάθλιο.
Ἀδελφοί μου! Ὁ Πολυέλεος Θεὸς θέλει τὴν εὐτυχία ὅλων μας καὶ σ’ αὐτὴ καὶ στὴν ἄλλη ζωή. Γί’ αὐτὸ ἵδρυσε τὴν ἁγία Του Ἐκκλησία. Γιὰ νὰ μᾶς καθαρίζει αὐτὴ ἀπὸ τὴν ἁμαρτία, νὰ μᾶς ἁγιάζει, νὰ μᾶς συμφιλιώνει μαζί Του, νὰ μᾶς χαρίζει τὶς εὐλογίες τοῦ οὐρανοῦ.
Ἡ Ἐκκλησία ἔχει ἀνοιχτὴ τὴν ἀγκαλιά της, γιὰ νὰ μᾶς ὑποδεχθεῖ. Ἂς τρέξουμε γρήγορα ὅσοι ἔχουμε βαριά τη συνείδηση. Ἂς τρέξουμε καὶ ἡ Ἐκκλησία εἶναι ἕτοιμη νὰ σηκώσει τὸ βαρὺ φορτίο μας, νὰ μᾶς χαρίσει τὴν παρρησία πρὸς τὸ Θεό, νὰ γεμίσει τὴν καρδιά μας μὲ εὐτυχία καὶ μακαριότητα...
Πηγή: (Ἀπὸ τὴ σειρὰ τῶν φυλλαδίων «Η ΦΩΝΗ ΤΩΝ ΠΑΤΕΡΩΝ» τῆς Ἱερᾶς Μονῆς Παρακλήτου Ὠρωποῦ Ἀττικῆς.), Ορθόδοξοι Πατέρες
Ἔστι μέν οὖν ἐκ τοῦ προχείρου καί ταῦτα σαφῆ τε καί βέβαια. Ἀλλά δέον καί τόν σκοπόν τῶν εἰρημένων καί τό βάθος τῆς γνώσεως τῶν ἀποστολικῶν ῥημάτων καί νοημάτων εἰπεῖν, ἵνα μάθῃς ἐντεῦθεν ὅτι πάντες οἱ εἰς Χριστόν πεπιστευκότες, μοναχοί τε καί λαϊκοί, προεγνωσμένοι καί προωρισμένοι εἰσί καί σύμμορφοι γίνονται τῆς εἰκόνος τοῦ Υἱοῦ τοῦ Θεοῦ· οὐ μόνον δέ, ἀλλά καί πάντες οὗτοι, (121) ὡς προωρισμένοι, καί κεκλημένοι εἰσίν· ὡς κεκλημένοι δέ, καί δεδικαιωμένοι· ὡς δεδικαιωμένοι, καί δεδοξασμένοι ὑπάρχουσιν. Οἱ γάρ μετά τό βαπτισθῆναι καί πιστεῦσαι εἰς τόν Χριστόν τόν Υἱόν τοῦ Θεοῦ καί γενέσθαι σύμμορφοι τῆς εἰκόνος τοῦ Υἱοῦ τοῦ Θεοῦ μή τηροῦντες ἑαυτούς εἰς τοῦτο ἀπόλλυνται· οἱ δέ μένοντες ἅπαντες σῴζονται. Ἀλλ᾿ ἐντεῦθεν τῆς ὑποθέσεως ἄρξομαι, ἄρξομαι δέ ἄνωθεν καί ὅθεν ἄμεινον ἄρξασθαι.
"Ὅτε" φησί "διεμέριζεν ὁ Ὕψιστος ἔθνη, οὕς διέσπειρεν υἱούς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατά ἀριθμόν ἀγγέλων Θεοῦ· καί ἐγεννήθη μερίς Κυρίου καί λαός αὐτοῦ καί σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ". Ὅ δέ λέγει τοιοῦτόν ἐστι. Διαμερίσας ὁ Θεός τά ἔθνη ἅπαντα, ποῖα δή ταῦτα; Τούς Υἱούς αὐτούς τοῦ Ἀδάμ. Εἰ οὖν υἱοί Ἀδάμ εἰσιν ἅπαντες, πῶς αὐτούς ἔθνη καλεῖ; Ἐπειδή, ὥσπερ ὁ Ἀδάμ πρό τοῦ παραβῆναι την ἐντολήν τοῦ Θεοῦ ἀθάνατος, ἄφθαρτος καί ἀγγέλων συμπολίτης καί συνόμιλος ἦν, τόν παράδεισον κατοικῶν, ἀφ᾿ οὗ δέ παρέβη τήν ἐντολήν αὐτοῦ τοῦ Θεοῦ, τῶν μέν ἀγαθῶν τούτων ἁπάντων ἐξέπεσε καί φθαρτός καί θνητός γεγονώς τοῦ παραδείσου ἐκβέβληται, οὕτω δή καί πάντες οἱ ἐξ αὐτοῦ γεννηθέντες. Ἐπειδή γάρ ἐπληθύνθησαν καί εἰς ἀγνωσίαν Θεοῦ ἐμπεσόντες ὁμοίως τῷ εἰπόντι· "Ἐπί τῶν νεφελῶν τοῦ οὐρανοῦ θήσω τόν θρόνον μου καί ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ " καί αὐτοί κακῶς λογισάμενοι πύργον οἰκοδομεῖν ἤρξαντο καί ἀνελθεῖν εἰς οὐρανούς ἐπεχείρουν, τούτου χάριν ἀντί κατάρας καί τιμωρίας συνέχεεν αὐτῶν τάς γλώσσας, τήν ἐπί κακῷ ὁμόνοιαν αὐτῶν διακόψας· οἱονεί δέ μέλη ἀπό τοῦ σώματος τοῦ Ἀδάμ ἐκκόψας καί ἐξ αὐτοῦ και ἀπ᾿ ἀλλήλων διαχωρίσας καί διασπείρας, ἑνί ἑκάστῳ μέλει ξένην διάλεκτον δέδωκεν, ἵνα μηκέτι δύνωνται (122) συναφθῆναι. Τούτου γάρ ἕνεκεν οὐκ ἀνθρώπους αὐτούς ἀλλ᾿ ἔθνη ἐκάλεσε.
Διαμερίσας δέ αὐτούς εἰς πᾶσαν τήν γῆν, ἐφ᾿ ἑκάστῃ μερίδι ἄγγελον δέδωκε φύλακα. Καί ὅρα μοι ἀκριβῶς πῶς ἀπ᾿ ἀρχῆς κόσμου καί τῶν αἰώνων τά πάντα προεγνωσμένα καί προωρισμένα εἰσί τῷ Θεῷ. Ἐπεί γάρ προώρισε τήν ἐκ παλιγγενεσίας αὐτῶν ἀνάπλασιν ὁ Θεός, ὡς ἐκ σώματος ἑνός τοῦ Ἀδάμ μερίδα μίαν <ἔλαβε> τήν πλευράν, οἱνοεί καί τήν μερίδα ἥν ἔλαβεν ἐξ αὐτοῦ, καί ἀνεπλήρωσε μέν ἀντ᾿ αὐτῆς σάρκα, τήν δέ πλευράν ἀνῳκοδόμησεν εἰς γυναῖκα, οὕτως ὡς ἐκ τοῦ ἀδαμιαίου μέν ταύτην δανεισάμενος σώματος, ἑτέραν δέ ἀντ᾿ αὐτῆς αὐτῷ χαρισάμενος, τό ὅπερ ἐδανείσατο μερίς αὐτοῦ ἦν καί οὐχ ὡς τοῦ ἀδαμιαίου σώματος ἐλογίζετο, ἀλλά μερίς Κυρίου εὑρίσκετο, ἐκτός τοῦ σώματος ὄν τοῦ Ἀδάμ, εἰ καί ἐξ αὐτοῦ ἐλήφθη καί συγγενές ὑπῆρχεν αὐτοῦ. Διά δή τοῦτο οὐδέ ἄγγελος φύλαξ τῆς μερίδος ἀποκατέστη, ἀλλά παιδαγωγός ὥσπερ υἱοῦ, ἤ καί δημαγωγός ὥσπερ λαοῦ καί στρατοῦ, ἐδόθη αὐτοῖς ὁ ἀρχιστράτηγος Μιχαήλ· Θεός δέ φύλαξ αὐτῶν καί σκεπαστής ἦν, διό καί Ἰσραήλ τοῦτον ἐκάλεσε νοῦν ὁρῶντα Θεόν. Ἐντεῦθεν καί ὁ Χριστός ἐκ τῆς θυγατρός Ἀδάμ καί Δαβίδ γεννηθῆναι λέγεται διά γάρ τοῦτο καί ἡ μερίς αὕτη, ἡ ἐκ τοῦ σώματός φημι τοῦ Ἀδάμ, ὑπό τοῦ ἀποστόλου Ματθαίου γενεαλογεῖται καί οὐχ ὅλον τό σῶμα, ὡς ἀπορραγέν δηλονότι τό ὅλον ἀπό τῆς μερίδος, καθά δή καί τῆς θεϊκῆς δόξης ὅλος ἐξέπεσεν ὁ Ἀδάμ.
Τίνα τρόπον καί διά τι; Ἵνα, καθώς ἐκ τοῦ ὅλου σώματος τοῦ Ἀδάμ ἡ μερίς ληφθεῖσα ᾠκοδομήθη εἰς γυναῖκα, οὕτω πάλιν ἐκ τῆς γυναικός ἡ αὐτή ληφθεῖσα μερίς ἀνοικοδομηθῇ εἰς ἄνδρα καί γένηται νέος Ἀδάμ, ὁ Κύριος (123) ἡμῶν Ἰησοῦ ὁ Χριστός, ἥν κατ᾿ ἐκλογήν Παῦλος ὁ θεῖος ἐκάλεσε· καί καθάπερ ἐκ τοῦ λήμματος, ἤγουν τῆς μερίδος, αὐτῆς δηλονότι τῆς γυναικός, ἡ ἀφορμή τῆς κατάρας ἐπί τό ὅλον σῶμα, ἤγουν τό γένος, διέβη, οὕτω πάλιν διά τοῦ αὐτοῦ λήμματος, ἤγουν τοῦ δεσποτικοῦ σώματος, ἐπί τήν ἀνθρωπότητα πᾶσαν ἡ εὐλογία διαδοθῇ. Διά γάρ τοῦτο καί ἐν τῷ ᾅδῃ κατῆλθεν, ἵνα καί ἐπί τούς ἁγίους τούς πρό τῆς παρουσίας αὐτοῦ ἡ σωτηρία καί ἐπιφάνεια αὐτοῦ γενομένη συνάψῃ πάντας τούς ἀπ᾿ αἰῶνος κεκοιμημένους κατά τῶν ἕως τῆς συντελείας μελλόντων γενέσθαι ἁγίων· οὕτω καί ἐν μνημείῳ ἐτέθη, ἵνα καί τά προκεκοιμημένα σώματα διά τῆς νεκρότητος τοῦ σώματος αὐτοῦ ζωῆς συμμέτοχα καί ἀναστάσεως αἰωνίου ποιήσῃ. Τοιγαροῦν καί κλῆρον γεγονότα Θεοῦ τόν Ἰσραήλ καί μερίδα αὐτοῦ χρηματίσαντα, ἀμπελῶνα τοῦτον εἰκότως ἐκάλεσε καί φραγμόν αὐτῷ περιέθηκεν, οἷον ἄλλῳ τινί νέῳ παραδείσῳ ἀφ᾿ οὗ πάλιν ὁ Ἀδάμ ἐξεβλήθη, ἤγουν τό γένος τοῦ σώματος αὐτοῦ, φημί δή τά ἔθνη. Καί ὁ μέν ἄγγελος ἦν ἀντί τῆς φλογίνης ῥομφαίας φυλάσσων τήν ἄμπελον ταύτην τοῦ μή εἰσελθεῖν ἐν αὐτῇ τά ἔθνη, ὁ δέ γεωργός ἦν αὐτῆς ὁ Θεός.
Καθάπερ οὖν ἡ Εὔα πρώτη, αὐτή ἡ μερίς τοῦ ὅλου ἀδαμιαίου σώματος, τῷ ὄφει ὡμίλησε καί πρώτη τά ὑπό τοῦ Θεοῦ ἐνταλθέντα αὕτη αὐτῷ ἀπεκάλυψε καί πρώτη τά ὑπό τοῦ ὄφεως ἐνσπαρέντα ἐδέξατο καί τήν ἐντολήν παρέβη ἀπό τοῦ ξύλου φαγοῦσα, τοῦ Ἀδάμ μή παρόντος, ὕστερον δέ καί διάκονος αὕτη τούτῳ ἐγένετο, δοῦσα καί αὐτῷ ἀπό τοῦ ξύλου φαγεῖν, οὕτω μετά ταῦτα καί ἐν τῷ Ἰσραήλ γέγονεν. Ἀθετήσας γάρ και αὐτός, ὥσπερ ἐκείνη, τήν πίστιν καί τήν ἀγάπην τοῦ ἐκλεξαμένου αὐτόν Θεοῦ (124) παρά πάντα τά ἔθνη, τῆς πρός αὐτόν λατρείας ἀποστάς, εἰδώλοις θυσίαν καί σπονδάς προσῆξεν· ἤσθιέ τε καί ἔπινεν ἐν αὐτοῖς. Τοῦτο οὖν προειδώς ὁ Θεός, ἅτε Θεός ὤν καί τά πάντα εἰδώς, πάλιν ἐκ τούτων αὐτῶν τήν μερίδα, τόν κλῆρον, αὐτό τό λῆμμα, τό τῆς πλευρᾶς φημι τοῦ Ἀδάμ, ἐκ τῆς τοῦ Ἰούδα φυλῆς λαβών ἑαυτῷ συνετήρησεν. Ἐπεί δέ εἰς ἀπιστίαν ἅπαντες οἱ λοιποί συνεκλείσθησαν, ἐκ μέν τούτων τό λῆμμα λαβών ὅ ᾠκοδόμησεν εἰς γυναῖκα, ἤγουν Μαρίαν τήν ὑπεράμωμον, ἐξ αὐτῆς δέ τῆς ἁγίας θεοτόκου καί ἀειπαρθένου Μαρίας τήν προσληφθεῖσαν σάρκα σπέρμα τῆς εἰς Θεόν πίστεως ἐν ἑαυτῷ ἔχων, ἀνῳκοδόμησεν εἰς ναόν ἑαυτῷ ἅγιον ὁ ὑπεράγιος Θεός, ἀνήρ θεάνθρωπος γεγονώς. Ἀλλά γάρ ἐπεί καί αὐτή ἡ προσληφθεῖσα σάρξ ἐξ αὐτῆς τῆς ἁγνῆς Θεοτόκου οὐκ ἐκ τῆς γυναικός ἦν ἀλλ᾿ ἐκ τοῦ Ἀδάμ εἰς γυναῖκα οἰκοδομηθεῖσα, τόν Ἀδάμ φορέσαι λέγεται ὁ Χριστός καί δεύτερος Ἀδάμ ἐκ τοῦ πρώτου γεγονέναι καί καλεῖσθαι γέγραπται, υἱός ὤν τοῦ Θεοῦ καί υἱός οὐ τῆς γυναικός ἀλλά τοῦ Ἀδάμ. Τοῦτο δέ ποῦ γέγραπται; Ἐν τῷ κατά Λουκᾶν εὐαγγελίῳ φησί· καί, εἰ δοκεῖ, ἐρεύνησον καί εὑρήσεις γενεαλογούμενον αὐτόν οὕτως. Εἰπών γάρ περί αὐτοῦ ὅτι ἐνομίζετο υἱός Ἰωσήφ, ἐπάγει· "τοῦ Ἠλί, τοῦ Ματθᾶν" καί καθεξῆς γενεαλογῶν τό λῆμμα καί διελθών, ὕστερόν φησι· "τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ Θεοῦ". Ἀπό τοῦ Ἰωσήφ κατά ἀναποδισμόν εἰς τόν Ἀδάμ ἀνελθών, τῆς γυναικός ὅλως μή μνημονεύσας, καί τοῦτο εἴασεν ὅλως ἐν μυστηρίῳ κεῖσθαι.
Τό λῆμμα οὖν, ὡς ἔχον ἐν ἑαυτῷ τό τῆς πίστεως σπέρμα, λαβών, ὥσπερ εἴρηται, ὁ Θεός ἄνθρωπος γέγονεν. Ὅλον τόν Ἀδάμ, ἤτοι τό γένος ἅπαν αὐτοῦ τό ἐκ τοῦ λήμματος ἀποβληθέν καί ὡς ἐκ τοῦ νέου παραδείσου καί τῆς μερίδος καί τοῦ ἀμπελῶνος ἔξω βληθέν, διά τοῦ (125) τῆς πίστεως σπέρματος ἐν πίστει καί αὖθις τῇ πρός αὐτόν ἔκρινε δικαιῶσαι, καθάπερ καί τῷ Ἀβραάμ τοῦτο ὑπέσχετο, οὐ τότε τοῦτο ἐνθυμηθείς ὁ Θεός, ὡς ἄν τις οἰηθείη τῶν λίαν γνωστικῶν, ὅτε καί τήν πίστιν ὁ Ἀβραάμ ἐπεδείξατο θύσας τόν Ἰσαάκ, ἀλλ᾿ ὡς πρό καταβολῆς κόσμου τοῦτο γινώσκων καί προορίσας διά πίστεως τό λῆμμα καί διά τῆς κατά πρόθεσιν ἐν τῷ λήμματι πίστεως πάντας τούς ἐκ τούτου τοῦ λήμματος πρότερον χωρισθέντας σωθήσεσθαι, ὕστερον οἱονεί τῷ πιστῷ εὑρεθέντι Ἀβραάμ τήν πάλαι προορισθεῖσαν αὐτοῦ βουλήν ἐν ἑαυτῷ ἐφανέρωσεν· ἥν ἀκούοντες ἡμεῖς, λογιζόμεθα ὅτι, ἐπειδή ἐπίστευσεν ὁ Ἀβραάμ τῷ Θεῷ, διά τοῦτο τήν εὐλογίαν ταύτην καί τήν διά πίστεως υἱοθεσίαν ἐλάβομεν, εἰπόντι πρός αὐτόν ὅτι "ἐν σοί ἐνευλογήσονται πάντα τά ἔθνη", οἱονεί ἀντίχαριν τῆς τοῦ Ἀβραάμ πίστεως δοθεῖσαν ἡμῖν τήν ἐπαγγελίαν ταύτην κακῶς ὑποπτεύοντες, καί οὐχί μᾶλλον διά τῆς προορισθείσης πρό τῶν αἰώνων ἀπορρήτου οἰκονομίας, τῆς ἐν τῷ Ἀβραάμ διά τῆς πίστεως ἐπαγγελθείσης καί φανερωθείσης ἡμῖν. Ἀλλ᾿ οὐκ ἔστι τοῦτο, οὐκ ἔστι. Τό γάρ λῆμμα τοῦτο ἐν τῷ διαμερισμῷ τῶν υἱῶν Ἀδάμ, αὐτῶν τῶν ἐθνῶν, γενόμενον εἰς μερίδα Κυρίου κατά τό λόγιον, ὡς ἄλλον τινά δεύτερον παράδεισον ἐφύτευσε, μέσον τό τῆς ζωῆς ξύλον ἔχοντα ἑαυτοῦ, ἤγουν τήν πίστιν τήν εἰς Θεόν καί τό Πνεῦμα τό ἐκ Θεοῦ. Ἐπεί δέ τό λῆμμα τοῦτο ἐκ τῆς πλευρᾶς ἦν τοῦ Ἀδάμ, ὅ καί εἰς γυναῖκα ἐκτίσθη, ἡ δέ γυνή παρέβη πρώτη, προεγίνωσκε δέ ὁ Θεός ὅτι καί τοῦτο πάλιν τό λῆμμα οὐ μή φυλάξῃ τήν πίστιν τήν εἰς αὐτόν, ὅτε τοῦτο προέγνω πρό τῶν αἰώνων, τότε καί τά ἔθνη πάντα τά ἐκβληθέντα, (126) ἤτοι τά ἀποικισθέντα καί ἀπαλλοτριωθέντα τούτου τοῦ λήμματος, ἀνακληθῆναι καί ἀντεισαχθῆναι καί τῷ ἐκ τοῦ λήμματος λήμματι προστεθῆναι καί ἑνωθῆναι εὐδόκησεν.
Ἀλλά τοῖς λεγομένοις πρόσεχε νουνεχῶς, ἐπειδή δυσνόητόν ἐστι τό ἐν τούτοις νόημα. Ὅταν οὖν ὁ ἰουδαϊκός λαός ὁ καί Ἰσραήλ κληθείς (οὗτος γάρ ἐστιν ἡ μερίς ἡ ἐκ τῆς πλευρᾶς τοῦ ἀνδρός) τήν δοθεῖσαν αὐτῷ παρά τοῦ Θεοῦ ἐντολήν παραβῇ (ἄκουε γάρ, φησίν, Ἰσραήλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν) , ὅτε ταύτην παραβῇ δαιμονίοις λατρεύσει καί εἰδώλοις προσκυνήσει καί ἐκ τῶν σπονδῶν τῶν θυσιῶν αὐτῶν φάγῃ, τότε ἐξ αὐτῆς πάλιν, οἱονεί ἐξ ἑνός σώματος τοῦ ἐκ ταύτης ἐκ πολλῶν μελῶν εἰς ἕνα λαόν οἰκοδομηθέντος, τήν ἑαυτοῦ μερίδα λαβών ὁ Θεός ἀκέραιον ἑαυτῷ ταύτην διατηρήσει· τό δέ λοιπόν σῶμα, ἤτοι τό ἐκ τῆς μερίδος ταύτης ἀποσπασθέν μέρος καί εἰς εἰδωλολατρείαν ἐκκλῖναν, ἐκ τοῦ παραδείσου τούτου, τοῦ ἀμπελῶνος δηλονότι τῆς μερίδος αὐτοῦ, ἀπώσεται καί ἐξώσει αὐτό· ἀπό δέ τῆς κατ᾿ ἐκλογήν πίστεως καί μερίδος αὐτοῦ, τῆς οὔσης ἀπό τῆς πλευρᾶς τοῦ Ἀδάμ, ὡς ὀλίγου τινός προσλαβόμενος σπέρματος, ὁ Θεός Λόγος γένηται ἄνθρωπος, ἤγουν, ἵνα πάλιν εἴπω, Ἀδάμ δεύτερος τοῦ πρώτου υἱός ὡς ἐκ τῆς πλευρᾶς αὐτοῦ δίχα συνουσίας καί ῥεύσεως γεννηθῇ καί τηνικαῦτα εὐλογηθῇ ὅλον τό σῶμα καί τά μέλη τοῦ πρώτου Ἀδάμ, αὐτός δηλαδή ὁ ἐξωσθείς λαός τῶν ἐθνῶν, διά τοῦ υἱοῦ αὐτοῦ τοῦ θεανθρώπου ἀνδρός ἑνωθείς ἐκ πίστεως τῷ λήμματι τῷ ἐκ τῆς πλευρᾶς τοῦ Ἀδάμ.
