
Τράπεζα Ἰδεῶν
Θησαύρισμα ἰδεῶν καί ἀναφορῶν γιά τήν Ὀρθοδοξία καί τόν Ἑλληνισμό
info@tideon.org
Ἂν ἡ δυσπιστία στὸν ἑαυτό μας καὶ ἡ ἐλπίδα στὸν Θεό, οἱ τόσο ἀπαραίτητες σ᾿ αὐτὸν τὸν πόλεμον, μείνουν μοναχές, ὄχι μόνον δὲν θὰ νικήσουμε, ἀλλὰ καὶ θὰ γκρεμισθοῦμε σὲ πολλὰ κακά. Γι᾿ αὐτὸ τὸ λόγο, κοντὰ σὲ αὐτὲς χρειάζεται καὶ ἡ ἐκγύμνασι, ποὺ εἶναι τὸ τρίτο πρᾶγμα ποὺ εἴπαμε στὴν ἀρχή, ἡ ὁποία πρέπει νὰ γίνεται πρῶτα μὲ τὸ νοῦ καὶ μὲ τὴ θέλησι. Καὶ τὸν μὲν νοῦ πρέπει νὰ φυλᾶμε ἀπὸ τὴν ἀγνωσία, ἡ ὁποία εἶναι σὲ αὐτὸν πολὺ ἀντίθετη, ἐπειδὴ τὸν σκοτίζει καὶ τοῦ ἐμποδίζει στὴν γνῶσι τῆς ἀλήθειας, ἡ ὁποία εἶναι τὸ δικό του ἀντικείμενο. Γι᾿ αὐτὸ εἶναι ἀνάγκη νὰ τὸν γυμνάζουμε, ὥστε νὰ γίνῃ λαμπρὸς καὶ καθαρός, γιὰ νὰ μπορῇ νὰ διακρίνῃ καλὰ ἐκεῖνο ποὺ μᾶς χρειάζεται γιὰ νὰ καθαρίσουμε τὴν ψυχή μας ἀπὸ τὰ πάθη καὶ νὰ τὴν στολίσουμε μὲ τὶς ἀρετές.
Αὐτὴ λοιπὸν τὴν λαμπρότητα τοῦ νοῦ μποροῦμε νὰ τὴν ἀποκτήσουμε μὲ δυὸ τρόπους· ὁ πρῶτος καὶ πλέον ἀναγκαῖος, εἶναι ἡ προσευχή, μὲ τὴν ὁποία παρακαλοῦμε τὸ Ἅγιο Πνεῦμα νὰ καταδεχθῆ νὰ σκορπίσῃ τὸ θεῖο του φῶς μέσα στὶς καρδιές μας, τὸ ὁποῖο, βέβαια, θὰ τὸ κάνῃ ἂν ζητήσουμε πραγματικὰ μόνο τὸν Θεό, ἂν κάνουμε τὸ θέλημά του τὸ ἅγιο καὶ ἂν ὑποτάξουμε κάθε τί μας στὴ συμβουλὴ καὶ ἐρώτησι τῶν ἐμπείρων καὶ πνευματικῶν μας Πατέρων.
Ὁ δεύτερος τρόπος εἶναι, μία παντοτεινὴ ἐκγύμνασις βαθειᾶς σκέψεως καὶ μελέτης τῶν πραγμάτων, γιὰ νὰ γνωρίσουμε μὲ αὐτή, ποιὰ πράγματα εἶναι καλά, ποιὰ κακά, ὄχι ὅπως τὰ κρίνει λανθασμένα ἡ αἴσθησις καὶ ὁ κόσμος, ἀλλὰ καθὼς τὰ κρίνει ὁ ὀρθὸς λόγος καὶ τὸ Πνεῦμα τὸ Ἅγιο, δηλαδή, ἡ ἀλήθεια τῶν θεοπνεύστων Γραφῶν καὶ τῶν πνευματοφόρων Πατέρων καὶ Διδασκάλων τῆς Ἐκκλησίας μας. Γιατὶ, ὅταν αὐτὴ ἡ σκέψις καὶ μελέτη γίνῃ σωστὴ καὶ ὅπως πρέπει, μᾶς κάνει νὰ γνωρίσουμε καθαρὰ ὅτι πρέπει νὰ θεωροῦμε μηδὲν καὶ μάταια καὶ ψεύτικα ὅλα ἐκεῖνα ποὺ ἀγαπᾷ καὶ μὲ διαφόρους τρόπους ζητάει ὁ τυφλὸς καὶ διεφθαρμένος κόσμος.
Δηλαδή, ὅτι οἱ τιμὲς καὶ οἱ ἡδονὲς καὶ ὁ πλοῦτος τοῦ κόσμου δὲν εἶναι τίποτα ἄλλο, παρὰ ματαιότητα καὶ θάνατος τῆς ψυχῆς· ὅτι οἱ βρισιὲς καὶ οἱ δυσφημίσεις ποὺ μᾶς κάνει ὁ κόσμος, προξενοῦν σὲ μᾶς ἀληθινὴ δόξα καὶ οἱ θλίψεις χαρά· μὲ τὸ νὰ συγχωρᾶμε τοὺς ἐχθρούς μας καὶ νὰ τοὺς κάνουμε καλά, εἶναι μεγαλοψυχία καὶ μία ἀπὸ τὶς μεγαλύτερες ὁμοιότητες μὲ τὸν Θεό· ὅτι περισσότερο ἰσχύει τὸ νὰ καταφρονήσῃ κάποιος τὸν κόσμο, παρὰ νὰ εἶναι ἐξουσιαστὴς ὅλου τοῦ κόσμου· ὅτι τὸ νὰ ὑπακούῃ κάποιος πρόθυμος, εἶναι μία πρᾶξις μᾶλλον μεγαλόψυχη καὶ γενναία, παρὰ τὸ νὰ ὑποτάση καὶ νὰ προστάζει μεγάλους βασιλεῖς.
Ὅτι ἡ ταπεινὴ γνῶσι τοῦ ἑαυτοῦ μας, πρέπει νὰ τιμᾶται περισσότερο ἀπὸ τὸ ὕψος ὅλων τῶν ἐπιστημῶν, ὅτι τὸ νὰ νικήσουμε καὶ νὰ νεκρώσουμε τὰ θελήματά μας καὶ τὶς ὀρέξεις μας, ὅσο καὶ ἂν εἶναι μικρές, εἶναι ἄξιο μεγαλυτέρου ἐπαίνου, παρὰ τὸ νὰ καταπολεμήσουμε πολλὰ κάστρα, νὰ κατατροπώσουμε δυνατὰ στρατόπεδα μὲ τὰ ὅπλα στὰ χέρια καὶ τὸ νὰ κάνουμε θαύματα ἢ νὰ ἀναστήσουμε νεκρούς.