Τοῦτο οὖν ἐστιν ὅ καί Παῦλος ὁ θεῖος πρό αἰώνων ὁρισθέν καί προγνωσθέν λέγει ἀπό τοῦ τά πάντα προειδότος Θεοῦ, ἵνα πάντα τά ἔθνη ἀπό ἀνατολῶν καί μέχρι δυσμῶν προσκληθῶσι καί ὅσοι μέν πιστεύσουσι κολληθῶσι (127) τῷ ἐκ τῆς πλευρᾶς τοῦ πατρός αὐτῶν σαρκωθέντι Χριστῷ τῷ Θεῷ, τῷ Υἱῷ τοῦ Θεοῦ καί υἱῷ τοῦ Ἀδάμ· καί οὕτως γενήσονται οἱ ἀμφότεροι ἕν, σύσσωμοι δηλονότι καί συμμέτοχοι καί ἀδελφοί καί συγκληρονόμοι Χριστοῦ, αὐτός ὁ Χριστός, καί τά μακράν ἀποικισθέντα καί διασπαρέντα ἔθνη· ὅσοι δέ ἀπιστήσουσι, μείνωσιν ἔξω μετά τῶν ἐκ τοῦ λήμματος τῆς πίστεως, αὐτῶν δή τῶν Ἰουδαίων φημί, τῶν διά ἀπιστίαν ἐκβληθέντων καί ἀπωσθέντων. Καί τοῦτο ἐκ τῶν εὐαγγελικῶν ῥημάτων δῆλόν ἐστι τοῖς ἀκούουσι· φησί γάρ ὁ Κύριος πρός τούς αὐτοῦ μαθητάς· "Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καί ἐπί γῆς. Πορευθέντες εἰς τόν κόσμον ἅπαντα κηρύξατε τό εὐαγγέλιον τῆς βασιλείας· ὁ πιστεύσας καί βαπτισθείς σωθήσεται, ὁ δέ ἀπιστήσας κατακριθήσεται ".
Ἀλλ᾿ ἀναλαβόντες τόν λόγον ὡς ἐν ἐπιτόμῳ τά ἀνωτέρω ῥηθέντα αὖθις διηγησόμεθα, ὡς ἄν εὐσύνοπτα μᾶλλον ἄρτι τοῖς πᾶσι γένωνται.
Πηγή: Ὀρθόδοξοι Πατέρες
ΠΟΙΜΑΝΤΟΡΙΚΗ ΕΓΚΥΚΛΙΟΣ
ΕΠΙ ΤΗι ΠΡΩΤΗι ΤΟΥ ΝΕΟΥ ΕΤΟΥΣ 2018
ΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ
ΠΕΙΡΑΙΩΣ, ΦΑΛΗΡΟΥ, ΔΡΑΠΕΤΣΩΝΑΣ
ΚΑΙ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΡΕΝΤΗ
Σ Ε Ρ Α Φ Ε Ι Μ
ΠΡΟΣ ΤΟΝ ΙΕΡΟΝ ΚΛΗΡΟΝ
ΚΑΙ ΤΟ ΠΛΗΡΩΜΑ
ΤΗΣ ΜΗΤΡΟΠΟΛΙΤΙΚΗΣ ΠΕΡΙΦΕΡΕΙΑΣ ΑΥΤΟΥ
* * * * * *
Ἀγαπητοὶ Χριστιανοί
Τὸ Νέον Ἔτος ἦλθεν.
Μία ἀκόμη ἀλλαγή στήν ἀριθμητική μέτρηση τοῦ χρόνου.
Μέ τό παρελθόν καί τό μέλλον νά συνθέτουν τήν ἱστορία τοῦ κόσμου καί τοῦ ἀνθρώπου.Ἀπό τό παρελθόν στό μέλλον, ὅπως ὁρίζει ἡ ἀνθρώπινη ἀντίληψη.
Αὐτά τά δύο μέρη τοῦ ἀνθρώπινου χρόνου πού βρίσκονται ἀλληλένδετα εἶναι ὁ ἱστορικός χρόνος, ἀφενός τό παρελθόν, ὅ,τι ἔζησε, γνώρισε, συναισθάνθηκε ὁ ἄνθρωπος καί ἔγινε ἕνα πεδίο ἐμπειρίας καί γνώσης, ἀφετέρου τό ἀνεπίγνωστο μέλλον, τό πεδίο πού ἀνοίγεται ἐμπρός στήν ἐμπειρία τοῦ ἀνθρώπου, γιά νά συνεχίσει τήν ὑλική καί πνευματική ζωή του.
Ὁ ἄνθρωπος λοιπόν ὑπάρχει καί ζεῖ μέσα στήν ἱστορία, στόν χῶρο καί τόν χρόνο καί εἶναι συνδεδεμένος μαζί τους. Ὑπάρχει καί ζεῖ ὡς χῶρος καί ὡς χρόνος. Τό σῶμα καί ἡ ψυχή του εἶναι καί ἔχει χῶρο καί χρόνο. Γι’ αὐτό καί ἀπό τήν ἀρχή τῆς ἱστορίας του ὁ ἄνθρωπος ἀσχολήθηκε καί προσπάθησε νά ὀργανώσει καί τόν ἐξωτερικό καί τόν ἐσωτερικό του χρόνο. Ἔψαχνε τὸ νόημα ποὺ ἔχει γιά ἐκεῖνον ἀλλά καί γιά τήν κοινωνία του, στενότερη ἤ εὐρύτερη, καί κατέληγε στόν λατρευτικό χῶρο καί στόν λατρευτικό χρόνο, στό θρησκευτικό ἱερό ἤ στήν οἰκογενειακή ἑστία. Αὐτή ἡ ἀναζήτηση τοῦ ἀνθρώπου ἦταν τελικῶς δίψα γιά νά προσεγγίσει τό «θεῖο». Γιά αὐτό καί ὁριστικῶς καί καταληκτικῶς μίλησε ὁ Ἀπόστολος Παῦλος στόν Ἄρειο Πάγο στούς Ἀθηναίους «ὅν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγώ καταγγέλλω ὑμῖν». «Αὐτόν λοιπόν τόν ὁποῖον σέβεσθε χωρίς νά τόν γνωρίζετε, αὐτόν ἐγώ κηρύττω σέ ἐσᾶς.»
Κι ἐμεῖς οἱ χριστιανοί, ἀγαπητοί μου, πιστεύουμε καί τό μαρτυροῦμε καί ὁμολογοῦμε ὅτι στήν Ἐκκλησία ὁ χῶρος καί ὁ χρόνος βρῆκαν τό νόημά τους. Στήν Ἐκκλησία ὁ χῶρος καί ὁ χρόνος ἀλλά καί τό νόημά τους εἶναι ἕνα πρόσωπο. Εἶναι ὁ Χριστός ὡς Θεάνθρωπος. Ὁ Χριστός ἐν τῇ Ἐκκλησίᾳ καί ὡς Ἐκκλησία. Ὁ Χριστός ὡς ἱστορία καί ἡ Ἐκκλησία ὡς χρόνος καί χῶρος αὐτοῦ τοῦ Προσώπου. Ὁ Χριστός «ἐνεχωροχρονήθη» γιά νά ξαναδώσει στόν ἄνθρωπο τή δυνατότητα γιά τόν χαμένο χωροχρόνο του στούς κόλπους τοῦ Θεοῦ.
Αὐτό περιγράφει καί ὁ Ἀπόστολος Παῦλος λέγοντας πώς διά τοῦ Ἐνσαρκωμένου Υἱοῦ καί Λόγου τοῦ Θεοῦ «ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα», ὁδηγούμαστε καί πλησιάζουμε καί οἱ δύο, Ἰουδαῖοι καί Ἐθνικοί, πρός τόν Θεό Πατέρα μέ τό αὐτό Ἅγιο Πνεῦμα. Διότι, λέγει, ἔχετε κτισθεῖ ἐπάνω στό πνευματικό θεμέλιο τῶν Ἀποστόλων καί τῶν προφητῶν σέ μιὰ πνευματική οἰκοδομή, τήν Ἐκκλησία, τῆς ὁποίας ἀκρογωνιαῖος καί θεμελιακός λίθος εἶναι ὁ Ἰησοῦς Χριστός. «ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ·» δηλαδή, ἐπάνω στόν Χριστό ὅλη ἡ οἰκοδομή συναρμολογεῖται καί αὐξάνεται κατά τρόπον ἁρμονικό, ὥστε νά γίνει Ναός ἅγιος, σύμφωνα μέ τό θέλημα τοῦ Κυρίου.
Ἄν ἀναλογισθοῦμε, ἀγαπητοί μου, τόν προσωπικό μας ἐσωτερικό χρόνο, τόν ὁποῖο αἰσθανόμαστε, τήν κάθε στιγμή τῆς ζωῆς μας, θά δοῦμε ὅτι τό πιό χαρακτηριστικό στοιχεῖο του εἶναι ἡ κίνηση. Πάντοτε ὑπάρχει μιά κίνηση, μιά τάση πρός κάτι, μιά πάλη. Εἶναι μιά πάλη, ἕνας ἀγώνας πού μᾶς κάνει νά προχωροῦμε πιό πέρα καί πιό πάνω, νά ψάχνουμε νά γεμίσουμε μέ ἕνα νόημα τόν χῶρο καί τόν χρόνο μας. Αὐτό πού νοηματοδοτεῖ καί δίνει μιά ζωτική δύναμη κι ἕναν σκοπό σέ αὐτήν τήν κίνηση εἶναι τό Πρόσωπο τοῦ Χριστοῦ. Ὅλα ἔχουν ἕνα κέντρο, τό πρόσωπο τοῦ Ἐνσαρκωμένου Χριστοῦ, τό ὁποῖο νοηματοδοτεῖ καί τόν χῶρο καί τόν χρόνο καί τήν κίνηση καί τόν ἄνθρωπο καί τήν προοπτική του. Εἶναι, ὅπως εἴπαμε, ὁ ἀκρογωνιαῖος καί θεμελιακός λίθος ἐπάνω στόν Ὁποῖο αὐξάνεται ὅλη ἡ οἰκοδομή ὥστε νά γίνει «ναός ἅγιος». Μέσα στήν Ἐκκλησία βεβαίως, αὐτή ἡ ἀναζήτηση, ἡ ροπή, ἡ κίνηση, ἡ πάλη, «συνοικοδομεῖται» ἀπό κοινοῦ μέ ὅλους τούς πιστούς, γιά νά γίνει κατοικία ὅλων πρός σωτηρία, «κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι». Ἄλλωστε ὁ Χριστός ὡς Κεφαλή τῆς Ἐκκλησίας, τοῦ σώματος, τῶν μελῶν της, τῆς Οἰκογένειάς Του, εἶναι καί «μυριοϋπόστατος», «ὁ Πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς». Εἶναι ὁ Ἐμμανουήλ, πού σημαίνει μεθ’ ἡμῶν ὁ Θεός. Ἐντός τῆς Ἐκκλησίας λοιπόν καί ἐνώπιον τοῦ Πρωτοτόκου Χριστοῦ ὅλοι οἱ ἄνθρωποι κουβαλοῦν καί ἀποθέτουν τόν χρόνο καί τόν χῶρο τους. Εἶναι σημαντικό νά κατανοήσουμε ὅτι ἐπειδή ὁ ἄνθρωπος ἐκτίσθη κατ’ εἰκόνα τοῦ Χριστοῦ, λογική χριστόμορφη εἰκόνα, καί ὁμοίωση τοῦ Θεοῦ, εἶναι κατά τή φύση του καί τόν προορισμό του χριστολογικός καί χριστοκεντρικός. Αὐτή εἶναι καί ἡ καλή ἀγγελία, τό Εὐαγγέλιο γιά τήν ἱστορικότητα τοῦ ἀνθρώπου. Διότι ὁ Χριστός εἰσῆλθε στήν καρδιά ὅλης τῆς κτίσεως, τοῦ ἀνθρώπου καί τοῦ ἀνθρώπινου γένους καί ἁγίασε τόν χρόνο καί τόν χῶρο μας, τήν ἱστορία καί τόν κόσμο. Γι’ αὐτό ἀκοῦμε στά λειτουργικά κείμενα τῶν ἡμερῶν νά ἀποκαλεῖται ὁ Κύριος «ἄχρονος Υἱός» στόν Ὁποῖο ἡ Παναγία ἔδωσε χρόνο καί χῶρο. «Ὁ ἄναρχος ἄρχεται καὶ ὁ Λόγος σαρκοῦται».
Βλέπουμε τόν ἑαυτό μας καί τόν κόσμο μας, τόν χωροχρόνο μας, μέσα στή μεγάλη ἀγάπη τοῦ Θεοῦ, μέσα στόν Οἶκο τοῦ Πατέρα μας, οἶκο στόν ὁποῖο ὅμως ὁ Θεός εἶναι ἔνοικος. Κατά τόν Ἅγιο Ἀναστάσιο τόν Σιναΐτη ὁ ἀληθινός χριστιανός εἶναι ὁ «οἶκον ἔχων τόν Θεόν ἔνοικον», δηλαδή ὁ ζωντανός οἶκος τοῦ Θεοῦ πού ἔχει ἔνοικο τόν Θεό. Ἡ ἱστορία μας λοιπόν διαπερνᾶται ἀπό τόν Θεό καθώς ὁ Θεός ἀποκαλύπτεται. Αὐτή ἡ εἰσχώρηση καί ἀποκάλυψη τοῦ Θεοῦ στήν ἱστορία τοῦ χώρου καί τοῦ χρόνου τοῦ ἀνθρώπου τήν κάνει μιά ἀπό τίς μεγάλες εὐλογίες τοῦ Θεοῦ. Ἡ σάρκωση τοῦ Χριστοῦ στήν Ἱστορία εἶναι μιά ἐπιβεβαίωση τῆς Ἱστορίας, ἡ ὁποία ὅμως συμπληρώνεται ἀπό τήν ἐσχατολογική πραγματικότητα τῆς Ἀνάστασης. Διότι ἡ Ἀνάσταση τοῦ Χριστοῦ μᾶς ἐλευθερώνει καί ἀπό τά δεσμά ἑνός ἱστορικοῦ παρελθόντος, ἔστω ἐκείνου πού πάντα κινεῖται πρός τά ἐμπρός, πού πάντα ἐξελίσσεται. Δίχως τήν Ἐσχατολογία, ἡ Ἱστορία θά ἦταν ἁπλῶς μιά διαδοχή γεγονότων, τά ὁποῖα δέν θά εἶχαν οὔτε νόημα οὔτε κατάληξη. Καί ἐδῶ δέν ἀμφισβητεῖται καθόλου ἡ σημασία καί ἡ σπουδαιότητα τῆς Ἱστορίας ἀλλά δέν εἶναι αὐτή τό τέλος. Ἄν ἐπέστρεφε ὁ ἄσωτος υἱός καί δέν ἔβγαινε ὁ πατέρας του νά τόν προϋπαντήσει, τότε ἡ ἐπιστροφή θά ἦταν μάταιη. Αὐτός εἶναι, θά λέγαμε, ὁ ρεαλισμός τοῦ Χριστιανοῦ. Νά γνωρίζει τόν χρόνο καί τόν χῶρο ὄπου ζεῖ, καί νά ζεῖ στόν χρόνο καί στόν χῶρο, ὑπακούοντας στό θέλημα τοῦ Θεοῦ ἀλλά καί χωρίς νά παραδέχεται τόν χρόνο καί τόν χῶρο ὡς τήν τελική του πατρίδα, ὡς τόν οἶκο του. Εἶμαι στόν Οἶκο τοῦ Πατέρα μου ἀλλά θέλω πρωτίστως τόν Πατέρα καί ὄχι τόν οἶκο του καί τά πλούτη του μόνο. Ξοδεύω τά ὑπάρχοντά μου, καί ἔχω δικαίωμα νά τά ξοδέψω, ἀλλά πολλές φορές ξοδεύω καί τόν ἑαυτό μου. Ὅταν συνέρχομαι «εἰς ἑαυτόν» ὅπως ὁ ἄσωτος, τότε βλέπω νά ἔρχεται ἀπό τά ἔσχατα γιά νά μέ συναντήσει ὁ Πατέρας μου. Ἀκόμη δέ περισσότερο καθ’ ὅλον τόν χρόνο τῆς ζωῆς, σέ ὅλη τήν ἱστορία μου, ὁ Θεός ἦταν καί εἶναι Παρών μέ τίς ἐνέργειές Του, μέ τούς νόμους Του, μέ τήν πρόνοια καί τήν Ἀγάπη Του.
Ὁ χρόνος καί ὁ χῶρος λοιπόν εἶναι ἔργο τῆς Ἀγάπης τοῦ Θεοῦ γιά τή συνάντηση μέ τήν Ἀγάπη Του, εἶναι τό πεδίο ἑνός παρελθόντος καί ἑνός μέλλοντος πού νοηματοδοτοῦνται ἀπό τήν αἰωνιότητα καί γίνονται ἐσχατολογικός χρόνος. Ἄς θυμηθοῦμε τόν Ἅγιο Ἰωάννη τόν Θεολόγο πού λέγει ὅτι τό Ὄνομα τοῦ Θεοῦ εἶναι «ὁ Ὤν, ὀ Ἦν καί ὁ Ἐρχόμενος». Αὐτό τό Ὄνομα εἶναι καί ἡ ἐλπίδα γιά σωτηρία ἀλλά καί ὁ πόθος γιά συνάντηση τοῦ χριστιανοῦ. Ὁ Ἐρχόμενος εἶναι ἡ ἐσχατολογική παρουσία τοῦ Θεοῦ πού ἔρχεται ὄχι μόνο ἀπό τό ἱστορικό παρελθόν οὔτε ἀπό τό προσεχές παρόν ἀλλά ἀπό τά Ἔσχατα, τόν ἐσχατολογικό χρόνο τῆς Παρουσίας τοῦ Ἀναστημένου Χριστοῦ πού νοηματοδοτεῖ καί φωτίζει κάθε ἴχνος χώρου καί κάθε ἀπειροελάχιστο χρόνο ἀπό τό «μετά» τό τέλος τοῦ ἱστορικοῦ μας χρόνου. Αὐτή εἶναι καί ἡ προοπτική τῆς θείας Ἀποκαλύψεως.
Εἶναι τό Νέον Ἔτος τοῦ Νέου Ἀδάμ πρός σωτηρίαν τοῦ ἀνθρώπου.
Καλό καί εὐλογημένο νέον ἔτος!
Μετὰ πατρικῶν εὐχῶν!
Ο ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΣΑΣ
† ὁ Πειραιῶς ΣΕΡΑΦΕΙΜ
Θα σου πάει καλά όλη η χρονιά, όχι αν μεθάς την πρώτη του μηνός, αλλά αν και την πρώτη του μηνός και κάθε μέρα κάνεις αυτά που αρέσουν στον Θεό. Διότι η ημέρα γίνεται κακή ή καλή όχι από τη δική της φύση, αφού δεν διαφέρει η μια μέρα από την άλλη, αλλά από τη δική μας επιμέλεια ή ραθυμία.
Αν κάνεις την αρετή, σου έγινε καλή η μέρα. Αν κάνεις την αμαρτία, έγινε κακή και γεμάτη κόλαση. Αν εμβαθύνεις σ’ αυτά κι έχεις αυτές τις διαθέσεις, θα ‘χεις καλή όλη τη χρονιά κάνοντας κάθε μέρα προσευχές, ελεημοσύνες. Αν όμως αμελείς την προσωπική σου αρετή κι εμπιστεύεσαι την ευφροσύνη της ψυχής σου στις αρχές των μηνών και στους αριθμούς των ημερών, θα ερημωθείς απ’ όλα τα αγαθά σου. Αυτό, λοιπόν, επειδή το αντιλήφθηκε ο διάβολος κι επειδή φροντίζει να καταλύσει τους κόπους μας για την αρετή και να σβήσει την προθυμία της ψυχής, μας έμαθε να βάζουμε στις μέρες την ετικέτα της ευτυχίας ή της δυστυχίας. Ένας που έπεισε τον εαυτό του ότι η ημέρα είναι κακή ή καλή, ούτε στην κακή θα φροντίσει για καλά έργα, διότι τάχα άδικα τα κάνει όλα και χωρίς σε τίποτα να ωφελήσει, εξαιτίας της κακορρίζικης ημέρας· ούτε στην καλή πάλι θα το κάνει αυτό, διότι τάχα σε τίποτα δεν τον εμποδίζει η προσωπική του ραθυμία, εξαιτίας της καλορρίζικης ημέρας, κι έτσι και από τις δύο πλευρές θα προδώσει τη σωτηρία του. Κι άλλοτε μεν διότι δήθεν ανώφελα κοπιάζει, άλλοτε διότι δήθεν περιττά, θα ζήσει μέσα στην αργία και την πονηριά. Γνωρίζοντας, λοιπόν, αυτό πρέπει να αποφεύγουμε τις μεθοδείες του διαβόλου και να βγάλουμε από το νου μας αυτήν την ιδέα και να μη προσέχουμε τις μέρες ούτε να μισούμε τη μια και ν’ αγαπούμε την άλλη… Ο χριστιανός δεν πρέπει να γιορτάζει μόνο μήνες ούτε πρωτομηνιές ούτε Κυριακές, αλλά σ’ όλη του τη ζωή να έχει τη γιορτή που του πρέπει. Και ποιά γιορτή του πρέπει; Ας ακούσουμε τον Παύλο που λέει· «Ώστε εορτάζωμεν μη εν ζύμη παλαιά, μηδέ εν ζύμη κακίας και πονηρίας, αλλ’ εν αζύμοις ειλικρινείας και αληθείας» (Α’ Κο. 5, 8). Όταν λοιπόν έχεις καθαρή τη συνείδηση, έχεις πάντα γιορτή· τρέφεσαι με καλές ελπίδες και εντρυφάς στην προσδοκία των μελλόντων αγαθών· όπως, όταν δεν έχεις παρρησία κι έχεις πέσει σε πολλά αμαρτήματα, ακόμη κι αν είναι μύριες γιορτές και πανηγύρια δεν θα ‘σαι σε καθόλου καλύτερη θέση από εκείνους που πενθούν. Διότι, τί όφελος έχω εγώ από τη λαμπρή μέρα, όταν την ψυχή μου τη σκοτίζει η συνείδηση; Αν λοιπόν θέλεις να ‘χεις και κάποιο κέρδος από την πρωτομηνιά, κάνε το εξής. Όταν βλέπεις ότι συμπληρώθηκε ο χρόνος, ευχαρίστησε τον Κύριο, διότι σε έβαλε σ’ αυτήν την περίοδο των ετών. Δημιούργησε κατάνυξη στην καρδιά σου, ξαναλογάριασε τον χρόνο της ζωής σου, πες στον εαυτό σου· Οι μέρες τρέχουν και περνούν, τα χρόνια συμπληρώνονται, πολύ μέρος του δρόμου προχωρήσαμε. Άραγε τι καλό κάναμε; Μήπως άραγε φύγουμε από δω άδειοι κι απογυμνωμένοι από κάθε αρετή; Το δικαστήριο είναι κοντά, η ζωή μας τρέχει προς το γήρας.
Πηγή: (Ιω. Χρυσοστόμου, Λόγος εν ταις Καλάνδαις, PG 48, 955-956), Η άλλη όψη
Μὲ ρωτᾶς , ἄνθρωπε τοῦ Θεοῦ ἀπὸ ποὺ προέρχεται ἡ σημερινὴ κρίση , καὶ τί σημαίνει αὐτὴ . Ποιὸς εἶμαι ἐγὼ γιὰ νὰ μὲ ρωτᾶς γιὰ ἕνα τόσο μεγάλο μυστικὸ ;” Μίλα ὅταν ἔχεις κάτι καλύτερο ἀπὸ τὴ σιωπὴ ” , λέγει ὁ Ἅγιος Γρηγόριος ὁ Θεολόγος. Ὅμως παρόλο ποὺ θεωρῶ, ὅτι ἡ σιωπὴ εἶναι ὥρα καλύτερη ἀπὸ κάθε ὁμιλία , καὶ ὅμως λόγω ἀγάπης πρὸς ἐσένα , θὰ σοὺ ἐκθέσω ἐκεῖνα ποὺ σκέπτομαι περὶ αὐτοῦ ποὺ ρώτησες.Ἡ κρίση εἶναι ἑλληνικὴ λέξη , καὶ σημαίνει δίκη. Στὴν Ἁγία Γραφὴ αὐτὴ ἡ λέξη χρησιμοποιεῖται πολλὲς φορὲς . Ἔτσι ὁ ψαλμωδὸς λέει : “διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει ” (Ψάλμ. 1,5). Σὲ ἄλλο μέρος πάλι λέει : ” ἔλεος καὶ κρίσιν ἄσομαι σοὶ , Κύριε ” (Ψάλμ. 100,1) .Ἀντικατάστησε τὴ λέξη “κρίση” μὲ τὴ λέξη “δίκη” καὶ διάβασε : “διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν δίκη “.Ἕως τώρα οἱ εὐρωπαϊκοὶ λαοὶ χρησιμοποιοῦσαν τὴ λέξη “δίκη” ἀντὶ γιὰ τὴ λέξη “κρίση” ὅποτε καὶ νὰ τοὺς ἔβρισκε κάποια συμφορά. Τώρα ἡ καινούρια λέξη ἀντικατέστησε τὴν παλιὰ , καὶ τὸ κατανοητὸ ἔγινε ἀκατανόητο . Ὅταν γινόταν ξηρασία , πλημμύρα , πόλεμος , ἢ ἔπεφτε ἐπιδημία , ὅταν ἔριχνε χαλάζι , γίνονταν σεισμοὶ , πνιγμοὶ καὶ ἄλλες συμφορὲς , λέγανε «Θεία δίκη!» .Καὶ αὐτὸ σημαίνει : κρίση μέσα ἀπὸ ξηρασίες , κρίση μέσα ἀπὸ πλημμύρες , μέσα ἀπὸ πολέμους , μέσα ἀπὸ ἐπιδημίες κ.λπ. Καὶ τὴ σημερινὴ χρηματο-οἰκονομικὴ δυσκολία ὁ λαὸς τὴν θεωρεῖ ὡς Θεία δίκη , ὅμως δὲν λέει ἡ δίκη ἀλλὰ ἡ κρίση.Ἔτσι ὥστε ἡ δυσκολία νὰ πολλαπλασιάζεται μὲ τὸ νὰ γίνεται ἀκατανόητη! Ἐφόσον ὅσο ὀνομαζόταν μὲ τὴν κατανοητὴ λέξη «δίκη» , ἦταν γνωστὴ καὶ ἡ αἰτία , λόγω τῆς ὁποίας ἦρθε ἡ δυσκολία , ἦταν γνωστὸς καὶ ὁ Δικαστὴς , ὁ Ὁποῖος ἐπέτρεψε τὴν δυσκολία , ἦταν γνωστὸς καὶ ὁ σκοπὸς τῆς ἐπιτρεπόμενης δυσκολίας. Μόλις ὅμως χρησιμοποιήθηκε ἡ λέξη «κρίση» , λέξη ἀκαταλαβίστικη σὲ ὅλους , κανεὶς δὲν ξέρει πιὰ νὰ ἐξηγήσει οὔτε γιὰ ποιὸ λόγο, οὔτε ἀπὸ Ποιὸν , οὔτε ὡς πρὸς τί ; Μόνο σ’αὐτὸ διαφέρει ἡ τωρινὴ κρίση ἀπὸ τὶς κρίσεις ποὺ προέρχονται ἀπὸ τὴν ξηρασία ἢ τὴν πλημμύρα ἢ τὸν πόλεμο ἢ τὴν ἐπιδημία ἢ τοὺς πνιγμοὺς ἢ κάποιους ἄλλους πειρασμούς.Μὲ ρωτᾶς γιὰ τὴν αἰτία τῆς τωρινῆς κρίσης , ἢ τῆς τωρινῆς Θείας δίκης ! Ἡ αἰτία εἶναι πάντα ἡ ἴδια . Ἡ αἰτία γιὰ τὶς ξηρασίες , τὶς πλημμύρες , τὶς ἐπιδημίες καὶ ἄλλα μαστιγώματα τῆς γενιᾶς τῶν ἀνθρώπων , εἶναι ἡ αἰτία καὶ γιὰ τὴν τωρινὴ κρίση. Ἡ ἀποστασία τῶν ἀνθρώπων ἀπὸ τὸν Θεὸ . Μὲ τὴν ἁμαρτία τῆς Θεὸ-ἀποστασίας οἱ ἄνθρωποι προκάλεσαν αὐτὴ τὴν κρίση , καὶ ὁ Θεὸς τὴν ἐπέτρεψε , ὥστε νὰ ξυπνήσει τοὺς ἀνθρώπους , νὰ τοὺς κάνει εὐσυνείδητους , πνευματικοὺς καὶ νὰ τοὺς γυρίσει πρὸς Ἐκεῖνον . Στὶς μοντέρνες ἁμαρτίες -μοντέρνα καὶ ἡ κρίση. Καὶ ὄντως ὁ Θεὸς χρησιμοποιῆσε μοντέρνα μέσα ὥστε νὰ τὸ συνειδητοποιήσουν οἱ μοντέρνοι ἄνθρωποι: χτύπησε τὶς τράπεζες, τὰ χρηματιστηρία, τὶς οἰκονομίες, τὸ συνάλλαγμα τῶν χρημάτων. Ἀνακάτωσε τὰ τραπέζια στὶς συναλλαγὲς σ’ὅλο τὸν κόσμο, ὅπως κάποτε στὸν ναὸ τῶν Ἱεροσολύμων. Προξένησε πρωτόγνωρο πανικὸ μεταξὺ ἐμπόρων καὶ αὐτῶν ποὺ ἀνταλλάσσουν τὸ χρῆμα. Προκάλεσε σύγχυση καὶ φόβο.Ὅλα αὐτὰ τὰ ἔκανε γιὰ νὰ ξυπνήσουν τὰ ὑπερήφανα κεφαλάκια τῶν σοφῶν της Εὐρώπης καὶ τῆς Ἀμερικῆς , γιὰ νὰ ἔλθουν εἰς ἑαυτοὺς καὶ νὰ πνευματικοποιηθοῦν. Καὶ ἀπὸ τὴν ἄνεση καὶ τὸ ἀγκυροβόλημα στὰ λιμάνια τῆς ὑλικῆς σιγουριᾶς νὰ θυμηθοῦμε τὶς ψυχές μας, νὰ ἀναγνωρίσουμε τὶς ἀνομίες μας καὶ νὰ προσκυνήσουμε τὸν ὕψιστο Θεὸ , τὸν ζωντανὸ Θεό.Μέχρι πότε θὰ διαρκέσει ἡ κρίση ; Ὅσο τὸ πνεῦμα τῶν ἀνθρώπων μένει δίχως ἀλλαγή. Ὥσπου οἱ ὑπερήφανοι ὑπαίτιοι αὐτῆς τῆς κρίσης νὰ παραιτηθοῦν μπροστὰ στὸν Παντοδύναμο . Ὥσπου οἱ ἄνθρωποι καὶ οἱ λαοὶ νὰ θυμηθοῦν , τὴν ἀκαταλαβίστικη λέξη «κρίση» , νὰ τὴν μεταφράσουν στὴν γλώσσα τους , ὥστε μὲ ἀναστεναγμὸ καὶ μετάνοια νὰ φωνάξουν : «Θεία δίκη!». Πὲς καὶ ἐσὺ τίμιε πατέρα , ἡ Θεία δίκη , ἀντὶ ἡ κρίση , καὶ ὅλα θὰ σοὺ γίνουν ξεκάθαρα.Χαιρετισμοὺς καὶ Εἰρήνη.
Πηγή: (Ἁγίου Νικολάου Βελιμίροβιτς ἀπὸ τὸ βιβλίο “Δρόμος δίχως Θεὸ δὲν ἀντέχεται – Ἱεραποστολικὲς Ἐπιστολὲς Α’), Ῥωμαίϊκο Ὁδοιπορικό
Πολλούς ἀκήκοα λέγοντας τῶν ἀνθρώπων· "Ἐπειδήπερ φησίν· οὕς προέγνω ὁ Θεός, τούτους καί προώρισεν· οὕς δέ προώρισε τούτους καί ἐκάλεσεν· οὕς δέ ἐκάλεσε, τούτους καί ἐδόξασε, τί μοι τό ὄφελος ἐάν πολλούς παραβάλλωμαι κόπους, ἐάν ἐπιστροφήν καί μετάνοιαν ἐπιδείξωμαι, προεγνωσμένος δέ οὐκ εἰμί ὑπό τοῦ Θεοῦ οὐδέ προωρισμένος εἰς τό σωθῆναι καί σύμμορφον γενέσθαι με τῆς δόξης τοῦ Υἱοῦ αὐτοῦ καί Θεοῦ;" Πρός οὕς εἰκότως ἀποφθέγξασθαι χρή καί εἰπεῖν· Ὦ οὗτοι, διατί μή τά σῴζοντα ὑμᾶς ἀλλά τά ἀπολλύοντα συλλογίζεσθε καί τά δυσνόητα τῆς θεοπνεύστου Γραφῆς ἐκλεγόμενοι διαρπάζετε καί στρεβλοῦτε ταῦτα πρός ἀπώλειαν ὑμῶν ἐκλαμβάνεσθε; Οὐκ ἀκούετε καθ᾿ ἑκάστην τοῦ Σωτῆρος βοῶντος· "Ζῶ ἐγώ, ὅτι οὐ θελήσει θέλω τόν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τό ἐπιστρέψαι καί ζῆν αὐτόν"; Οὐκ ἀκούετε αὐτοῦ λέγοντος· "Μετανοεῖτε· ἤγγικε γάρ ἡ βασιλεία τῶν οὐρανῶν", καί πάλιν· "Ἀμήν λέγω ὑμῖν, χαρά γίνεται ἐν οὐρανῷ ἐπί ἑνί ἁμαρτωλῷ μετανοοῦντι"; Μή εἶπεν ἤ λέγει τισί μέν· "Μή μετανοεῖτε, οὐ γάρ προσδέξομαι ὑμᾶς", (115) τισί δέ οἱονεί τοῖς προωρισμένοις· "Ὑμεῖς δέ μετανοεῖτε, προέγνωκα γάρ ὑμᾶς"; Οὐδαμῶς, ἀλλά καθ᾿ ἡμέραν ἐν ὅλῳ τῷ κόσμῳ καί ἐν πάσῃ βοᾷ ἐκκλησίᾳ· "Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, κἀγώ ἀναπαύσω ὑμᾶς". Δεῦτε, φησίν, οἱ ἐν πολλαῖς ἁμαρτίαις βαρούμενοι πρός τόν αἴροντα τήν ἁμαρτίαν τοῦ κόσμου· δεῦτε οἱ διψῶντες πρός τήν ἀέναον πηγήν καί ἀθάνατον.
Μή διεστείλατο ἤ διαχωρίζει τινά, τόν μέν ὡς προεγνωσμένον δηλονότι καλῶν, τόν δέ ὡς μή τοῦτο ὄντα ἀποπεμπόμενος; Οὐδαμῶς. Διά δή τοῦτο "μή προφασίζεσθε προφάσεις ἐν ἁμαρτίαις", μηδέ ἀφορμάς ἐκ τῶν ἀποστολικῶν ῥημάτων πρός ἀπώλειαν ὑμῶν λαμβάνειν ἐθέλοιτε, ἀλλά τῷ Δεσπότῃ καλοῦντι προσδράμετε ἅπαντες. Κἄν γάρ τελώνης, κἄν πόρνος, κἄν μοιχός, κἄν φονεύς, κἄν ὁτιοῦν ἕτερον πέλῃ τις, οὐκ ἀποστρέφεται ὁ Δεσπότης αὐτόν, ἀλλά τό μέν φορτίον αἴρει τῶν ἁμαρτημάτων αὐτοῦ, ἐκεῖνον δέ ἐλεύθερον εὐθύς ἀποδείκνυσι. Καί πῶς αἴρει τό φορτίον αὐτοῦ; Καθώς ποτε καί τοῦ παραλυτικοῦ ἦρεν, εἰπών αὐτῷ" "Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου", καί εὐθέως ἐκουφίσθη τοῦ βάρους καί τήν τοῦ σώματος αὐτοῦ θεραπείαν πεπλούτηκεν. Τοιγαροῦν προσερχέσθω πᾶς ὁ βουλόμενος καί ὁ μέν βοάτω· "Υἱέ Δαβίδ, ἐλέησόν με"· καί ἐάν ἀκούσῃ· "Τί θέλεις ποιήσω σοι;" εἰπάτω συντόμως· "Κύριε, ἵνα ἀναβλέψω", καί εὐθέως ἀκούσει· "Θέλω, ἀνάβλεψον". Ὁ δέ· "Κύριε, φησίν, ἡ θυγάτηρ μου" ψυχή "κακῶς δαιμονίζεται", καί ἀκούσει· "Κἀγώ ἐλθών θεραπεύσω αὐτην". Εἰ δέ ὀκνηρός τίς ἐστι καί προσελθεῖν τῷ Δεσπότῃ οὐ βούλεται, κἄν ἐρχομένῳ πρός αὐτόν καί λέγοντι αὐτῷ· "Ἀκολούθει μοι", (116) ὡς ὁ τελώνης ποτέ ἀκολουθησάτω αὐτῷ, τό τελωνεῖον καί τήν πλεονεξίαν καταλιπών· καί, εὖ οἶδα, ἀντί τελώνου εὐαγγελιστήν αὐτόν ἀπεργάσεται. Κἄν παράλυτος ἐπί πολλούς χρόνους τῇ φιληδονίᾳ καί ἀμελείᾳ καί ῥαθυμίᾳ κατάκειται καί ἤ αὐτόν τόν Δεσπότην ἤ μαθητήν αὐτοῦ ἐλθόντα ἴδοι καί λέγοντα αὐτῷ· "Θέλεις ὑγιής γενέσθαι", μετά περιχαρείας εὐθύς τόν λόγον ἀποδεξάμενος εἰπάτω· "Ναί, Κύριε, ἀλλά ἄνθρωπον οὐκ ἔχω, ἵνα εἰς τήν κολυμβήθραν" τῆς μετανοίας "ἐμβάλῃ με". Καί ἐάν ἀκούσῃ· "Ἔγειραι καί ἆρον τόν κράββατόν σου καί ἀκολούθει μοι", εὐθύς ἀναστάς κατά πόδας τρεχέτω τοῦ καλέσαντος ἄνωθεν.
Εἰ δέ γε μή βούληται ἕκαστος, ἤ ὡς ἡ πόρνη, φιλεῖν τόν Χριστόν, ἤ ὡς ὁ ἄσωτος υἱός, ἐπαναστρέφειν ἐν μετανοίᾳ θερμῇ πρός αὐτόν, ἤ κἄν ὡς ἡ αἱμορροοῦσα καί συγκύπτουσα, τούτῳ προσελθεῖν, τί καί λέγει προφασιζόμενος προφάσεις ἐν ἁμαρτίαις· "Οὕς προέγνω, τούτους - ἐκ παντός – καί ἐκάλεσε"; Τάχα τῷ οὕτως ἔχοντι εἴποι τις ἄν εὐλόγως, ὅτι ὁ Θεός, προαιώνιος ὤν καί εἰδώς πάντα πρό τοῦ ποιῆσαι αὐτά, προέγνω καί σέ, ὅτι καλοῦντι οὐχ ὑπακούσεις αὐτῷ, ὅτι οὐ πιστεύσεις ταῖς ἐπαγγελίαις καί τοῖς λόγοις αὐτοῦ· ἀλλ᾿ ὅμως, καί ταῦτα εἰδώς "κατῆλθε κλίνας τούς οὐρανούς" καί γενόμενος ἄνθρωπος διά σέ ἦλθεν ἔνθα κατάκεισαι· καί πολλά καθ᾿ ἑκάστην ἐπισκεπτόμενός σε, ποτέ μέν δι᾿ ἑαυτοῦ, ποτέ δέ καί διά τῶν δούλων αὐτοῦ, παρακαλεῖ σε διαναστῆναι τοῦ ἐν ᾧ κατάκεισαι πτώματος καί ἀκολουθῆσαι αὐτῷ ἐπί τήν βασιλείαν ἀνερχομένῳ τῶν οὐρανῶν καί συνεισελθεῖν αὐτῷ ἐν αὐτῇ. Ποῖος οὖν, εἰπέ μοι, (117) τῆς ἀπωλείας σου καί τῆς σῆς παρακοῆς ἐστιν αἴτιος; Σύ ὁ ἀπειθῶν καί μή θέλων ἀκολουθεῖν τῷ Δεσπότῃ σου, ἤ αὐτός ὁ πλάσας σε Θεός, ὅτι ὡς προγνώστης ᾔδει σε ὡς οὐχ ὑπακούσεις αὐτῷ, ἀλλ᾿ ἐπιμείνῃς τῇ σκληρότητί σου καί ἀμετανοήτῳ καρδίᾳ; Οἶμαι, πάντως ἐρεῖς ὅτι οὐκ ἐκεῖνος αἴτιος, ἀλλ᾿ αὐτός ἐγώ. Οὐ γάρ ἡ πρόγνωσις τοῦ Θεοῦ αἰτία τῆς ἡμετέρας σκληρότητος, ἀλλ᾿ ἡ ἡμετέρα ἀπείθεια.
Προγινώσκει γάρ τά πάντα, τά τε παρελθόντα ὁμοῦ καί τά ἐνεστῶτα, καί τά μέχρι τῆς συντελείας γενήσεσθαι μέλλοντα καί οὕτως αὐτά καθορᾷ ὡς ἤδη ὄντα· καί γάρ παρ᾿ αὐτῷ καί ἐν αὐτῷ τά πάντα ὑφέστηκε. Καί καθάπερ ἐν θεάτρῳ σήμερον τούς τρέχοντας ὁμοῦ καί τούς πυκτεύοντας ὁ βασιλεύς καθορᾷ, ἀλλ᾿ οὔτε τοῖς νικῶσι τῆς νίκης οὔτε τοῖς ἡττωμένοις τῆς ἥττης αἴτιος ταύτης ἤ ἐκείνης καθίσταται, ἡ σπουδή δέ τῶν πυκτευόντων, ἤ ἄλλως ἡ τούτων χαύνωσις, αἰτία τῆς νίκης ἤ τῆς ἥττης αὐτῶν ὑπάρχει, οὕτω μοι νόει καί ἐπ᾿ αὐτοῦ τοῦ Θεοῦ. Τῷ γάρ αὐτεξουσίῳ τιμήσας ἡμᾶς, ἐντολάς τε δούς διδασκούσας ἡμᾶς μᾶλλον τό ὅπως χρή πρός τούς ἀντιπάλους ἀντικαθίστασθαι, ἀφίησιν ἕκαστον αὐτοπροαιρέτως ἤ ἀνθίστασθαι καί νικᾶν τόν ἐχθρόν ἤ χαυνοῦσθαι καί ἡττᾶσθαι ἐλεεινῶς ὑπ᾿ αὐτοῦ. Καί οὐκ ἀφίησι μόνους ἡμᾶς, οἶδε γάρ τῆς ἀνθρωπίνης φύσεως τήν ἀσθένειαν, ἀλλά καί αὐτός ἐκεῖνος συμπάρεστιν ἡμῖν καί μέντοιγε πολεμεῖν προαιρουμένοις συμμαχεῖ καί ἰσχύν μυστικῶς ἐμπαρέχει ἡμῖν καί τήν κατά τοῦ ἐχθροῦ νίκην αὐτός μᾶλλον, ἤ ἡμεῖς ἐργαζόμεθα. Ὅπερ ὁ ἐπίγειος βασιλεύς ποιεῖν οὐ δύναται· ἀσθενής γάρ καί αὐτός ἄνθρωπος ὤν, δέεται μᾶλλον τῶν ὑπό χεῖρα, καθάπερ δεόμεθα καί ἡμεῖς.