Πηγή: (Ἀόρατος Πόλεμος - Μέρος 1ον - Ἅγιος Νικόδημος ὁ Ἁγιορείτης), Ορθόδοξοι Πατέρες
Ἀπό τῆς διασπορᾶς τῶν ἐθνῶν, ὡς ἔφθην εἰπών, μερίς Κυρίου γέγονεν ὁ Ἰσραήλ. Ὁ γοῦν Ἰσραήλ οὗτος, εἰς ἔθνος μέγα καί λαόν πολύν γεγονώς, ἐξώκειλεν εἰς εἰδωλολατρείαν, καθώς ἐποίουν τά ἔθνη· καί ὀλίγοι λίαν ὡς ζύμη τις καί μερίς τῷ Θεῷ ἐφυλάχθησαν. Ἐλθόντος οὖν τοῦ Χριστοῦ, εἰ ἐπίστευσαν αὐτῶ καί προσεκύνησαν ὡς Θεῷ, ἔμελλον ἅπαντες, δίκαιοί τε καί ἄδικοι, θεοσεβεῖς καί εἰδωλολάτραι, εἰς ἕν γενέσθαι καί ἅμα σωθήσεσθαι. Καί εἰ τοῦτο γέγονεν, ἔλεγον ἄν τά ἔθνη πρός αὐτόν· "Θεέ τοῦ παντός καί Δέσποτα, Κύριε τῶν αἰώνων, ἰδού χωρίς ἔργων δικαιοσύνης τινῶν πάντας αὐτούς ἔσωσας. (138) Τί οὖν; Ἡμεῖς δέ οὐκ ἐσμέν ἔργα χειρῶν σου καί πλάσμα;" Ἀντέλεγον δέ τούτοις οἱ Ἰουδαῖοι ἅ δή καί ἔλεγον· "Οὐχί, ἀλλ᾿ ἡμεῖς ἐσμεν μόνοι μερίς αὐτοῦ, ἡμεῖς μόνοι κλῆρος αὐτοῦ· πρός ἡμᾶς οἱ πλάκες τῆς διαθήκης, ἡ περιτομή καί τά λοιπά ἅ μόνοις ἡμῖν ἐπηγγείλατο καί ἡμῖν δέδωκεν, ὑμῖν δέ οὐδαμῶς δώσει". Πρός ταῦτα πάλιν ἄν ἀνθυπέφερον τά ἔθνη, λόγου μή ἀξιοῦντα τούς φθονερούς Ἰουδαίους· "Ἡμᾶς μέν, ὦ Δέσποτα καί Λόγε Θεοῦ, ἀξίως ὡς ἀναξίους ἀπώσω, ὡς σκληροτραχήλους καί ἀνηκόους ἀνεπιμελήτους καταλιπών, καί λιμῷ ἀγνωσίας καί δίψει ἀνυδρίας τοῦ μή ἀκοῦσαι ἡμᾶς λόγων ἁγίων σου ἐάσας καί δικαίως. Εἰς δέ τούτου αὐτούς πᾶσαν ἐπεδείξω ἀγάπην καί ἐπιμέλειαν· προφήτας καί κριτάς καί διδασκάλους ὡς ὁδηγούς καί παιδευτάς δέδωκας αὐτοῖς· νόμον καί περιτομήν καί σημεῖα καί τέρατα ἐποίησας εἰς αὐτούς· καί πάντα ταῦτα εἰς οὐδέν λογισάμενοι, ἐγκατέλιπόν σε καί εἰδώλοις μεθ᾿ ἡμῶν ὡς θεοῖς προσεκύνησαν· καί ἅπερ ἡμεῖς ἐπράξαμεν ἔργα, πάντα καί αὐτοί διεπράξαντο· καί ὁμοίως ἡμῖν ἠρνήσαντό σε τόν εὐεργέτην. Νυνί δέ μόνῃ τῇ εἰς σέ πίστει συνεπάθησας αὐτοῖς, ἠλέησας καί ᾠκτείρησας καί τοῖς μή ἁμαρτήσασιν ἁγίοις σου συνηρίθμησας. Οὐκ ἐλεήσεις δέ καί ἡμᾶς; Οὐκ οἰκτειρήσεις; Οὐ προσδέξῃ, φιλάνθρωπε;" Καί οὕτως δικαίως καί εὐλόγως τοῖς ἐν περιτομῇ εἰδώλοις θύσασιν οἱ ἐν ἀκροβυστίᾳ συνήπτοντο καί οἱ πάντες εἰς ἕν ἐν Χριστῷ γενήσεσθαι ἔμελλον.