Ὁ δέ γε Θεός, ἰσχυρός ὤν καί ἀήττητος, τοῖς βουλομένοις μέν αὐτοπροαιρέτως, ὡς εἴρηται, τῷ ἐχθρῷ πολεμεῖν (118) συμμαχεῖ καί νικητάς αὐτούς ἀποκαθιστᾷ τοῦ πονηροῦ διαβόλου, μή βουλομένους δέ πολεμεῖν ἤ παλαίειν καί τρέχειν οὐκ ἀναγκάζει, ἵνα μή τό αὐτεξούσιον τῆς κατ᾿ εἰκόνα λογικῆς ἡμῶν φύσεως ἀντανέλῃ καί εἰς ἀλόγων τάξιν ἡμᾶς καταγάγῃ. Οὕτω τοιγαροῦν ὁ Θεός ὡς ἐν θεάτρῳ ὄντας ἡμᾶς καθορᾷ, καθά δή καί ὁ ἐπίγειος βασιλεύς τούς ἐν τῷ θεάτρῳ ἀγωνιζομένους ὁρᾷ, ὡς δεδήλωται. Ἀλλ΄ ὁ μέν ἐπίγειος οὐ προγινώσκει τούς ἡττηθῆναι ἤ νικῆσαι ὀφείλοντας, εἰ μή τήν ἔκβασιν τῶν ἀμφοτέρων θεάσοιτο, καί τούς στεφάνους προετοιμάζει μέν, οὐκ οἶδε δέ τίσιν αὐτούς παρέξει· ὁ δέ ἐπουράνιος βασιλεύς ἀκριβῶς καί τούς ἀμφοτέρους πρό τῶν αἰώνων ἐπίσταται. Ὅθεν καί πρός τούς αἰτησαμένους αὐτόν ἐκ δεξιῶν καί ἐξ εὐωνύμων καθίσαι ἐν τῇ δόξῃ αὐτοῦ ἔλεγεν· "Οὐκ ἔστιν ἐμόν τοῦτο δοῦναι ὑμῖν", ἀλλ᾿ ἐκείνοις δοθήσεται οἷς δηλαδή καί ἡτοίμασται.
Τοῦτο τοίνυν καί αὐτός ὁ Παῦλος εἰδώς εἰκότως ἔφη· "Οὕς προέγνω τούτους καί προώρισεν· οὕς δέ προώρισε, τούτους καί ἐκάλεσεν· οὕς δέ ἐκάλεσε, τούτους καί ἐδικαίωσεν". Οὐκοῦν οὐ τό προγινώσκειν τόν Θεόν τούς νικᾶν ἐκ προαιρέσεως καί σπουδῆς μέλλοντας αἴτιον τῆς νίκης, ὡς οὐδέ πάλιν τό προειδέναι αὐτόν τούς πίπτειν καί ἡττᾶσθαι αἴτιον τῆς ἥττης ἐστίν, ἀλλ᾿ ἡ ἑκάστου ἡμῶν σπουδή καί πρόθεσις καί ἡ ἀνδρεία αὐτή πρόξενος ὑπάρχει τῆς νίκης, ἡ δέ ἀπιστία καί ἡ ῥᾳθυμία, ἡ ἀμέλειά τε καί ἡ χαύνωσις, τῆς ἥττης καί ἀπωλείας ἡμῶν. Μή οὖν λέγωμεν, ἐπί κλίνης φιλοκόσμου καί φιληδόνου ἀνακείμενοι· "Οὕς προέγνω ὁ Θεός, τούτους καί προώρισε", καί αὐτό τοῦτο ὅ τι ποτέ λαλοῦμεν μή αἰσθανόμενοι. Ναί, ὄντως προέγνω σε ἀμελῆ καί ἀπειθῆ καί ῥᾴθυμον, οὐ μέντοι δέ προσέταξεν ἡ ὥρισε μή ἔχειν σε ἐξουσίαν μεταμεληθῆναι ἤ διαναστῆναι ἤ πεισθῆναι βουλόμενον. Σύ δέ τοῦτο λέγων (119) ψεύστην φανερῶς ἀποκαλεῖς τόν Θεόν. Ἐκείνου γάρ λέγοντος· "Οὐκ ἦλθον καλέσαι δικαίους ἀλλά ἁμαρτωλούς εἰς μετάνοιαν", σύ, ῥᾳθυμῶν καί μή βουλόμενος μεταστρέψαι καί μεταμεληθῆναι ἀπό τῆς κακίας σου, ἀντιλέγεις οἱονεί αὐτῷ καί ψεύδεσθαι φάσκεις τόν ἀψευδῆ, οὕτω τοιαῦτα προφασιζόμενος. Οἱ μετανοῆσαι μέλλοντες, φησί, προωρισμένοι εἰσίν, ἐγώ δέ ἐξ ἐκείνων οὐκ εἰμί. Τοιγαροῦν καί μετανοήτωσαν ἐκεῖνοι, οὕς δηλονότι προέγνω, οὕς καί προώρισε. Τῆς ἀναισθησίας! Ἀλλ᾿ ὤ ψυχῆς καί αὐτῶν δαιμόνων ἀπονενοημένης καί χείρω! Πότε παρ᾿ ἐκείνων ἠκούσθη τοιοῦτόν τι λαληθέν ῥῆμα; Ποῦ ποτε ἠκούσθη ὅτι δαίμων αἴτιον τῆς ἑαυτοῦ ἀπωλείας εἶπε τόν Θεόν εἶναι; Μή οὖν αἰτιώμεθα τούς δαίμονας· ἰδού γάρ καί ψυχήν ἀνθρώπου χείρονας ἐπινοεῖ βλασφημίας ὑπέρ ἐκείνους.
Πόθεν οὖν ἔμαθες, εἰπέ μοι, ὅτι σύ οὐκ εἶ ἐκ τῶν προεγνωσμένων καί προωρισμένων εἰς τό γενέσθαι συμμόρφους τῆς εἰκόνος τῆς δόξης τοῦ Θεοῦ; Εἰπέ μοι, τίς σοι τοῦτο ἀνήγγειλε; Μή ὁ Θεός ἤ δι᾿ ἑαυτοῦ ἤ διά τῶν αὐτοῦ προφητῶν ἤ καί δι᾿ ἀγγέλου τοῦτο ἐδήλωσεν; Οὐχί, φησί, ἀλλ᾿ ὑπολαμβάνω μήποτε οὐκ εἰμί προεγνωσμένος εἰς τό σωθῆναι καί εἰς μάτην μοι ἅπας ὁ κόπος γενήσεται. Καί διατί μή μᾶλλον ἔχεις ἀπό ψυχῆς ὅτι ὁ Θεός τόν Υἱόν αὐτοῦ τόν μονογενῆ διά σέ μόνον καί τήν σήν σωτηρίαν ἀπέστειλεν ἐπί τῆς γῆς, προεγνωκώς σε καί προορίσας σε ἀδελφόν αὐτοῦ καί συγκληρονόμον γενέσθαι, καί σπουδάζεις ὁλοψύχῳ καρδίᾳ ἀγαπᾶν αὐτόν καί τηρεῖν τάς σωτηρίους αὐτοῦ ἐντολάς, καί πιστεύεις ὅτι διά σέ μᾶλλον σφαγείς οὐκ ἐγκαταλείψει σε οὐδέ ἐάσει σε ἀπολέσθαι; Ἤ οὐκ ἀκούεις αὐτοῦ λέγοντος· "Εἰ ἐπιλήσεται γυνή τά ἔκγονα τῆς κοιλίας αὐτῆς, ἀλλ᾿ἐγώ οὐκ ἐπιλήσομαί σου"; (120) Εἰ δέ προλαμβάνων σύ ἀνάξιον κρίνεις σαυτόν καί ἀφορίζεις ἑκουσίως ἑαυτόν τῆς ποίμνης τῶν προβάτων Χριστοῦ, ὅρα ὅτι οὐδείς ἕτερος, ἀλλά σύ τῆς σῆς ἀπωλείας ὑπάρχεις πρόξενος.
Τοιγαροῦν πᾶσαν ἀπιστίαν καί νωθρείαν καί δισταγμόν ἀπό τῶν ψυχῶν ἡμῶν ἀπορρίψαντες προσέλθωμεν ἐν ὅλῃ καρδίᾳ καί ἀδιστάκτῳ πίστει καί ζέοντι πόθῳ, ὡς νεώνητοι δοῦλοι αἵματι τιμίῳ ἠγορασμένοι· καί τό ὑπέρ ἡμῶν τίμημα αἰδεσθέντες καί τόν τοῦτο καταβαλόμενον Δεσπότην ἡμῶν ἀγαπήσαντες καί ἀποδεξάμενοι τήν πρός ἡμᾶς ἀγάπην αὐτοῦ, γνῶμεν ὅτι, εἰ μή ἐβούλετο σῶσαι δι᾿ αὐτοῦ τούς ἐξαγορασθέντας ἡμᾶς, οὐκ ἄν καί κατήρχετο ἐπί τῆς γῆς, οὐκ ἄν καί ἐσφάζετο δι᾿ ἡμᾶς· ἀλλά, καθώς γέγραπται, θέλων πάντας σωθῆναι τοῦτο πεποίηκεν. Καί ἄκουσον αὐτοῦ τοῦτο λέγοντος· "Οὐκ ἦλθον κρῖναι τόν κόσμον, ἀλλά σῶσαι τόν κόσμον". Ἀλλ᾿ ἐπί τό προκείμενον ἐπανέλθωμεν. Πηγή: Ὀρθόδοξοι Πατέρες http://www.orthodoxfathers.com/Logoi-Agioy-Symeon-neoy-THeologoy/Protreptikos-ek-prooimion-metanoian-riton-Apostoloy-Oys-proegno-to">Ὀρθόδοξοι Πατέρες
Τί τό φρικτόν μυστήριον, ὅ ἐν ἐμοί τελεῖται; Λόγος ἐκφράζειν οὐδαμῶς ἰσχύει, οὐδέ γράφειν ἡ χείρ μου ἡ ταλαίπωρος εἰς ἔπαινον καί δόξαν τοῦ ὄντος ὑπέρ ἔπαινον, τοῦ ὄντος ὑπέρ λόγον. 5 Εἰ γάρ τά νῦν τελούμενα ἐν ἐμοί τῷ ἀσώτῳ ἄρρητα, ἀνεκλάλητα πέλουσι, πῶς ἐκεῖνος, ὁ τῶν τοιούτων παροχεύς καί ποιητής, εἰπέ μοι, ἔπαινον χρῄζει παρ᾿ ἡμῶν ἤ δόξαν προσλαβέσθαι; Οὐδέ γάρ δοξασθήσεται ὁ ὤν δεδοξασμένος, 10 ὡς οὐδέ λαμπρυνθήσεται ἤ φωτός μεταλάβοι ὁ παρ᾿ ἡμῶν βλεπόμενος ἥλιος ἐν τῷ κόσμῳ˙ φωτίζει, οὐ φωτίζεται˙ φαίνει, φῶς οὐ λαμβάνει. Ἔχει γάρ, ὅπερ ἔλαβεν, ἐξ ἀρχῆς, ἐκ τοῦ κτίστου. Εἰ οὖν ποιήσας ἥλιον Θεός ὁ πάντων κτίστης 15 ἀνενδεῆ πεποίηκεν, ἄφθονον σέλας φαίνειν καί μηδαμῶς παρά τινος ἄλλου πλείονος χρῄζειν, πῶς δόξαν λάβοι παρ᾿ ἐμοῦ τοῦ τεταπεινωμένου; Ἀνενδεής γάρ παντελῶς ὁ τοῦ ἡλίου κτίστης, ὁ ἐμπιπλῶν τά σύμπαντα τῶν ἀγαθῶν ἁπάντων 20 νεύματι βουλήματι τήν ἰσχύν κεκτημένος. Ἐν τούτῳ καί ἡ γλῶσσά μου ἐξαπορεῖ ῥημάτων καί τά τελούμενα ὁ νοῦς ὁρᾷ, οὐχ ἑρμηνεύει˙ βλέπει καί βούλεται εἰπεῖν καί λόγον οὐχ εὑρίσκει˙ ἀόρατα γάρ καθορᾷ, ἀνείδεα εἰς ἅπαν, 25 ἁπλᾶ, πάντῃ ἀσύνθετα, ἄπειρα τῷ μεγέθει. Οὔτε ἀρχήν γάρ καθορᾷ, οὐ τέλος ὅλως βλέπει; Ἀνακεφαλαιούμενον ὅλον, δοκῶ, ὁρᾶται˙ οὐ τῇ οὐσίᾳ πάντως δέ, ἀλλά τῇ μετουσίᾳ. Ἐκ τοῦ πυρός ἀνάπτεις γάρ καί πῦρ ὅλον λαμβάνεις, κἀκεῖνο μένει ἄτμητον, ἀνέκλειπτον ὡς πρῴην, πλήν τό μεταδιδόμενον χωρίζεται τοῦ πρώτου καί εἰς λαμπάδας γίνεται πολλάς˙σωματικόν γάρ. Ἐκεῖνο δέ πνευματικόν, ἀμέριστον ὑπάρχον, 35 καί παντελῶς ἀχώριστον καί ἄτμητον ὑπάρχει˙ οὐ γάρ μεταδιδόμενον εἰς πολλά διαιρεῖται, ἀλλά καί μένει ἄτμητον καί ἐν ἐμοί ὑπάρχει˙ ἐξανατέλλει ἐν ἐμοί ἔνδοθεν τῆς ταλαίνης καρδίας μου ὡς ἥλιος ἤ ὡς δίσκος ἡλίου σφαιροειδής διεκνύμενος, φωτοειδής, ὡς φῶς γάρ. Οὐκ οἶδα, καθώς εἴρηται, τί εἴπω περί τούτου, καί ἤθελον τοῦ σιωπᾶν, εἴθε καί ἐδυνάμην, ἀλλά τό θαῦμα φρικτόν κινεῖ μου τήν καρδίαν καί ἐξανοίγει στόμα μου τό κατεσπιλωμένον, καί μή βουλόμενον ποιεῖ λαλεῖν μέ τε καί γράφειν. Ὁ ἀνατείλας ἄρτι μου ἐν σκοτεινῇ καρδίᾳ, ὁ δείξας μοι θαυμάσια, ἅ ὀφθαλμοί οὐκ εἶδον, ὁ κατελθών καί ἐν ἐμοί ὡς εἰς ἔσχατον πάντων, ὁ ἀποστόλου μαθητήν καί υἱόν ἀποδείξας ἐμέ, ὅν εἶχεν ὁ δεινός δράκων καί βροτοκτόνος τό πρίν ἐργάτην ὑπουργόν πάσης παρανομίας, ὁ πρό αἰώνων ἥλιος ὁ ἐν τῷ ᾅδη λάμψας, ὕστερον καί φωτίσας μου ψυχήν ἐσκοτισμένην καί χαρισάμενος ἐμοί ἀνέσπερον ἡμέραν, 55 τό δύσπιστον τοῖς κατ᾿ ἐμέ ὀκνηροῖς καί ῥαθύμοις, ὁ πλήσας πάντων ἀγαθῶν τήν ἐν ἐμοί πτωχείαν, αὐτός καί λόγον δώρησαι καί ῥήματα παράσχου τοῦ πᾶσι διηγήσασθαι τάς σάς τερατουργίας καί ἅπερ σήμερον ποιεῖς μεθ᾿ ἡμῶν τῶν σῶν δούλων, 60 ἵνα καί οἱ καθεύδοντες ἐν σκότει ῥαθυμίας καί λέγοντες˙ Ἀδύνατον ἁμαρτωλούς σωθῆναι καί, ὥσπερ Πέτρον καί λοιπούς ἀποστόλους, ἁγίους, ὁσίους καί δικαίους τε, αὐτούς ἐλεηθῆναι, γνώσωσι καί μαθήσωνται, ὅτι εὔκολον τοῦτο τῇ ἀγαθότητι τῇ σῇ ἦν καί ἐστί καί ἔσται! Καί οἱ δοκοῦντες ἔχειν σέ, τό φῶς παντός τοῦ κόσμου, καί μή βλέπειν σε λέγοντες, μή ἐν φωτί διάγειν, μή λάμπεσθαι, μή καθορᾶν ἀενάως σε, Σῶτερ, μάθωσιν, ὡς οὐκ ἔλαμψας αὐτῶν ἐν διανοίᾳ, 70 οὐδέ κατῴκησας αὐτῶν τήν ῥυπαράν καρδίαν καί μάτην ἐπαγάλλωνται ἐπί κεναῖς ἐλπίσιν οἰόμενοι θεάσασθαι τό φῶς σου μετά τέλος. Ὁ ἀραββών ἐντεῦθεν γάρ, ἡ σφραγίς πάντως ὧδε παρά σοῦ, Σῶτερ, δίδοται τοῖς δεξιοῖς προβάτοις˙ 75 εἰ γάρ ἑκάστου θάνατος ὁ συγκλεισμός τυγχάνει μετά τέλος ἄπρακτα πᾶσιν ἐπίσης ἔστι καί οὔτε φαῦλον ἤ καλόν δύναταί τις ποιῆσαι, Σωτήρ μου, πάντως ἕκαστος, ὡς εὑρεθῇ, καί ἔσται. Τοῦτο φοβεῖ με, Δέσποτα, τοῦτο ποιεῖ με τρέμειν, τοῦτο ἐκτήκει ἅπαντα τά αἰσθητήριά μου, ὅτι τυφλός ἀποθανών καί μεταστάς ἐκεῖσε οὐκέτι τοῦτον ἥλιον αἰσθητῶς θεωρήσει, εἰ καί τό φῶς τῶν ὀφθαλμῶν ἀναστάς πάλιν λάβοι˙ οὕτως οὐδ᾿ ὁ τόν νοῦν ἔχων τυφλόν, εἰ ἀποθάνοι, τόν νοητόν θεάσεται ἥλιόν σε, Θεέ μου, ἀλλά ἐκ σκότους ἐξελθών πρός σκότος ἐνδημήσει καί εἰς αἰῶνας ἔσεται ἐκ σοῦ κεχωρισμένος. Μηδείς ἀνθρώπων, Δέσποτα, τῶν εἰς σέ πιστευόντων, μηδείς τῶν εἰς τό ὄνομα τό σόν βεβαπτισμένων τό μέγα τοῦτο καί φρικτόν ὑποστήσεται βάρος τοῦ χωρισμοῦ σου, εὔσπλαχνε˙ δεινή γάρ αὕτη θλῖψις, δεινή, ἀνυπομόνητος, αἰώνιος ἡ λύπη. Τί γάρ καί χεῖρον ἔσεται τοῦ χωρισμοῦ σου, Σῶτερ; 95 Τί δέ ὀδυνηρότερον ζωῆς διαζευχθῆναι καί ζῆν ἐκεῖθεν ὡς νεκρός ζωῆς ἐστερημένος, ἁπάντων τε τῶν ἀγαθῶν ὁμοῦ ἀποστερεῖσθαι; Σοῦ γάρ ὁ χωριζόμενος παντός καλοῦ στερεῖται˙ οὐ γάρ, ὡς ἔστιν ἐπί γῆς τά νῦν, ἔσται καί τότε˙ νῦν γάρ οἱ ἀγνοοῦντές σε σωματικῶς τρυφῶσιν ἐνταῦθα καί ἀγάλλονται ὡς ἄλογα σκιρτῶντες, ἅπερ δέδωκας ἔχοντες εἰς ἀπόλαυσιν βίου καί ταῦτα μόνα βλέποντες, οὕτως εἶναι δοκοῦσι καί τά μετά τήν ἔξοδον τῆς ψυχῆς καί τοῦ βίου. Ἀλλά κακῶς τεκμαίρονται, ἀλλά κακῶς φρονοῦσιν 105 οἱ λέγοντες μή μετά σοῦ, ἀλλ᾿ ἐν ἀνέσει εἶναι καί τόπον ἑτοιμάζοντες τινά - ὤ ἀφροσύνης! – μήτε φωτός μετέχοντα καί σκότους ἀμοιροῦντα, τῆς βασιλείας ἔξωθεν, ἀλλά καί τῆς γεέννης, καί τοῦ νυμφῶνος πόρρωθεν καί τοῦ πυρός τῆς δίκης, ἐν ᾧ καί οἱ ταλαίπωροι εὔχονται καταντῆσαι καί λέγουσι μή χρῄζειν σου τήν αἰώνιον δόξαν ἤ βασιλείαν οὐρανῶν, ἀλλ᾿ ἐν ἀνέσει εἶναι. Φεῦ τῆς αὐτῶν σκοτώσεως, φεῦ τῆς αὐτῶν ἀγνοίας, φεῦ τῆς ταλαιπωρίας τε καί τῶν κενῶν ἐλπίδων! 115 Οὐδαμοῦ τοῦτο γέγραπται, οὐδέ γάρ ἔσται τοῦτο, ἀλλ᾿ ἐν φωτί μέν ἀγαθῶν οἱ πεπραχότες θεῖα, ἐν σκότει δ᾿ ἔσονται ποινῶν οἱ τῶν φαύλων ἐργάται, μέσον δέ χάσμα φοβερόν ἑκατέρους διεῖργον, ὡς αὐτός σύ ἐδίδαξας, ὁ ἑτοιμάσας ταῦτα. 120 Τῷ γάρ μέσον ἐμπίπτοντι ἀνθρώπῳ ὑπέρ πᾶσαν βάσανον ἔσται φοβεράν τοῦτο καί τιμωρίαν, εἰς ἄββυσον κολάσεων , εἰς χάος ἀπωλείας ἐγκυβιστῶντι δυστυχῶς καί καταφερομένῳ, οὗ ἐπιβῆναι δυσχερές τοῖς οὖσιν ἐν βασάνοις, 125ἵνα διαπεράσωσιν ἐν τῇ γῇ τῶν δικαίων, οἵ προαιροῦνται ἐν πυρί δεινῶς ἀποτεφροῦσθαι ἤ γάρ εἰς χάος τό φρικτόν ἑαυτούς ἐπιρρῖψαι. Οἱ οὖν ἐκεῖ εὐχόμενοι γενέσθαι μετά πότμον πολλῶν δακρύων ἄξιοι τυγχάνουσι καί θρήνων, 130 ὅτι ὡς κτήνη ἄλογα ὅλως ἀναισθητοῦσι καί ἑαυτῶν κατεύχονται καί ἑαυτούς πλανῶσιν. Σύ βασιλεία οὐρανῶν, σύ γῆ, Χριστέ, πραέων, σύ χλόης ὁ παράδεισος, σύ ὁ νυμφών ὁ θεῖος, σύ ὁ παστός ὁ ἄρρητος, σύ ἡ τράπεζα πάντων, 135 σύ εἶς ὁ ἄρτος τῆς ζωῆς, σύ καινότατον πόμα, σύ καί ὁ κρατήρ τοῦ ὕδατος, σύ καί ζωῆς τό ὕδωρ, σύ καί λαμπάς καθ᾿ ἕκαστον ἄσβεστος τοῖς ἁγίοις, σύ καί χιτών καί στέφανος καί διαιρῶν στεφάνους, σύ καί χαρά καί ἄνεσις, σύ τρυφή τε καί δόξα, 140 σύ καί ἡ ἀγαλλίασις, σύ καί ἡ εὐφροσύνη, καί λάμψει ὥσπερ ἥλιος ἡ χάρις σου, Θεέ μου, τοῦ Παναγίου Πνεύματος ἐν πᾶσι τοῖς ἁγίοις, καί λάμψεις ὁ ἀπρόσιτος ἥλιος τούτων μέσον καί πάντες ἐλλαμφθήσονται κατά ἀναλογίαν 145 τῆς πίστεως, τῆς πράξεως, ἐλπίδος καί ἀγάπης, καθάρσεως καί φωτισμοῦ τοῦ ἐκ τοῦ Πνεύματός σου, Θεέ, μόνε μακρόθυμε καί κριτά τῶν ἁπάντων, οἷς μοναί λογισθήσονται διάφοροι καί τόποι, τά μέτρα τῆς λαμπρότητος, τά μέτρα τῆς ἀγάπης, 150 τῆς θεωρίας τε τῆς σῆς, τό πόσον ἔσται πάλιν μεγαλειότητος αὐτῆς δόξα, τρυφή καί κλέος εἰς διαιρέσεις οἰκιῶν καί μονῶν παραδόξων. Τοῦτο σκηναί διάφοροι, τοῦτο πολλαί οἰκίαι, τοῦτο στολαί λαμπρόταται πολλῶν ἀξιωμάτων 155 καί στέφανοι παμποίκιλοι, λίθοι καί μαργαρῖται καί ἄνθη τά ἀμάραντα ξένην ἔχοντα θέαν˙ τοῦτο καί κλίναι καί στρωμναί καί τράπεζαι καί θρόνοι καί ἅπαν, ὅπερ εἰς τρυφήν ἡδύτατον ὑπάρχει, ἦν καί ἐστί καί ἔσεται τό βλέπειν σε καί μόνον. 160 Οἱ οὖν, καθάπερ εἴρηται, μή βλέποντες τό φῶς σου, μή παρά σοῦ βλεπόμενοι, ἀλλά κεχωρισμένοι τῆς παναγάθου θέας σου, τῶν ἀγαθῶν στεροῦνται. Ποῦ ἄν εὕρωσιν ἄνεσιν, ποῦ ἀνώδυνον τόπον; Ἐν τίνι κατοικήσουσιν εὐθεῖς μή γεγονότες; 165Σύν τῷ προσώπῳ σου καί γάρ εὐθεῖς κατοικιοῦσι˙ μεμόρφωσαι καί γάρ αὐτῶν ἐν τῇ εὐθεῖ καρδίᾳ καί κατοικοῦσι σύν τῇ σῇ μορφῇ ἐν σοί, Χριστέ μου. Ὤ θαῦμα, ὤ παράδοξον ἀγαθωσύνης δῶρον! Ἐν τῇ μορφῇ τῇ τοῦ Θεοῦ τούς ἀνθρώπους γενέσθαι 170 καί μορφωθῆναι ἐν αὐτοῖς τόν ἀχώρητον πᾶσι, τόν ἀναλλοίωτον Θεόν, τόν ἄτρεπτον τῇ φύσει, τόν εἰς πάντας βουλόμενον ἐνοικειν τούς ἀξίους, ὡς ὅλον ἔχειν ἕκαστον ἐντός τόν βασιλέα, τήν βασιλείαν τε αὐτήν καί τά τῆς βασιλείας 175 καί λάμπειν, ὥσπερ ἔλαμψεν ἀναστάς ὁ Θεός μου, ὑπέρ ἡλίου τάς βολάς τοῦ ὁρωμένου τούτου καί οὕτως τῷ δοξάσαντι αὐτούς παρεστηκότες ἔκθαμβοι διαμείνουσιν ὑπερβολῇ τῆς δόξης καί προσθήκῃ διηνεκεῖ λαμπρότητος τῆς θείας˙ 180 οὐδέ γάρ τέλος ἔσεται προκοπῆς εἰς αἰῶνας, ἡ στάσις τῆς προσθήκης γάρ τοῦ ἀτελέστου τέλους ποιήσει καί κατάληψιν πάντως ἀκαταλήπτου, καί προσκορής γενήσεται ὁ ἀκόρεστος πᾶσιν. Ἀλλά τό πλήρωμα αὐτοῦ καί τοῦ φωτός ἡ δόξα 185 ἄβυσσος ἔσται προκοπῆς, ἀτέλεστος ἀρχή δέ˙ καί ὥσπερ ἔχοντες Χριστόν ἔνδον μεμορφωμένον τούτῳ αὐτῷ παρίστανται λάμποντι ἀπροσίτως˙ οὕτω τό τέλος ἐν αὐτοῖς ἀρχή τυγχάνει δόξης, καί - ἵνα σοι σαφέστερον τό νόημα ποιήσω – 190 ἐν τέλει ἕξουσιν ἀρχήν καί ἐν ἀρχῇ τό τέλος. Τόν ὑπερπλήρη νόει μοι ἀνενδεῆ προσθήκης, τοῦ ἀτελοῦς τό τέλος δέ τούς τρέχοντα μή φθάνειν. Εἰ γάρ παρέλθῃ οὐρανός ὁ ὁρώμενος οὗτος καί γῆ καί πάντα τά ἐν γῇ, στοχάσθητι, τί εἶπον˙ 195 ἔσται τόπου κατάληψις, ἔνθα τέλος εὑρήσεις˙ οὐ λέγω σοι σωματικόν, ἀλλά νοΐ ἰσχύσεις καταλαβεῖν τό πλήρωμα τοῦ ἀσωμάτου κόσμου˙ οὐ κόσμος δέ, ἀλλά ἀήρ ὑπάρχει ὥσπερ πρῴην˙ οὐδέ ἀήρ, ἀλλ᾿ ἄφθεγκτος χῶρος, ὅνπερ τό πᾶν καλοῦσι, 200 καί ἔστιν ἄβυσσος ἀτέλεστος εἰς ἅπαν, ἐξ ἴσης ὅλον πάντοθεν, μερῶν ἐξ ἑκατέρων˙ τοῦτο τό πᾶν πεπλήρωται θεότητος τῆς θείας. Οἱ οὖν αὐτοῦ μετέχοντες, ἐν αὐτῷ τε οἰκοῦντες, πῶς ὅλον περιλάβωσιν, ἵνα καί κορεσθῶσιν; 205 Ἤ πῶς τοῦ τέλους δράξωνται τοῦ ἀτελοῦς, εἰπέ μοι; Ἀδύνατον καί πάντῃ δέ ἀμήχανον ὑπάρχει˙ οὔτε γάρ ὧδε πέλουσιν ἐν σαρκί τοῖς ἁγίοις, οὔτε ἐκεῖ ἐν τῷ Θεῷ μεταστᾶσι τοιαύτη ἔννοια ὅλως ἐν αὐτοῖς ὑπεισελθεῖν ἰσχύει˙ 210 καί γάρ κατακαλύπτονται φωτί τῆς θείας δόξης, ἐλλάμπονται καί λάμπουσι καί τρυφῶσιν ἐν τούτοις καί ἴσασιν ὡς ἀληθῶς πᾶσῃ πληροφορίᾳ, ὡς ἔσεται ἀτέλεστος ἡ τούτων τελειότης καί ἡ τῆς δόξης προκοπή ἀέναος ὑπάρξει. 215 Οἱ δέ Θεοῦ ἐκπίπτονες θαυμάζω, ποῦ καί στῶσιν, ἀπό τοῦ ὄντος πανταχοῦ ἀφεστηκότες πόρρω, καί ὄντως φρίκης, ἀδελφοί, θαῦμα μεγάλης γέμον, δεόμενόν τε λογισμοῦ νοός πεφωτισμένου, ἵνα καλῶς νοήσειε τοῦτο καί μή ἐμπέσῃ 220 εἰς αἵρεσιν ὡς ἀπιστῶν Θείου Πνεύματος λόγους. Ἐντός μέν πάντως τοῦ παντός ὑπάρξουσι καί οὗτοι, ἔξω τοῦ θείου δέ φωτός καί Θεοῦ ὄντως ἔξω˙ ὥσπερ γάρ οἱ μή βλέποντες λάμποντος τοῦ ἡλίου, κἄν ὅλοι περιλάμπωνται, ἔξω φωτός τελοῦσιν, 225 αἰσθήσει θεωρίᾳ τε κεχωρισμένοι τούτου˙ οὕτως ἐστίν ἐν τῷ παντί φῶς τῆς Τριάδος θεῖον καί μέσον οἱ ἁμαρτωλοί ἐν σκότει καθειργμένοι, μή βλέποντες, μή αἴσθησιν ὅλως ἔχοντες θείαν, ἀλλά κατακαιόμενοι αὐτῶν τῇ συνειδήσει 230 καί καταδικαζόμενοι, ἀπόρρητον τήν θλῖψιν καί τήν ὀδύνην ἄφθεγκτον ἕξουσιν εἰς αἰῶνας.
Πηγή: Ὀρθόδοξοι Πατέρες
Τοιγαροῦν ἐάσωμεν τάς ματαίας καί ἀνωφελεῖς συζητήσεις καί μή τά τοῦ καιροῦ πρό καιροῦ μανθάνειν σπουδάζωμεν, πειθώμεθα δέ μᾶλλον οὕτω λέγοντι τῷ Δεσπότῃ. "Ἐρευνᾶτε τάς Γραφάς". Ἐρευνᾶτε καί μή πολυπραγμονεῖτε. Ἐρευνᾶτε τάς Γραφάς καί μή ἔξωθεν τῶν ἁγίων Γραφῶν συζητήσεις ποιεῖσθε. Ἐρευνᾶτε τάς Γραφάς, ἵνα περί πίστεως καί ἐλπίδος καί ἀγάπης διδάσκησθε· (96) περί πίστεως, ἵνα μή παντί ἀνέμῳ συμπεριφέρησθε κατά τήν κυβείαν τῶν ἀστηρίκτων ἀνθρώπων, ἀλλά διά δογμάτων ὀρθῶν τῆς ἀποστολικῆς καί καθολικῆς Ἐκκλησίας στερεοῦσθε καί τόν "λόγον ὀρθοτομεῖτε" αὐτῆς. Οὐ μόνον δέ, ἀλλά καί τόν τῆς πίστεως καρπόν καί τό ἐκ ταύτης ὄφελος διά τῆς πράξεως τῶν ἐντολῶν τοῦ ἐκζητεῖν διδαχθήσεσθε καί, ὅταν εὑρεῖν τοῦτο δυνηθῆτε, τηνικαῦτα καί τήν ἐλπίδα ἀκαταίσχυντον κτήσεσθε καί τήν πρός Θεόν ἀγάπην ἐν αὐτῇ ὁλικήν ἕξετε. Ἄλλως γάρ ἀδύνατον παντί ἀνθρώπῳ τήν πρός Θεόν ἀγάπην τελείαν κτήσασθαι εἰ μή διά πίστεως ἀκραιφνοῦς καί ἐλπίδος βεβαίας καί ἀδιστάκτου. Τί οὖν καταλιπόντες τό ἀνακρίνειν ἑαυτούς περί τούτων, καί εἰ ἄρα πίστιν ἔσχομεν πρός τόν Θεόν τοιαύτην οἵαν αὐτός ἐκεῖνος, ὁ καί κρῖναι μέλλων, καί ἀπαιτῆσαι ταύτην ἡμᾶς λέγει, τά ὑπέρ ἡμᾶς πολυπραγμονοῦμεν, καί ταῦτα, μηδέ τά ἐν ποσίν εἰδότες ποσῶς;
Ὁποία δέ ἐστιν ἡ πίστις ἥν ἀπαιτούμεθα πρός Θεοῦ καί ποταπή ἥν ὀφείλομεν πρός αὐτόν ἔχειν, αὐτός οὗτος διά τῶν εὐαγγελίων ἐδήλωσεν, οὕτως εἰπών· "Ὁ θέλων ὀπίσω μου ἐλθεῖν ἀπαρνησάσθω ἑαυτόν καί ἀράτω τόν σταυρόν αὐτοῦ καί ἀκολουθείτω μοι· ὅστις γάρ ἔρχεται πρός με καί οὐ μισεῖ τόν πατέρα αὐτοῦ καί τήν μητέρα καί τούς ἀδελφούς καί τάς ἀδελφάς ἔτι δέ καί τήν ἑαυτοῦ ψυχήν οὐ δύναταί μου εἶναι μαθητής". Καί πάλιν· "Ὁ εὑρών τήν ψυχήν αὐτοῦ" ἐν τοῖς εἰρημένοις δηλονότι "ἀπολέσει αὐτήν· ὅς δ᾿ ἄν ἀπολέσῃ τήν ψυχήν αὐτοῦ ἕνεκεν ἐμοῦ καί τοῦ εὐαγγελίου μου" ἤγουν τῆς τῶν ἐντολῶν μου ἐκπληρώσεως "εἰς ζωήν αἰώνιον εὑρήσει αὐτήν". Ἠκούσατε τῆς πίστεως τά γνωρίσματα; Ἀρκεῖσθε τοῖς εἰρημένοις ἤ ἔτι χρείαν ἔχετε καί τῶν ἑξῆς ἀναμνησθῆναι;
(97) Εἰ οὖν βούλεσθε μαθεῖν ὅτι τοιαύτην πίστιν ἀπαιτεῖ ἡμᾶς ὁ Θεός, ὥστε μηδέ περί τῆς παρούσης ταύτης ζωῆς τό καθόλου φροντίζειν πιστεύοντας εἰς αὐτόν, ἐξ αὐτοῦ μάθετε ἀκριβῶς τοῦ Κυρίου οὕτω διαρρήδην βοῶντος· "Μή μεριμνήσητε περί τῆς αὔριον τί φάγητε ἤ τί πίητε ἤ τί ἐνδύσησθε". Κατά μικρόν δέ ἀνάγων ἐπί τά τελεώτερά φησιν· "Ἐάν τις σε ῥαπίσῃ εἰς τήν δεξιάν σιαγόνα, στρέψον αὐτῷ καί τήν ἄλλην· καί τῷ θέλοντί σοι κριθῆναι καί τόν χιτῶνά σου λαβεῖν ἄφες αὐτῷ καί τό ἱμάτιον· καί τῷ αἴροντι τά σά μή ἀπαίτει". Καί ἔτι καθ᾿ ὑπερβολήν εἰς ὑπερβολήν πίστεως εὔχεσθαι καί ἀγαπᾶν κελεύει τούς ἐχθρούς καί καλῶς ποιεῖν τοῖς μισοῦσιν ἡμᾶς καί ὑπέρ τῶν ἐπηρεαζόντων ἡμᾶς εὔχεσθαι. Καί ἄλλα πλείονα κελεύει ποιεῖν ἡμᾶς ἐξ ὧν πρότερον δηλονότι δείκνυται ἡ πρός αὐτόν πίστις ἡμῶν, καί τότε τό πιστούς ἡμᾶς εἶναι λέγειν χρεών· χωρίς γάρ τούτων νεκρά ἡ πίστις ἡμῶν καί ἡμεῖς νεκροί δηλονότι.
Ἐρεύνησον τοιγαροῦν σεαυτόν ἀκριβῶς, ὦ οὗτος, καί ἐάν μηδέν τῶν εἰρημένων ἐλλείψαντα σεαυτόν εὑρήσῃς, ἀλλά πάντα μεθ᾿ὑπερβολῆς ἀπό ζεούσης καρδίας καί προθέσεως πράξαντα, πάντως ἔχειν ἐν φωτί κατανοήσεις ἑαυτόν καί ἐλπίδα ἀκαταίσχυντον, οὐχί τήν ἐξ οἰήσεως ἐν τοῖς ἀπολλυμένοις προσγινομένην, ἧς τό μάταιον καί ἀπατηλόν οὐδείς τῶν κεκτημένων αὐτήν ἐπιγνῶναι δύναται, ἀλλά τήν χρηστήν ἐλπίδα καί ἀληθινήν ἐν ἀληθινῷ καί ἀκαταισχύντῳ φωτί. Ἐν ταύτῃ δέ ὥσπερ ἐπ᾿ ὀχήματι χερουβικῷ κατίδοις τήν ἀγάπην ἐποχουμένην, ἥτις ἐστίν ὁ Θεός· ἥν ἐάν οὕτως εὑρών ἴδῃς, οὐ πολυπραγμονήσεις ἔκτοτε τῶν μελλόντων καί ἀοράτων οὐδέν, ἀλλά καί ἄλλους ἐπιστομίσεις καί παραγγείλῃς μή (98) πολυπραγμονεῖν τι μηδέ συζητεῖν περί τῶν ἐκεῖσε, ὡς αὐτῇ τῇ πείρᾳ μαθών ὅτι νῷ καί λόγῳ ἀκατάληπτα καί ἄφραστα πάντα εἰσί τά ἐκεῖσε. Εἰ δέ τά πιστόν σε τέως καί χριστιανόν ποιοῦντα ἐν πρώτοις γνωρίζεσθαι οὐκ ἔπραξας, ἀλλά μετά τῶν ἀπίστων πιστός καί μετά τῶν πιστῶν κατακεκριμένος ὑπό τοῦ συνειδότος ὡς ἄπιστος εἶ, καί οὐκέτι τελείαν ἔχεις ἐλπίδα καί πληροφορίαν σωθήσεσθαι, οὐδέ ὡς ὁ ἅγιος Παῦλος λέγειν καί σύ δύνασαι· "Τόν ἀγῶνα τόν καλόν ἠγώνισμαι, τόν δρόμον τετέλεκα, τήν πίστιν τετήρηκα· λοιπόν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὅν ἀποδώσει μοι ὁ Κύριος ὁ δίκαιος κριτής", τί πολυπραγμονεῖς καί μαθεῖν ἐρωτᾷς, εἰ ἄρα μέλλουσιν γνωρίζειν οἱ ἅγιοι ἀλλήλους ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅταν ἐν τῇ θεωρίᾳ τοῦ ἐπί πάντων Θεοῦ γενόμενοι ὁρῶσιν αὐτόν; Τί σοι ἔσται ἐκ τούτου ὄφελος; Εἰπέ μοι.
Ἤθελον γάρ ἀκοῦσαι καί μαθεῖν παρά σοῦ τί σοι τό ὄφελος, ὑπό τοῦ συνειδότος, ὡς ἔφαμεν, κρινομένῳ σοι, ἐπειδή τάς ἐνταλθείσας ὑπό τοῦ Χριστοῦ μερίδα μή ἔχοντι, ἐάν τάς ἐν τῇ βασιλείᾳ αὐτοῦ ἀπολαύσεις καί δόξας καί τρυφάς καί ἀποκαταστάσεις μάθῃς διδασκόμενος παρ᾿ ἡμῶν. Οὐδέν οὐδαμῶς πάντως, ἀλλά καί κατάκριμα μεῖζον μᾶλλον σεαυτῷ προξενήσεις, ὅτι καί ταῦτα μαθών κατεφρόνησας καί τήν οἴησιν ἀποβαλέσθαι καί ταπείνωσιν κτήσασθαι οὐκ ἠθέλησας. Ἄλλως δέ καί ἐρωτῶντί μοι πρᾴως, ἐν εἰρήνῃ σύ ἀποκρίθητι. Παιδί μικρῷ μηδέ τά στοιχεῖα καταδεξαμένῳ τῶν γραμμάτων μαθεῖν, τά περί γραμματικῆς καί ῥητορικῆς ζητοῦντι διερμηνεύεσθαι, ἆρα ἀνέξεταί ποτε ἄνθρωπος, λογισμοῦ κύριος ὤν, κἄν λόγου ψιλοῦ ἀξιῶσαι τήν ἀφροσύνην αὐτοῦ, καί οὐχί μᾶλλον ἀπώσεται ὡς ἄφρονα καί παιδικά φρονοῦντα καί (99) ἀναισθήτως αἰτοῦντα τά ὑπέρ τήν ἑαυτοῦ δύναμιν; Εἰ δέ ἐν τούτοις δίκαιον τοῦτο καί πρέπον ἐστί, πόσῳ μᾶλλον ἐν τοῖς ὑπέρ λόγον καί νοῦν καί διάνοιαν; Εἰ δέ καί τά στοιχεῖα τῶν γραμμάτων μή μάθῃ τις, ἀκούσει δέ ἅπερ δι᾿ ἑτέρων λέξεων οἱ Ἕλληνες συνεγράψαντο καί νοήσει αὐτά τῇ ἰδίᾳ διαλέκτῳ λεγόμενα, οὐδέν θαυμαστόν, ἐπειδή περί αἰσθητῶν ὁ λόγος αὐτοῖς καί μάταιοι περί ματαίων πραγμάτων αἱ διηγήσεις αὐτῶν.
Τά δέ περί οὗ ἐρωτᾷς οὐ τοιαῦτα, ἀλλ᾿ ὁποῖα καί πῶς; Ὡς ὁ προφήτης λέγει Δαβίδ· "Καί ἔκλινεν οὐρανούς καί κατέβη καί γνόφος ὑπό τούς πόδας αὐτοῦ". Τίς οὗτος ὁ γνόφος; Ἡ σάρξ αὐτή τοῦ Κυρίου, περί ἧς καί Ἰωάννης ὁ μέγας πρόδρομος αὐτοῦ ὕστερον ἔφη· "Οὗ οὐκ εἰμί ἱκανός κύψας λῦσαι τόν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ". Κατέβη τοίνυν καί ἦλθεν ἀντί γνόφου περικείμενος τήν σάρκα. Καί αὖθις· "Ἐπέβη ἐπί Χερουβίμ καί ἐπετάσθη, ἐπετάσθη ἐπί πτερύγων ἀνέμων. Καί ἔθετο σκότος ἀποκρυβήν αὐτοῦ· κύκλῳ αὐτοῦ ἡ σκηνή αὐτοῦ". Ὁρᾷς ὅπως οὐ περί αἰσθητῶν σοι πραγμάτων ἡ ἔρευνα, ἀλλά περί θείων καί ἀκαταλήπτων καί οὐ ῥᾳδίως παρά πάντων καταλαμβανομένων; Εἰ γάρ γνόφον καί σκότος ἔθετο ἀποκρυβήν τῶν μυστηρίων αὐτοῦ καί πολλοῦ δέεταί τις φωτός τοῦ παναγίου Πνεύματος εἰς τήν κατανόησιν τῶν ἀποκεκρυμμένων αὐτοῦ μυστηρίων, πῶς, μήπω τοῦ θείου φωτός κατοικητήριον γεγονώς, ἐρευνᾷς ἅ μαθεῖν οὐκ ἰσχύσεις, ἀτελής ἔτι καί ἀφώτιστος ὤν; Ἵνα γάρ μή ὑπολάβῃς, ὡς ἐν σκότει καθήμενος, ὅτι κἀκεῖνος ἐν τῷ σκότει γεγονώς ἐκρύβη, "κύκλῳ αὐτοῦ τήν σκηνήν αὐτοῦ" ἔφη ὁ προφήτης Δαβίδ· σκηνήν δέ λέγει ἥν ὁ Παῦλος φῶς ὀνομάζει – "φῶς γάρ, φησίν, οἰκῶν ἀπρόσιτον "- , ἀμφότεροι τό ἀκατάληπτον καί ἄστεκτον αὐτοῦ τῆς(100) θεότητος δηλοῦντες, οὐχί δέ περιοριστόν ποιοῦντες τό θεῖον, ἀλλ᾿ οἷον οὕτω πως τόν λόγον ποιούμενοι πρός τούς περιεργότερον ἔχοντάς φασι. Μή ὑπολάβετε, ὦ ἀνόητοι, ὅτι ἐν σκότει ὁ ἀναληφθείς Κύριος καί Θεός εἰσελθών ἐκρύβη· ἀλλά ἐκεῖνος μέν ἐν τῇ ἰδίᾳ δόξῃ τῇ τό πᾶν καί ὑπέρ τό πᾶν πληρούσῃ θεότητί ἐστιν ἐν ᾗ καί πρό τούτου ἦν, φειδόμενος δέ ἡμῶν, ἵνα μή ἄρδην ἀπολώμεθα, ἔθετο σκότος καλύπτον οὐκ ἐκεῖνον, ἀλλ΄ ἡμᾶς· "Ὁ Θεός γάρ ἡμῶν, φησί, πῦρ καταναλίσκον" οὐχί τούς δικαίους, ἀλλά τούς ἁμαρτωλούς.
Ἴδε οὖν· ἔμαθες ὡς ἐν παραδρομῇ τά τῆς πίστεως ἡμῶν θεῖά τε καί φρικτά μυστήρια παρ᾿ ἡμῶν, μᾶλλον δέ παρά τοῦ Ἁγίου Πνεύματος δι᾿ ἡμῶν· ἔμαθες ὅτι καί κατῆλθεν ἐπί τῆς γῆς ὁ Θεός καί ἀνῆλθεν αὖθις εἰς οὐρανούς καί ἔθετο σκότος ἀποκρυβήν αὐτοῦ· οὐ γάρ ἔδει πρό τῆς κρίσεως μετά τῆς τοῦ Πατρός αὐτοῦ δόξης φανῆναι ἡμῖν, ἀλλά τότε τοῦτο γενέσθαι ὅτε καί τόν καιρόν ὁ Πατήρ αὐτοῦ ἐν τῇ ἰδίᾳ ἔθετο ἐξουσίᾳ. Εἰ οὖν οὕτως ὑπάρχει τά μυστήρια κεκρυμμένα τῆς βασιλείας τῶν οὐρανῶν καί οὐ πᾶσι δέδοται γινώσκειν αὐτά κατά τήν τοῦ Κυρίου φωνήν, τί, ἀφείς ἐργάζεσθαι τάς ἐντολάς αὐτοῦ, περί τῶν ἀποκεκρυμμένων πᾶσιν ἀνθρώποις ἐπερωτᾷς; Ἰδού γάρ καθ᾿ ἑκάστην ἀκούεις τοῦ Ἀποστόλου βοῶντος περί ἐκείνων αὐτῶν "ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη", τά ἀγαθά "ἅ ἡτοίμασεν ὁ Θεός τοῖς ἀγαπῶσιν αὐτόν". Πρό γάρ τοῦ ἀναληφθῆναι αὐτόν καί τό σκότος θεῖναι ἀποκρυβήν αὐτοῦ δέδωκεν ἡμῖν τάς ἁγίας αὐτοῦ ἐντολάς, ὡς ἄν εἴποι τις, ἐργαλεῖα ἡμῖν δεδωκώς, τήν δέ πίστιν τήν εἰς αὐτόν ὥσπερ τινά τεχνίτην, ὡς εἶναι ἡμᾶς μέν σκεύη, τήν δέ πίστιν τεχνίτην, τάς δέ ἐντολάς ἐργαλεῖα, δι᾿ ὧν ὁ τεχνίτης Λόγος (101) ἀναστοιχειοῖ καί νεουργεῖ τούς ἐργάτας τῶν αὐτοῦ ἐντολῶν, ὡς ἄν διά τῆς ἐργασίας αὐτῶν καθαιρόμενοι φωτιζώμεθα κατά προκοπήν ὑπό τοῦ Πνεύματος τήν γνῶσιν τῶν μυστηρίων τῆς βασιλείας τῶν οὐρανῶν.
Καί καθάπερ τά ἐργαλεῖα δίχα τεχνίτου καί ὁ τεχνίτης δίχα ἐργαλείων ἐνεργεῖν τι οὐ δύναται, οὕτως οὐδέ ἡ πίστις δίχα τῆς τῶν ἐντολῶν ἐκπληρώσεως, οὐδέ ἡ ἐκπλήρωσις τῶν ἐντολῶν δίχα πίστεως ἀνανεοῖ καθόλου καί ἀναπλάττει ἡμᾶς ἤ ἀπό παλαιῶν καινούς ἡμᾶς ἀπεργάζεται. Ὁπηνίκα δέ τά ἀμφότερα ἐν ἀδιστάκτῳ καρδίᾳ κτησώμεθα καί εὔχρηστον σκεῦος τῷ Δεσπότῃ εἰς ὑποδοχήν τοῦ νοητοῦ μύρου γενώμεθα, τηνικαῦτα καί ὁ θείς τό σκότος ἀποκρυβήν αὐτοῦ ἐγκαινίζει ἡμῖν τῇ τοῦ Ἁγίου Πνεύματος δωρεᾷ καί καινούς ἀντί παλαιῶν καί ζῶντας ὡς ἀπό νεκρῶν ἐξανίστησι καί διατέμνει τό σκότος καί διαβιβάζει ἐκεῖθεν τούτου τόν ἡμέτερον νοῦν καί ὡς ἐξ ὀπῆς τινος παρακύπτειν αὐτόν καί βλέπειν χαρίζεται ἀμυδρῶς πως, ὅσον ἡλίου κύκλον ἤ σελήνης ἐστίν· ἔνθεν τοι καί διδάσκεται, ἤ μᾶλλον εἰπεῖν γινώσκει καί μυεῖται, πληροφορούμενος ὅτι ὄντως ἄλλως οὐκ ἔνι ἐν μερικῇ μετοχῇ τῶν ἀπορρήτων γενέσθαι τοῦ Θεοῦ ἀγαθῶν, εἰ μή ἐν ταπεινώσει καρδίας καί πίστει ἀδιστάκτῳ ὁλοψύχου προθέσεως πάντα τόν κόσμον οὗτοι καί τά ἐν τῷ κόσμῳ σύν τοῖς θελήμασιν αὐτῶν ἀπαρνήσονται ἐν πάσαις ταῖς ἐντολαῖς τοῦ Θεοῦ· καί οὐ τοῦτο μόνον, ἀλλ᾿ ἐάν μή ἀνεπαισχύντως, μᾶλλον δέ ἐν ἀγαλλιάσει καρδίας καί χαρᾷ, τούς ὑπέρ ἀρετῆς πόνους ὁμοῦ καί πειρασμούς διελεύσονται οἱ πιστεύοντες εἰς Χριστόν καί μάλιστα οἱ νήπιοι βαπτισθέντες καί μή ἐπαισθανόμενοι ἔχειν "τήν τῆς χάριτος τοῦ Θεοῦ δωρεάν".
Σύ οὖν, ὁ ταῦτα ἀναγνούς, μή ἐν οἰήσει τῆς ψευδωνύμου γνώσεως (102) καί ἀναπλάσει λογισμῶν ματαίων, ἀλλ᾿ ἐν φόβῳ καί τρόμῳ σεαυτόν ἀνάκρινον· καί εἰ βούλει μαθεῖν ὅπως ἔχεις βίου καί καταστάσεως, ἐρώτησόν σου τήν ψυχήν καί εἰπέ αὐτῇ· "Ψυχή, ἐφύλαξας τάς ἐντολάς τοῦ Θεοῦ πάσας ἤ οὔ;" Καί ἀνοίξασα τό τοῦ συνειδότος αὐτῆς στόμα, ἐρεῖ σοι πάντως τό ἀληθές· οὐ γάρ αἰδεσθήσεταί σε, ἀλλ᾿ ἐλέγξει σε καί ἅ προαπέθου καί ἔχεις ἐν ἑαυτῷ, εἴτε ἀγαθά, εἴτε φαῦλα, ὑποδείξει σοι. Ἐν γάρ τῷ συνειδότι αὐτῆς εὑρήσεις, εἴτε τόν κόσμον ἠγάπησας, εἴτε τούτου προετίμησας τόν Θεόν, εἴτε τήν τῶν ἀνθρώπων δόξαν ἐζήτησας, εἴτε τήν ἐκ τοῦ Θεοῦ διδομένην μόνον ἐπόθησας· ἐν ἑαυτῷ παρακύψας ὡς ἐν κιβωτίῳ καί τό ὑποκείμενον ἀναψηλαφῶν, ἕν ἕν τῶν ἀποκειμένων ἐκβάλλων, πάντα γνωρίσεις τρανῶς. Ὑπόθου μοι γάρ ἐν πρώτοις ἐναποκεῖσθαι φιλοδοξίας καί κενοδοξίας ἔρωτα, εἶδος ἀνθρωπαρέσκειας, ἡδύσματα τῶν ἐξ ἀνθρώπων ἐπαίνων, ὑποκρίσεως ἔνδυμα, σπέρμα φιλαργυρίας ἐγκεκρυμμένον, καί ἁπλῶς πολλά ἐγκείμενα ἐν αὐτῷ καί ἕτερον ὑφ᾿ ἑτέρου συγκαλυπτόμενον, ἐπάνω δέ τούτων ἁπάντων ἔστω ἀνακειμένη φυσίωσις - ἡ γάρ γνῶσις, φησί, φυσιοῖ -, σύν ταύτῃ οἴησις καί τό δοκεῖν εἶναί τι μηδέν ὄντα τόν πεφυσιωμένον τόν λογισμόν. Τούτων τοιγαροῦν ἐπικειμένων τοῖς ἄλλοις οἷσπερ προείπομεν ἅπασι, πῶς ἰσχύσεις, εἰπέ μοι, ταῦτα θεάσασθαι; Πάντως ἐρεῖς· οὐδαμῶς.
Λέγε μοι οὖν ἄρτι καί τοῦτο. Μή πειθομένου σου ὅτι κάλυμμά τι τῶν τοιούτων ἐπίκειται τῇ καρδίᾳ σου, ἀλλ᾿ ἀπιστοῦντος, καθά δή καί Ἑβραῖοι, τοῦτο αὐτό τοῦ Παύλου λέγοντος πρός αὐτούς, ἀπιστοῦσι, καί μή περιαιροῦντός σου τό κάλυμμα τοῦτο ἐκ τῆς καρδίας σου, ἵνα καί τά ὑπ᾿ αὐτοῦ καλυπτόμενα πάθη ἴδῃς καί τήν ταλαίπωρόν σου (103) ψυχήν οἰκτειρήσῃς καί σπεύσῃς αὐτήν ἐκκαθᾶραι καί τούς νοερούς αὐτῆς ὀφθαλμούς καί τό πρόσωπον δάκρυσι θερμοῖς ἀπονίψῃς, πᾶσαν ἀπορριψάμενος ὄπισθεν σοφίαν καί γνῶσιν τήν ἔξωθεν, Παύλῳ πειθόμενος, ὡς ἄν γένῃ μωρός ἐν τῷ κόσμῳ τούτῳ, ἵνα γένῃ φρόνιμος ἐν Χριστῷ, πῶς, εἰπέ, μωροῦ ὄντος σου, τά περί Θεοῦ σοι καί τῶν θείων ἐκδιηγήσομαι, ἀποκεκρυμμένων ὄντων καί ἀοράτων αὐτῶν; Οὐκ αὐτός σύ καταγνώσεις μου ὡς ἀνάξιον πρᾶγμα ποιοῦντος καί ἐν σεαυτῷ δικαίως ἐρεῖς· "Οὗτος, φησίν, ὄντως ἄφρων ἐστίν, ὁ ἐμοί τῷ ἄφρονι τά περί τῶν ἀοράτων και ἀκαταλήπτων πάσῃ πνοῇ τῇ ὑπό τόν οὐρανόν καί πάσῃ κτίσει τῇ ὑπεράνω οὔσῃ τῶν οὐρανῶν διηγούμενος"; Εἰ γάρ τά τότε μέλλοντα γενέσθαι οὐδέ οἱ ἄγγελοι ἐπίστανται τοῦ Θεοῦ, καθώς οὐδέ τήν ἐπί γῆς αὐτοῦ παρουσίαν ὁποία ἤ ποταπή, ἤ πότε ἤ ὅτε κατελθεῖν ἔμελλε καί ἄνθρωπος γενέσθαι ἐγίνωσκον, πόσῳ μᾶλλον τήν μετά δόξης αὐτοῦ παρουσίαν ἔσχατον ἀγνοεῖν ὀφείλουσιν, ὁπότε γενήσεται καί ὁπόση, ἤ τίνα ἅπερ τότε τοῖς ἁγίοις αὐτοῦ μέλλει χαρίζεσθαι; Καί ὅτι ταῦτα οὕτως ἔχει ἐπί τῆς ἀληθείας, ὁ μέν Παῦλος ἐδήλωσεν εἰπών· "Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καί ταῖς ἐξουσίαις διά τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ", ὁ δέ Κύριος περί τῆς παρουσίας αὐτοῦ ὅτι "καί αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται", ἀντί τοῦ ἐκπλαγήσονται καί θαυμάσουσιν, αἴφνης θεώμεναι ἅπερ μέχρι τότε πάντως οὐκ εἶδον. Εἰ τοίνυν αἱ δυνάμεις ἀγνοοῦσι τῶν οὐρανῶν, σύ, πῶς ὅλως ἀποτολμᾶς καί λέγεις ὅτι οὐ μή γνωρίζουσιν ἀλλήλους οἱ ἅγιοι ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὁπόταν ἐν τῇ θεωρίᾳ τούτου γενήσονται; Ὁ δέ γε τούτῳ πάλιν ἀντιπίπτων, σύ, καί φάσκων· "Ὄντως ὁρᾶν καί γνωρίζειν ἀλλήλους ὀφείλουσι", πόθεν τοῦτο μεμάθηκας;
Ὤ ἄγνοια καί μανία καί σκότωσις! Οὐ φρίττετε, οὐ φοβεῖσθε; (104) Ἐκ γάρ τῶν λόγων ὑμῶν ἀμφότεροι καταδικασθήσεσθε παρά τοῦ δικαίου καί ἀπροσωπολήπτου κριτοῦ. Πρός γάρ τούς λέγοντας μή ὁρᾶν μηδέ γνωρίζειν ἀλλήλους τούς ἁγίους, ἀλλά μόνον ἐκεῖνον ὁρᾶν, ταῖς αἰσθήσεσι πάσαις ὅλους ὅλῳ δῆθεν ἑνουμένους ἐκείνῳ, φθέγξεταί πως καί εἴπῃ· "Ἔγνωτέ με, ὦ οὗτοι; Εἴδετέ μου τό φῶς; Ἐνδέξασθέ με ἐν ὑμῖν; Τάς ἐνεργείας τοῦ Πνεύματός μου τοῦ Ἁγίου αὐτῇ τῇ πείρᾳ ἐμάθετε ἤ οὔ;" Οἵ οὐ μή τολμήσωσιν ἀντιφθέγξασθαι, οἶμαι, καί εἰπεῖν· "Ναί, φησί, Δέσποτα". Εἰ γάρ τοῦτο ἐροῦσιν, ἀντερεῖ πρός αὐτούς· "Πῶς οὖν, εἰ τούτων ἐν πείρᾳ γεγόνατε, τούς ἐμέ ἐν ἑαυτοῖς ἔχειν μέλλοντας μή γνωρίζειν ἀλλήλους λέγετε; Ἐγώ Θεός ἀψευδής, Θεός ἀληθινός, Θεός ἅγιος, ὁ ἐν ἁγίοις ἐγκατοικῶν. Πῶς οὖν ἐν αὐτοῖς κατοικῶ; Ὥσπερ εἶπον ὅτι ἐγώ ἐν τῷ Πατρί καί ὁ Πατήρ ἐν ἐμοί, οὕτω καί οἱ ἅγιοι ἐν ἐμοί κἀγώ ἐν αὐτοῖς· καί καθάπερ ὁ Πατήρ ἐν ἐμοί κἀγώ πάλιν ἐν τῷ Πατρί μου, οὕτω καί ἐν τοῖς ἁγίοις πᾶσιν ἐγώ ἔσομαι κατοικῶν καί οἱ ἅγιοι πάντες κατοικήσουσιν ἐν ἐμοί". Πρός δέ τούτοις ἐρεῖ καί ταῦτα· "Εἰ τοίνυν ἐγώ ἐν τοῖς ἁγίοις μου καί οἱ ἅγιοί μου ἐν ἐμοί, ἐγώ ἐν τῷ Πατρί μου καί ὁ Πατήρ μου ἐν ἐμοί, καθώς δέ γινώσκει με ὁ Πατήρ κἀγώ γινώσκω τόν Πατέρα, εὔδηλον ὅτι καί οἱ ἅγιοι γνωρίζειν καί γινώσκειν ὀφείλουσιν". Ἵνα δέ σαφέστερον τοῦτο γένηται, ὡς ἄν δῆλον καί τοῖς ἀναισθήτοις ἔσται, χρεών προσθεῖναι καί ἔτι πάλιν εἰπεῖν· ἐν πᾶσι τοῖς ἁγίοις Χριστός ἐνοικῶν ἔσεται.
Ὁπόταν οὖν αἱ βίβλοι τοῦ συνειδότος ἑκάστου διανοιχθήσονται, ἐν μέν ταῖς τῶν ἁμαρτωλῶν καρδίαις καί συνειδήσεσιν εὑρεθήσονται, εἰ μή τι ἄλλο, οἴησις ἤ κενοδοξία ἤ αἵρεσις ἤ ζῆλος ἤ φθόνος ἤ τι τῶν τοιούτων· εἰ δ᾿ οὖν, ἀλλ᾿ ἀμέλεια, ῥαθυμία καί τό μή πάσῃ ἰσχύϊ ποιῆσαι (105) τάς τοῦ Θεοῦ ἐντολάς, ὅθεν ἔλλειψις ἔσται τῆς ἀγάπης αὐτοῦ. Διά τοῦτο οὖν "σκοτισθήσονται οἱ ὀφθαλμοί αὐτῶν τοῦ μή βλέπειν" καί αἰσχυνθήσονται καί ἀκούσονται· "Ἐφ᾿ ὅσον οὐκ ἐποιήσατε μίαν τῶν ἐντολῶν μου τῶν ἐλαχίστων, ἀλλά ταύτης κατεφρονήσατε, ἐμοί οὐκ ἐποιήσατε. Ἀπέλθετε ἀπ᾿ ἐμοῦ εἰς τό πῦρ τό αἰώνιον, τό ἡτοιμασμένον τῷ διαβόλῳ καί τοῖς ἀγγέλοις αὐτοῦ ". Ἐν δέ τῷ διανοιγῆναι τάς τοῦ συνειδότος τῶν ἁγίων βίβλους, πρόσεχε! λάμψει ὁ νῦν ἀποκεκρυμμένος ἐν αὐτοῖς Χριστός ὁ Θεός, ὡς ἔλαμψε πρό τῶν αἰώνων ἐκ τοῦ Πατρός, καί ἔσονται οἱ ἅγιοι ὅμοιοι τῷ Ὑψίστῳ. Πόθεν τοῦτο δῆλον; Αὐτοῦ τοῦ Σωτῆρος ἄκουσον τοῦτο λέγοντος· "Τότε ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος". Ποῖον δέ ἄλλον λέγει καιρόν ἤ ἥλιον, εἰ μή πάντως ὅνπερ εἰρήκαμεν, καί ἑαυτόν τόν ἥλιον δικαιοσύνης μόνον ὀνομαζόμενον καί ἐν δικαίοις μόνον ἀνατέλλοντα καί ἐκλάμποντα; Καί τοῦτο ὁ ἐπιστήθιος καί Χριστοῦ μαθητής ἠγαπημένος ἐκδηλότερον διατρανοῖ λέγων· "Ἀδελφοί, νῦν τέκνα Θεοῦ ἐσμεν, ἀλλ᾿ οὔπω ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν δέ ὅτι, ἐάν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα". Καί ὁ Παῦλος· "Νῦν γινώσκω ἐκ μέρους, τότε δέ ἐπιγνώσομαι, καθώς καί ἐπεγνώσθην".
Εἰ οὖν ὅμοιοι τοῦ Θεοῦ οἱ ἅγιοι καί τοσοῦτον ἐπιγνώσονται τόν Θεόν, ὅσον ὁ Θεός ἐπέγνω αὐτούς, καί καθώς γινώσκει ὁ Πατήρ τόν Υἱόν καί ὁ Υἱός τόν Πατέρα, οὕτως ὀφείλουσι καί οἱ ἅγιοι ἀλλήλους καί ὁρᾶν καί γινώσκειν, ἀλλά καί οἱ μηδέποτε ἀλλήλους σωματικῶς ἐν τῷδε τῷ κόσμῳ ἰδόντες τότε γνωρίζειν ἀλλήλους ὀφείλουσι, πῶς οὐκ ἐρυθριᾶτε περί ὧν οὐκ οἴδατε λέγειν καί ἐπερωτᾶν καί διδάσκειν, (106) ὡς ἤδη καί τῶν ὑπέρ ἡμᾶς τήν γνῶσιν δῆθεν πεπλουτηκότες καί ἄνωθεν προχειρισθέντες διδάσκαλοι; Ὥσπερ γάρ οὐδέποτε ἀγνοήσει ὁ Πατήρ τόν Υἱόν ἤ ὁ Υἱός τόν Πατέρα, οὕτως οὐδέ οἱ ἅγιοι, θέσει θεοί γεγονότες ἐν τῷ ἔχειν οἰκοῦντα ἐν ἑαυτοῖς τόν Θεόν, ἀλλήλους ποτέ ἀγνοήσουσιν, ἀλλά βλέποντες ἔσονται ἀλλήλων καί ἑαυτῶν τήν δόξαν, ὡς ὁ Υἱός τοῦ Πατρός καί ὁ Πατήρ τοῦ Υἱοῦ. Τίς δέ καί ὁποία ἔσται τῶν ἁγίων ἡ δόξα; Οἵα ἐστί τοῦ Υἱοῦ τοῦ Θεοῦ. Καί τοῦτο αὐτός δι᾿ ἑαυτοῦ ἀριδήλως δεδήλωκε· φησί γάρ· "Καί ἐγώ τήν δόξαν ἥν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθώς ἡμεῖς ἕν ἐσμεν". Ὁρᾷς ὅτι ἡ ἀπό τοῦ Θεοῦ καί Πατρός δοθεῖσα πρό τῶν αἰώνων τῷ Υἱῷ δόξα ὑπ᾿ αὐτοῦ τοῦ Υἱοῦ τοῖς ἁγίοις δεδώρηται καί εἰς ἕν οἱ πάντες εἰσί.
Τοιγαροῦν οἱ λέγοντες, ὅτι οὐ μή ὁρῶσιν, οὐδ᾿ οὐ μή γνωρίζωσιν ἀλλήλους οἱ ἅγιοι ἐν τῇ θεωρίᾳ γινόμενοι τοῦ Θεοῦ, ὄντως ἐν σκότει πορεύονται καί ἐν μετουσίᾳ ἤ θεωρίᾳ καί ἐπιγνώσει Θεοῦ οὐκ ἐγένοντο καί λαλοῦσι καί διαμαρτύρονται ἅ οὔτε ἐπίστανται, οὔτε ποτέ ἐθεάσαντο. Οἱονεί γάρ λέγουσιν ἐν ἐκστάσει καί τότε γίνεσθαι, ὥσπερ καί νῦν, τούς ἁγίους καί ἐπιλανθάνεσθαι ἑαυτῶν τε καί τῶν σύν αὐτοῖς, δοκοῦντες, ὡς οἶμαι, μᾶλλον δέ κακῶς τά τῶν θείων νοοῦντες Γραφῶν, ὅτι ἡ αὐτή ἀλλοίωσις καί ἁρπαγή νῦν τε καί εἰς τό μέλλον ἔσται τοῖς ἀπ᾿ αἰῶνος ἁγίοις. Ὅταν γάρ ἀκούσωσιν ὅτι ὁ δεῖνα ὁ ἅγιος, ἐν θεωρίᾳ Θεοῦ γενόμενος καί τόν νοῦν ἁρπαγείς, τόσας ἤ τόσας ἡμέρας καί νύκτας ἐποίησε, μηδέν ὅλως τῶν ἐπιγείων ἐνθυμηθείς, ἀλλά μετά τῶν ἄλλων ἁπάντων καί αὐτοῦ τοῦ ἰδίου σώματος ἐπελάθετο, ὅλος ὅλῃ ψυχῇ καί πάσαις ὁμοῦ ταῖς αἰσθήσεσι κεκολλημένος ἔμεινεν, ὤν ἐκεῖ, τοιοῦτόν τι ὑπολαμβάνουσι καί τότε, ἐν τῇ βασιλείᾳ λέγω τῶν οὐρανῶν, ἔσεσθαι, ἀγνοοῦντες ὅλως τά θεῖα τοῦ Πνεύματος (107) καί τοῦ ἀοράτου Θεοῦ τά ἀόρατα καί ἀκατάληπτα καί ἄγνωστα τοῖς ἐσκοτισμένοις μυστήρια καί ὅτι ἡ ἁρπαγή αὕτη τοῦ νοός οὐχί τελείων, ἀλλ᾿ ἀρχαρίων ἐστίν. Ὡς γάρ ὁ ἀπό γεννήσεως ἐν σκοτεινῇ καί ζοφωτάτῃ ὤν φυλακῇ καί ὑπό λυχνιαίου καί βραχυτάτου φωτός φωτιζόμενος, μόλις κἄν μικρά τινα καθορᾷ, μή εἰδώς ὅτι φῶς ἡλιακόν ἐστιν ἔξωθεν, ἀγνοῶν παντάπασι τά ἔξω τῆς φυλακῆς, λέγω δή τόν ὁρώμενον κόσμον τοῦτον καί τά ἀνεκδιήγητα ἔργα καί κτίσματα τοῦ Θεοῦ, οὕτω καί ὁ ἔτι ἐν τῇ σκοτεινῇ φυλακῇ τῆς τοῦ κόσμου τούτου αἰσθήσεως ὤν καί ὑπό βραχυτάτης γνώσεως ἐλλαμφθείς, μόλις περί τῶν μυστηρίων τῆς πίστεως ἡμῶν ὀλίγην τινά καί ἀμυδράν γνῶσιν λαμβάνει, τά τῶν αἰωνίων ἀγαθῶν τοῦ Θεοῦ παντάπασιν ἀγνοῶν καί τίνα τά μέλλοντα διαδέξασθαι τούς ἁγίους.
Καί καθάπερ ἐκεῖνος ἐπί πολλά ἔτη ἐν ἐκείνῃ τῇ ἀφεγγεῖ καθεζόμενος φυλακῇ, εἰ συμβῇ διανοιχθῆναι ὀπήν ἐν τῷ ὀρόφῳ τῆς φυλακῆς καί θεάσασθαι αὐτόν αἴφνης τόν αἰθέρα τοῦ οὐρανοῦ, ὀλίγον καί κατά μέτρον τῆς γενομένης ὀπῆς, ὅν οὐδέποτε εἶδεν οὐδέ εἶναι τοιοῦτόν τι λαμπρότατον φῶς ὑπενόησεν, ἔκπληξις εὐθύς λαμβάνει αὐτόν καί ὡς ἐξεστηκώς ὑπάρχει, ἐπί πολύ ἄνω τά ὄμματα ἔχων καί θαυμάζων τό ἀθρόον γεγονός ἐν αὐτῷ, οὕτω δή καί ὁ αἴφνης ἐν θεωρίᾳ τοῦ νοητοῦ φωτός γεγονώς, ἄρτι δηλονότι τῶν δεσμῶν ἀπολυθείς τῶν παθῶν τε καί τῆς αἰσθήσεως, ἐκπλήττεται καί ὡς ἐξεστηκώς τοῖς οὐ καλῶς ὁρῶσι νομίζεται, εἰς ἑαυτόν ὅλον δηλαδή τόν νοῦν ἐπισωρεύσας καί θαυμάζων τοῦ φανέντος αὐτῷ τήν θεωρίαν καί τήν λαμπρότητα. Καί ὥσπερ πάλιν, ἐπάν ἐκεῖνος συχνῶς καί καθ᾿ ἡμέραν πρός ἐκείνην τήν ὀπήν ἀποβλέπῃ, ἄρτι πλατυνθεῖσαν καί φωτίζουσαν ἐπί πλέον τόν ζοφώδη χῶρον τῆς φυλακῆς καί ἐφ᾿ ἱκανούς χρόνους ἐν τῷ φωτί διαμένουσαν, ἡ συνήθεια τῆς ὁράσεως τοῦ φωτός τήν πολλήν ἔκπληξιν ἐκ τοῦ κατά μικρόν ἀφαιρεῖται (108) - ὅν τρόπον καί ἐπί τοῦ ἡλίου γέγονεν ἐφ᾿ ἡμᾶς· τῇ γάρ συνηθείᾳ τῆς ὁράσεως ὡς εὐκαταφρόνητον αὐτόν λογιζόμεθα· εἰ γάρ μηδέπω ἦμεν αὐτόν θεασάμενοι, αἴφνης δέ τοιοῦτος ὡράθη ἡμῖν, ὑπό τῆς ἐκπλήξεως διαπεφωνήκαμεν ἄν - , τόν αὐτόν τρόπον καί ἡ κατά μικρόν τῆς ψυχῆς προκοπή, ἐν συνηθείᾳ τῆς τοῦ νοητοῦ φωτός ὁράσεως γινομένη, τῆς πολλῆς ἐκπλήξεως ἐξίσταται, μυηθεῖσά τι ἐντεῦθεν ἕτερον εἶναι τῆς καταστάσεως ταύτης καί θεωρίας τελεώτερόν τε καί ὑψηλότερον.
Καί καθάπερ αὖθις ἐπιγινώσκειν ποιεῖ τέως τόν ἄνθρωπον ἐκεῖνον ἡ χρονία καί, ἀπό γεννήσεως αὐτοῦ κάθειρξις ὅτι ἐν φυλακῇ ζοφωτάτῃ ἐστί, καί ἔξω ταύτης θαυμαστά τινα ἐκ τοῦ ὀλίγου φωτός ἐκείνου εἶναι ὑπονοεῖ, ὁποῖα δέ εἰσιν ἐν ἀληθείᾳ λογίσαθαι ἤ ἐννοῆσαι οὐ δύναται, ἐπάν δέ καί τῆς φυλακῆς ἔξωθεν ἐκβληθῇ, τότε καί τό φῶς ὅλον καί τά ἐν φωτί ἅπαντα καί ἅπαντας ὁμοῦ καθορᾷ, οὕτω μοι νόει καί τόν ἄρτι ἐκδεδημηκότα τῶν τοῦ σώματος ἀναγκῶν καί ὅλον ἔξω γεγονότα τοῦ κόσμου καί τῶν ὁρωμένων τῆς ταπεινώσεως. Καί τοῦτον μέν τόν σύμπαντα κόσμον ὡς μίαν ὄντα τῷ ὄντι σκοτεινοτάτην καί ἀφεγγῆ φυλακήν ἄλλως μοι πάλιν ὑπονόει, λυχνιαῖον δέ φῶς τό τοῦ ἡλίου λογίζου μοι φῶς, ἔξωθεν δέ τούτου τό ἀνεκλάλητον, τό ἄφραστον, τό ἀπρόσιτον, τό ὑπέρ ἔννοιαν καί ὑπέρ λόγον καί ὑπέρ πᾶν φῶς τρισυπόστατον φῶς, τά δέ ἐν τῷ φωτί ἐκείνῳ πᾶσι τοῖς ἐν τῇ φυλακῇ ταύτῃ γενομένοις ἀόρατά τε καί ἄγνωστα, ἄφθεγκτα καί ἀνερμήνευτα, εἰ καί δοκοῦσί τινες διά τῶν Γραφῶν ταῦτα νοεῖν τε καί θεωρεῖν· τοῖς γάρ πλείοσιν οὐδέ ὅτι πέρα τούτων ἐστί τι γινώσκεται.
Ὁπηνίκα οὖν πάσῃ πίστει καί παντί πόθῳ ζητήσομεν, οὐχί τό ἰδεῖν τό ἔξωθεν ταύτης τῆς φυλακῆς φῶς, οὐδέ τά ἐν τῷ φωτί ἐκείνῳ καί κόσμῳ πράγματα – οὐδείς γάρ τῶν ταῦτα ζητούντων ἠξιώθη ἰδεῖν, οὐδ᾿ οὐ μή ἀξιωθήσεταί ποτε αὐτά καθόλου θεάσασθαι - , (109) ἀλλά τό φυλάξαι ἐν πρώτοις τάς ἐντολάς τοῦ Θεοῦ, τό μετανοεῖν, τό πενθεῖν, τό ταπεινοῦσθαι καί τά λοιπά ἅ προείπομεν, τηνικαῦτα καί διανοίγεται ἡμῖν ὥσπερ ὀπή τις μικρά ἐν τῷ ὁρωμένῳ τούτῳ ὀρόφῳ τοῦ οὐρανοῦ καί τό ὑπεράνω τούτου φῶς ἄϋλόν τε καί νοητόν παραδείκνυται· ὅ καί ἡ ψυχή κατιδοῦσα ὅλη καθόλου ἐξίσταται, ὅλη ἐκπλήττεται, θαῦμα καινόν ὁρῶσα, θαῦμα παράδοξον καί ὅ μέχρι τότε οὐδέπω τεθέαται, ἐν ᾧ καί ἐπιμένει ὥσπερ καί ἁρπαζομένη εἰς τόν οὐρανόν καί βιαζομένη εἶναι ἐκεῖ καί κατανοεῖν τό τούτου ἀκατανόητον καί μάλιστα ἐν τῷ βλέπειν αὐτό ἡμέρας τε καί νυκτός καί διδάσκεσθαι καθ᾿ ἑκάστην ἐκεῖθεν ὅτι πέλει ἀνέσπερον, ὅτι ἄπειρον ὑπάρχει καί ἄφραστον, ὅθεν καί πρός τήν φυλακήν ταύτην ἐπιστραφῆναι καί βλέπειν αὖθις τά ἐν αὐτῇ ὅλως οὐ βούλεται.
Τοῦτο τοίνυν ἀρχήν ἴσθι τῶν εἰσαγωγικῶν εἰς εὐσέβειαν καί ἄρτι πρός τούς τῆς ἀρετῆς ἀποδυσαμένων ἀγῶνας. Ἐπάν οὖν χρονίσῃ ἀνεπιστρόφως πρός τήν θεωρίαν ἐκείνην, ὡς οὐκ οἶδε, διανοίγεται αὐτῷ, οὐκ οἶδα ὁ οὐρανός, οὐκ οἶδα ὁ τῆς καρδίας αὐτοῦ ὀφθαλμός καί οὗτος μᾶλλον ἤ ἐκεῖνος, εἰπεῖν, ὑπό τοῦ φωτός ἐκείνου καί ἔνδον τοῦ οἴκου τῆς ψυχῆς αὐτοῦ, λέγω δή τούτου τοῦ σκήνους, τό φῶς ἐκεῖνο εἰσέρχεται τό θαυμαστόν καί ὑπέρλαμπρον, φωτίζον συμμέτρως αὐτόν, ὅσον ἡ φύσις δηλονότι χωρεῖ. Οὕτω δέ πάλιν χρονίσας, ὡς σύνηθες ἐκ τοῦ κατ᾿ ὀλίγον, καί ὡς ἀεί ποτε τούτῳ συνών, λογίζεται τό τοιοῦτον· θαύματα δέ ἐπί θαύμασι καί μυστήρια ἐπί μυστηρίοις καί θεωρίας ἐπί θεωρίαις, ἐλλαμπόμενος ἐξ αὐτοῦ καθ᾿ ὥραν, ἵν᾿ εἴπω, καί ὁρῶν καί νοῶν καί μυούμενος ἐκδιδάσκεται· ἅ καί εἰ γράφειν θελήσει, οὐδέ χάρτης οὐδέ μέλαν ἀρκέσει αὐτῷ, ἐπιλείψει δέ, οἶμαι, καί ὁ χρόνος αὐτόν ἐξηγούμενον ταῦτα λεπτομερῶς. Μᾶλλον δέ, πῶς ἄρα γράψαι δυνήσεται τά μή δυνάμενα ῥηθῆναι, ἄφραστα ὄντα καί ἄρρητα πάντῃ; Ὅθεν καί ὡς ἐν φωτί τότε, (110) μᾶλλον μετά τοῦ φωτός, σύνεστι καί οὐχ ὡς ἐν ἐκστάσει διατελεῖ, ἀλλά καί ἑαυτόν καί τά κατ᾿ αὐτόν καθορᾷ καί τούς πλησίον βλέπει ἐν οἵοις εἰσί καί προλέγει καί προγινώσκει ὅτι, ἐάν ἔξω τῆς φυλακῆς ταύτης γένηται καί μάλιστα μετά τήν ἀνάστασιν, καί τό φῶς ἐκεῖνο τό ἄστεκτον ὅσον ἐστί θεάσηται, καί τά ἐν αὐτῷ ἀγαθά "ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἅ ἡτοίμασεν ὁ Θεός τοῖς ἀγαπῶσιν αὐτόν" ἀποκαλυφθήσονται αὐτῷ τρανότερον διά τοῦ ἐν αὐτῷ ὄντος νυνί φωτός ὑφ᾿ οὗ καί φωτίζεται· οὐ γάρ στερούμεθα τότε τοῦ γνωρίζειν ἤ βλέπειν, ἀλλ᾿ ὡς ὁ λόγος ἀνωτέρω ἀπέδειξε, κατά τήν τοῦ φωτός λαμπρότητα καί θεωρίαν, ἀναλόγως μᾶλλον καί ἡ τοῦ Θεοῦ γνῶσις καί ἡ θεωρία, καί ὁ ἀναγνωρισμός καί ἡ γνῶσις ἀλλήλων πλεῖον καί καθαρώτερον ἐν ἀνεκφράστῳ θυμηδίᾳ καί ἀγαλλιάσει ἔσεται εἰς αἰῶνας αἰώνων. Καί τοῦτο καί ἐν τῇ παλαιᾷ οἱ προφῆται καί ἐν τῇ νέᾳ πολλοί τῶν ἁγίων ἐκ τῶν ἔργων ἀπέδειξαν, ἐξ ὀνόματος καλέσαντες οὕς οὐκ εἶδόν ποτε, ἀλλά δή καί ἐγνώρισαν οὕς οὐκ ἐγίνωσκον.
Οἱ οὖν λέγοντες μή γνωρίζειν μηδέ βλέπειν ἀλλήλους τούς ἁγίους, ἐκ τούτων πεισθέντες μή ζητεῖν περί ἀκαταλήπτων πραγμάτων, ἑαυτοῖς μᾶλλον, εἴπερ ἐμοί πείθονται, προσέχειν καί ἑαυτούς ἀνακρίνειν μή παύσωνται. Οἰ δέ τά μέν εἰρημένα πάντα ἀγνοοῦντες καί αἰσθήσει καί γνώσει και πείρᾳ θείου φωτισμοῦ καί θεωρίας μή γεγονότες, πῶς γράφειν ὅλως ἤ λέγειν περί τοιούτων οὐ φρίττετε; Εἰ γάρ ὑπέρ παντός ἀργοῦ ῥήματος λόγον ἀποδοῦναι ὀφείλομεν, πόσῳ μᾶλλον περί τῶν τοιούτων ἐτασθησόμεθα καί ὡς ἀργολόγοι κολασθησόμεθα. Ἀργός γάρ λόγος οὐχ, ὡς ἄν τις ὑπολάβοι, ὁ ἀνωφελής μόνον ἐστίν, ἀλλ᾿ ὁ καί πρό τῆς πράξεως καί τῆς ἐν πείρᾳ γνώσεως λαλούμενος παρ᾿ ἡμῶν. Ὁταν γάρ μή καταφρονήσω τῆς κάτω δόξης (111) μηδέ βδελύξωμαι ταύτην ἀπό ψυχῆς, ὡς ψυχοβλαβῆ καί τῆς ἄνω δόξης ἀποστεροῦσάν με, ἄλλους δέ διδάσκω περί αὐτῆς καί παραγγέλλω ταύτης ἀπέχεσθαι, οὐχί ἀργός καί ἄπρακτος καί κενός ὁ λόγος μου ἔσται καί ὡς ψεύστης κατακριθήσομαι; Ὅταν δέ πάλιν μή ἐν αἰσθήσει καί γνώσει λάβω τήν χάριν τοῦ Πνεύματος μηδέ διδακτός Θεοῦ γένωμαι δι᾿ αὐτῆς, μηδέ λόγον λάβω σοφίας καί γνώσεως ἄνωθεν, τά δέ τῶν θεοπνεύστων Γραφῶν ἀναιδῶς διερμηνεύειν ἐπιπηδῶ καί διδασκάλου τάξιν ἐμαυτῷ περιτίθεμαι, μόνῃ δηλαδή τῇ ψευδωνύμῳ γνώσει πρός τοῦτο χρώμενος, ἆρά γε ἀνεξέταστα ταῦτα Θεός ἐάσει καί λόγον ὑπέρ τούτου οὐκ ἀπαιτήσει με; Οὐδαμῶς δή. Εἰ βούλει δέ, ἐκ τῶν κάτω καί τῶν ἀνθρωπίνων διδάχθητι καί τά ἄνω καί θεῖα. Ποῖος, εἰπέ, τῶν ἀνθρώπων κἄν ὑπέρ πάντας ἐν σοφίᾳ καί γνώσει καί ἐπιστήμῃ νόμων θαυμάζηται, κἄν δικαιοσύνῃ καί εὐσεβείᾳ πάσῃ κομᾷ, μετά κριτῶν ὡς κριτής καθεσθῆναι καί κριτήν ἑαυτόν ὀνομάσαι καί ἄλλους νομοθετῆσαι τολμᾷ; Εἰ δέ καί τοῦτο ποιήσει, οὐχί παρά τοῦ βασιλέως ἀτιμασθήσεται καί παρά τῆς ἀκριβείας τῶν νόμων τιμωρησθήσεται; Ὤ τῆς ἀναιδείας! Τοῦ ἐπιγείου βασιλέως οὐδείς καταφρονῆσαι τολμᾶ καί τιμήν ἤ ἀξίωμα τούτου ἁρπάσαι καί ἀφορίσαι ἑαυτῷ, καί σύ τοῦ ἐπουρανίου ὡς οὐδενός καταφρονεῖς καί τῶν ἀποστολικῶν ἀξιωμάτων ἄνευ τῆς ἐκείνου ῥοπῆς καί θελήσεως ἐπιχειρῆσαι κατατολμᾷς; Ὅλως δέ οὕτως ἔχων, οἴει ἀνεξέταστον τοῦτο τόν Δεσπότην καταλιπεῖν; Οὔμενουν οὐδαμῶς.
Ἀλλ᾿ ὦ Κύριε, δός ἡμῖν ἐπιγνῶναί σε καί ἀξίως φοβεῖσθαί σε καί τοῖς ἁγίοις σου ἐμμένειν θελήμασι. Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, παύσασθε τῶν συζητήσεων τούτων καί σπεύσατε διά μετανοίας καί δακρύων καί ταπεινώσεως, ἔτι δέ καί τῇ τῶν λοιπῶν ἁπασῶν ἐντολῶν (112) ἐκπληρώσει τάς ἑαυτῶν ἐκκαθᾶραι ψυχάς "ἀπό παντός μολυσμοῦ σακρός καί πνεύματος", ἵνα καί τῶν παρόντων καί τῶν μελλόντων ἐν ἀποκαλύψει καί αἰσθήσει καί θεωρίᾳ ἐπαπολαύσητε ἀγαθῶν, χάριτι καί φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾿ οὗ δόξα, κράτος, τιμή καί προσκύνησις τῷ Πατρί καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Πηγή: Ὀρθόδοξοι Πατέρες
Τίνες οὖν ἦσαν οἱ ἀπεσταλμένοι;
Οἱ προφῆται, φησί.
Τίνες οἱ κεκλημένοι;
Τῶν Ἰουδαίων οἱ παῖδες· ἐκεῖνοι γάρ ἦσαν οἱ τότε καί ἐξ ἀρχῆς κεκλημένοι, καί οὐκ ἠθέλησαν ἀκοῦσαι αὐτῶν·
"Πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων·
Εἴπατε τοῖς κεκλημένοις·
Ἰδού τό ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καί τά σιτιστά τεθυμένα καί πάντα ἕτοιμα·
δεῦτε εἰς τούς γάμους.
Οἱ δέ ἀμελήσαντες ἀπῆλθον, ὁ μέν εἰς τόν ἴδιον ἀγρόν, ὁ δέ εἰς τήν ἐμπορίαν αὐτοῦ·
οἱ δέ λοιποί κρατήσαντες τούς δούλους αὐτοῦ ὕβρισαν καί ἀπέκτειναν".
Ποίους λέγει δούλους;
Τούς ἀποστόλους αὐτοῦ.
Τί δέ ἐστι τό ἄριστον;
Ἡ τῶν οὐρανῶν βασιλεία, ἥν προητοίμασε τοῖς κατά πρόθεσιν κλητοῖς οὖσιν ἀπό καταβολῆς κόσμου.
Ταύρους δέ τίνας λέγει καί σιτιστά;
Αὐτόν τόν τῆς Παρθένου Υἱόν καί Θεόν,
τόν μόσχον ὄντα τῇ θεότητι σιτευτόν·
οὗτος γάρ καί ταῦρός ἐστι τῇ δυνάμει ὄντως ἀήττητος, πληθυντικῶς δέ ταύρους ἑαυτόν ἐκάλεσεν, ὅτι εἰς πολλά μερίζεται ἡ ἁγία αὐτοῦ σάρξ καί μία ἑκάστη μερίς ἡ ἐξ αὐτοῦ ὅλος ἐκεῖνος πάλιν ἐστί, τοσοῦτον ὤν δυνατός, ὅτι καί τούς ἐχθρούς τῶν λαμβανόντων αὐτόν ἀποτρέπεται ἅπαντας κἀκείνοις δύναμιν δίδωσιν, ὥστε νικῆσαι τόν κόσμον καί δυνηθῆναι γενέσθαι αὐτούς υἱούς Θεοῦ.
Ἀμνός δέ λέγεται ὁ πανάμωμος ἀμνός τοῦ Θεοῦ ὡς ἐνιαύσιος, κριός δέ ὡς κεράτων δίκην τόν σταυρόν ἐπιφερόμενος ἄνωθεν, δι᾿ οὗ καί τήν πληγήν καιρίαν τῷ ἀντιπάλῳ δέδωκε καί εἰς ὅν ἐκεῖνοι τοῦτον σταυρώσαντες ἀπέκτειναν.
Ἄλλους δέ δούλους φησί τούς ἁγίους ἀποστόλους αὐτοῦ,
οὕς καί ἀπέστειλε παραγγείλας αὐτοῖς εἰς ὁδόν ἐθνῶν μή ἀπελθεῖν καί εἰς πόλιν Σαμαρειτῶν μή εἰσελθεῖν, πορευθῆναι δέ μᾶλλον πρός τά ἀπολωλότα πρόβατα τοῦ οἴκου Ἰσραήλ·
οἱ δέ οὐδέ τούτους ἐδέξαντο,
ἀλλά τούς μέν ὕβρισαν καί ἔτυψαν,
τούς δέ καί ἀπέκτειναν,
ἐξ ὧν καί Στέφανος ὁ πρῶτος τῶν μαρτύρων ὑπάρχει.
"Ἀκούσας δέ ὁ βασιλεύς ὠργίσθη και πέμψας τά στρατεύματα αὐτοῦ ἀπώλεσε τούς φονεῖς ἐκείνους καί τήν πόλιν αὐτῶν ἐνέπρησε".
Τούς ἀσεβεῖς Ἑβραίους φησίν, οὕς καί κατέσφαξε, διά τῆς τῶν Ῥωμαίων ἐφόδου τήν παντελῆ ἐρήμωσιν αὐτῶν ἐργασάμενος.
Στρατεύματα δέ Θεοῦ καί οἱ πονηροί λέγονται,
εἰς τιμωρίαν ἑτέρων πονηρῶν ἐκπεμπόμενοι,
καθώς φησι διά Μωϋσέως ὁ Θεός·
"Ἐπαποστελῶ εἰς αὐτούς θυμόν καί ὀργήν,
ἀποστολήν δι᾿ ἀγγέλων πονηρῶν".
"Τότε τοίνυν λέγει τοῖς δούλοις αὐτοῦ·
Ὁ μέν γάμος ἕτοιμός ἐστιν, οἱ δέ κεκλημένοι οὐκ ἦσαν ἄξιοι·
πορεύεσθε οὖν ἐπί τάς διεξόδους τῶν ὁδῶν καί ὅσους ἄν εὕρητε καλέσατε εἰς τούς γάμους".
Εἶδες ἀκολουθίαν πραγμάτων;
Εἶδες παραβολῆς ἀκρίβειαν;
"Τότε" γάρ φησι. Τότε; πότε;
Ὅτε οἱ Ἰουδαῖοι δηλονότι, κληθέντες εἰς τήν βασιλείαν τῶν οὐρανῶν ὑπό τῶν ἀποστόλων, οὐ μόνον οὐκ ἠνέσχοντο ἀκοῦσαι αὐτῶν, ἀλλά καί ὑβρίσαντες αὐτούς ἀπέκτειναν, τότε ἀπέστειλεν αὐτούς εἰς τόν σύμπαντα κόσμον καί εἰς πάντα τά ἔθνη.
"Καί ἐξελθόντες, φησίν, οἱ δοῦλοι ἐκεῖνοι εἰς τάς ὁδούς, συνήγαγον πάντας ὅσους εὗρον πονηρούς τε καί ἀγαθούς καί ἐπλήσθη ὁ γάμος ἀνακειμένων".
Τήν γάρ οἰκουμένην περιελθόντες οἱ ἀπόστολοι πᾶσαν, ἐκήρυξαν τόν τοῦ Θεοῦ λόγον καί τούς ὑπακούσαντας πάντας εἰς μίαν συνήγαγον θεογνωσίας πίστιν πονηρούς τε ἅμα τοῖς τρόποις καί ἀγαθούς, μεταβαλλομένους δηλονότι καί πρός ἀρετήν ἐπαναγομένους.
Τοῦτο γάρ δηλοῖ τό "συνήγαγον"·
ἀλλά γάρ καί ἀπό τῶν ἑξῆς τό αὐτό τοῦτο πάλιν διδασκόμεθα.
Φησί γάρ· "Εἰσελθών δέ ὁ βασιλεύς θεάσασθαι τούς ἀνακειμένους, εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου καί λέγει αὐτῷ·
Ἑταῖρε, πῶς εἰσῆλθενς ὦδε μή ἔχων ἔνδυμα γάμου;
Ὁ δέ ἐφιμώθη.
Τότε εἶπεν ὁ βασιλεύς τοῖς διακόνοις·
Δήσαντες αὐτοῦ χεῖρας καί πόδας,
ἄρατε αὐτόν καί ἐκβάλετε εἰς τό σκότος τό ἐξώτερον·
πολλοί γάρ εἰσι κλητοί, ὀλίγοι δέ ἐκλεκτοί".
Ὁρᾷς ὅπως τούς μεταβαλλομένους τόν τρόπον συνάγεσθαι εἰς τούς γάμους λέγει, τούς δέ μετά πονηρίας ἤ κακίας τινός, κἄν εἰσέλθωσι, πάλιν μετ᾿ αἰσχύνης ὑπό τῶν ἀγγέλων ἐκβάλλεσθαι, οὔς καί διακόνους καλεῖ.
Οἱ οὖν ἀνακείμενοι ἐν τοῖς γάμοις οἱ ἅγιοί εἰσιν.
Αὐτόν δέ τόν μή ἔχοντα ἔνδυμα γάμου, οἶδα ὅτι τινές τούς ἐν πορνείᾳ μόνον καί μοιχείᾳ καί φόνοις τά ἑαυτῶν καταρρυπώσαντας σώματα λογίζονται εἶναι.
Ἀλλ᾿ οὐκ ἔστι τοῦτο, οὐκ ἔστι· πάντα γάρ τόν ὑπό οἱουδηποτοῦν πάθους ἤ κακίας λέγει ῥερυπωμένον.
Καί ὅτι τοῦτό ἐστιν ἀληθές, ἄκουε Παύλου λέγοντος·
"Μή πλανᾶσθε·
οὔτε πόρνοι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖται, οὔτε κλέπται, οὔτε πλεονέκται, οἱ καί εἰδωλολάτραι δηλονότι, οὔτε μέθυσοι, οὔτε λοίδοροι",
προσθήσω δέ οὔτε οἱ μῖσος πρός τινα ἀδελφόν ἤ φθόνον ἔχοντες "βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν",
οὐδέ μερίδα ἔχουσιν ἐν τῇ εὐφροσύνῃ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ὁρᾷς πῶς τό τῆς ψυχῆς ἔνδυμα πᾶσα πονηρία καί ἁμαρτία μολύνει καί ἡμᾶς ποιεῖ τῆς βασιλείας ἐκβάλλεσθαι;
Πηγή: Ὀρθόδοξοι Πατέρες
Η Εκκλησία το κέντρο της ζωής του πιστού λαού.
Η Εκκλησία αγιάζει όλες τις περιστάσεις της ζωής μας.
α) Ο λαός ζούσε τη ζωή του Ευχαριστιακά.
Πόσο διαφορετικά θα βλέπαμε τον συνάνθρωπό μας αν τον βλέπαμε ως δώρο του Θεού;
Αν δούμε τα υλικά και πνευματικά αγαθά ως δώρα του Θεού αποφεύγουμε τα δύο άκρα: την περιφρόνηση ή την απολυτοποίηση και την θεοποίησή τους (π.χ. μόρφωση).
Οι άνθρωποι που δεν δέχονται τον κόσμο ως δώρο του Θεού δεν ζουν με κέντρο τον Θεό αλλά το Εγώ τους.
Όλα στην Εκκλησία είναι Θεανθρώπινα.
β) Το ασκητικό πνεύμα βασικό χαρακτηριστικό της Ελληνορθοδόξου παραδόσεως.
Η πίστη του λαού Σταυροαναστάσιμη, γι’ αυτό ήταν χαρούμενος και ειρηνικός.
γ) Ένα άλλο βασικό χαρακτηριστικό της Ελληνορθοδόξου παραδόσεως είναι η αξία του ανθρωπίνου προσώπου.
Η Εκκλησία δεν είναι ιδεολογία. Δεν είναι ελληνοχριστιανικός πολιτισμός ως ιδεολογία. Η Εκκλησία γέννησε τον ελληνορθόδοξο πολιτισμό.
Στην Εκκλησία δεν θυσιάζεται ένα πρόσωπο χάριν μιας ιδέας, σε αντίθεση με την τακτική όλων των ιδεολογιών.
Ο Ντοστογιέφσκι έλεγε ότι «είναι άλλο πράγμα να αγαπάς την ανθρωπότητα ως ιδέα και άλλο πράγμα να αγαπάς τον συγκεκριμένο άνθρωπο».
Ο λαός δεν είναι μάζα. Είναι εικόνες του Θεού.
δ) Η αγάπη τηςΕλευθερίας ένα ακόμα χαρακτηριστικό της παραδόσεως μας.
Δεν μπορούμε να είμαστε Εθνικά ελεύθεροι αν είμαστε υποδουλωμένοι στα πάθη μας.
Ο λαός αν ζητάει την εθνική ελευθερία, την ζητάει για την πνευματική ελευθερία.
Η Ελληνορθόδοξος χριστιανική παράδοση σε τι μπορεί να μας βοηθήσει σήμερα;
Η παράδοση δεν είναι κάτι μουσειακό. Είναι αλήθεια και ζωή.
α) Η ελληνορθόδοξος παράδοση μας βοηθάει στην διατήρηση της εθνικής μας ενότητας και την εθνική μας ταυτότητας.
β) Η ελληνορθόδοξος παράδοση προϋπόθεση για να έχει η δική μας προσωπική ζωή νόημα.
γ) Η ελληνορθόδοξος παράδοση απαραίτητη γιατί μας δίδει την δυνατότητα να οικοδομήσουμε έναν καλύτερο κόσμοσήμερα.
Οι καπιταλιστικές κοινωνίες πάσχουν από τον ατομικισμό ή δε σοσιαλιστικές κοινωνίες για να αποφύγουν τον ατομικισμό πέφτουν στην μαζοποίηση. Δεν μπορούν να σώσουν το ανθρώπινο πρόσωπο που διασώζεται στο Ορθόδοξο κοινοβιακό πνεύμα.
Η Εκκλησία λύνει το κοινωνικό πρόβλημα.
Στην Ευρώπη θεοποιήθηκε ο άνθρωπος και γκρεμίστηκε ο Θεός. Τώρα που το είδωλο του ανθρώπου που υψώθηκε ως Θεός τσακίστηκε, ο Ευρωπαίος δεν έχει να πιαστεί από πουθενά. Βρέθηκε στο χάος.
Η μελέτη, η διατήρηση και βίωση της παραδόσεώς μας η λύση του δράματος του συγχρόνου ανθρώπου. Εάν και εμείς χάσουμε το φως της παραδόσεώς μας ποιός θα την προσφέρει στον δυτικό άνθρωπο;
Το μυστήριο της Αγίας Τριάδος, τρία ίσον ένα και ένα ίσον τρία, αποτελεί υπέρβαση της ανθρώπινης λογικής. Όσο πιο αντινομικό είναι για την ανθρώπινη λογική τόσο πιο αληθινό είναι. Είναι μυστήριο που θέλει την ελευθερία μας και όχι την καταναγκαστική λογική μας. Αν ήταν λογικό θα ήταν ανθρώπινο. Επειδή είναι υπέρλογο είναι θείο. Και το πιστεύουμε γιατί είναι της λογικής του Θεού. Για να πιστέψουμε το τρία ίσον ένα και ένα ίσον τρία θα πρέπει να ξεπεράσουμε την αυτάρκεια της δικής μας λογικής και να δεχθούμε ότι η δική μας λογική είναι περιορισμένη. Το άλμα από την δική μας λογική στην λογική του Θεού γίνεται διά της πίστεως.
Η Ορθοδοξία δεν είναι κλειστή, δεν φοβάται να πάρει στοιχεία από άλλους πολιτισμούς και να τα αφομοιώσει. Όχι όμως ότι είναι αντίθετο με το Ευαγγέλιο του Θεού. Πολλά από αυτά που πήρε, τους έδωσε νέο νόημα.
Το Αγιον Όρος αγαπάει τις γυναίκες κατά Θεόν γι’ αυτό και έχει άβατον.
Οι νέοι, με ταπείνωση και με υπακοή, μπορούν να βοηθήσουν να εκφραστεί σύγχρονα η παράδοσή μας. Αλλά αυτή η προσπάθεια για να είναι επιτυχημένη θα πρέπει να ξεπεράσουμε το ορθολογιστικό ουμανιστικό πνεύμα και να σταυρωθούμε.
Τα μοναστήρια κέντρα ανανεώσεως της πνευματικής ζωής.
Πηγή: Η άλλη όψη
Ιωάννης Θαλασσινός, Διευθυντής Π.Ε.ΦΙ.Π. 04-10-2017
Ποιός ἄραγε θυμᾶται τή θλιβερή ἐπέτειο τῆς ψήφισης, ἀπό τή Βουλή τῶν Ἑλλήνων, τοῦ ἐπαίσχυντου...
Χριστιανική Εστία Λαμίας 03-10-2017
Οἱ μάσκες ἔπεσαν γιά ἀκόμα μιά φορά. Ἑταιρεῖες γνωστές στούς Ἕλληνες καταναλωτές ἀφαίρεσαν ἀπό τά...
TIDEON 21-12-2015
Επιμένει να προκαλεί Θεό και ανθρώπους η ελληνική Κυβέρνηση, ψηφίζοντας στις 22 Δεκεμβρίου 2015 ως...
Tideon 14-12-2015
Η Κυβέρνηση μας μίλησε για την «αναγκαιότητα» και για τα πλεονεκτήματα της «Κάρτας του Πολίτη»...
TIDEON 27-08-2014
Λαμβάνουν διαστάσεις καταιγισμού οι αντιδράσεις πλήθους φορέων και πολιτών για το λεγόμενο «αντιρατσιστικό» νομοσχέδιο το...
tideon.org 02-05-2013
Kαταθέτουμε την αρνητική δήλωση μας προς τον Εθνικό Οργανισμό Μεταμοσχεύσεων (ΕΟΜ). Ο νόμος αφήνει πολλά...
Tideon 31-12-2012
Ποια είναι η λύση αν πλήρωσες «τσουχτερές» τιμές στο Κυλικείο του Νοσοκομείου, του Αεροδρομίου, του...
Νικόλαος Ἀνδρεαδάκης, ὁδηγός 03-04-2012
Εἶμαι νέος μὲ οἰκογένεια, ἔχω ὅλη τὴ ζωὴ μπροστά μου… Λόγῳ ἐπαγγέλματος ἔχω τὴ δυνατότητα...
tideon 07-11-2011
ΜΝΗΜΟΝΙΟ: Δεν ξεχνώ αυτούς που παρέδωσαν αμετάκλητα και άνευ όρων την ΕΘΝΙΚΗ ΚΥΡΙΑΡΧΙΑ και έκαναν...
ΚΑΤΑΛΑΒΕΣ ΤΩΡΑ ... 15-02-2011
Κατάλαβες τώρα ... γιατί σε λέγανε «εθνικιστή» όταν έλεγες πως αγαπάς την Πατρίδα σου; Για να...
ΤΡΑΠΕΖΑ ΙΔΕΩΝ 25-12-2010
Τώρα πια γνωρίζω τους 10 τρόπους που τα ΜΜΕ μου κάνουν πλύση εγκεφάλου και πώς...