Ἐπεί δέ μετά τῶν προγενεστέρων αὐτῶν κακῶν καί αὐτόν τόν Χριστόν καί Θεόν ὡς κακουργόν ἀπέκτειναν, τόν δέ Βαραββᾶν ὡς ἀντίτυπον τοῦ Ἀντιχρίστου ᾐτήσαντο καί ἀπέλυσαν καί μετά ταῦτα καί αὐτούς ἐδίωξαν τούς ἀποστόλους αὐτοῦ, ἐξορίσας αὐτούς, ὥσπερ εἴπομεν, ἐκ τοῦ παραδείσου, διέσπειρεν εἰς πάντα τά ἔθνη, ὡς τήν τῶν ἐθνῶν ἀνταλλαξαμένους ἀσέβειαν. (139) Τά δέ γε ἔθνη ἐκ τῆς πλευρᾶς τοῦ Ἀδάμ ὁ τήν πλευράν ἀναλαβών τοῦ Ἀδάμ ἐκ τῆς γυναικός καί εἰς ἄνδρα τέλειον οἰκοδομήσας αὐτήν, σάρξ αὐτός ὅλος ὁ φύσει Υἱός καί Λόγος τοῦ Θεοῦ δι᾿ αὐτῆς γεγονώς καί υἱός τοῦ Ἀδάμ κατά τήν φύσιν τοῦ Ἀδάμ χρηματίσας, πρός ἑαυτόν ἐπεσπάσατο. Τοῦτο ὁ πλοῦτος τοῦ κόσμου· καί εἰ τοῦτο γέγονε πλοῦτος κόσμου, πόσῳ μᾶλλον, εἰ κἀκεῖνοι ἐπίστευσαν, γενήσεσθαι ἔμελλον. Ἦν μέν οὖν ἐκ τῆς πρώτης διασπορᾶς μερίς ὁ πᾶς Ἰσραήλ ὅν προέγνω καί προώρισε· καί ὅτε ἦλθεν ἐκάλεσεν αὐτόν εἰς πίστιν τήν ἑαυτοῦ. Ἐπεί δέ ἐλθεῖν πρός αὐτόν οὐκ ἠθέλησε, λαβών ἐκ τῆς ὅλης μερίδος μερίδα μικράν τούς εἰς αὐτόν πιστεύσαντας, δηλονότι τόν Ἰωάννην τόν πρόδρομον, τούς ἀποστόλους καί καθεξῆς τούς λοιπούς, τό πλεῖστον τῆς μερίδος τό ἐκ προθέσεως οἰκείας εἰς ἀπιστίαν πεσόν ἀπέρριψε· καί ἀντ᾿ αὐτῶν εἰσῆλθον τά ἔθνη καί τῇ κατ᾿ ἐκλογήν πίστεως μερίδι ἐκ πίστεως καί αὐτοί ἐκολλήθησαν.
Καί σκόπει μοι ἀπ᾿ ἐντεῦθεν τήν τοῦ λόγου καθ᾿ ὁδόν προκοπήν, ὅπως ἔρχεται τά τῆς καινῆς καί θαυμασίας μερίδος ἐκδιηγήσασθαι.
Πηγή: Ὀρθόδοξοι Πατέρες
«Ὅν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπί τάς πηγάς τῶν ὑδάτων,
οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρός σε, ὁ Θεός»
(Ψαλμ. 41, 1-2)
Χαρά καί εὐφροσύνη ἀπέραντη, γιορτή καί πανηγύρι αἰώνιο τῆς ψυχῆς εἶναι ἡ μυστικήἕνωσίς της μέ τόν Κύριο Ἰησοῦ Χριστό.
Ἀδελφέ μου, «ἔρχου καί ἴδε!» (Ιω. 1,47).
Ἔλα καί δές τόν Ἰησοῦ!
Ἔλα καί δόξασέ Τον!
Ἔλα καί ὕμνησε τόν Κύριο σου!
Ἔλα καί γονάτισε καί κλάψε μπροστά στόν πλάστη σου!
Ἔλα, προσκύνησέ Τον, ἀναγνώρισέ Τον, ὁμολόγησε Τον! «Πρόσελθε πρός αὐτόν καίφωτίσθητι, καί τό πρόσωπόν σου οὐ μή καταισχυνθῇ» (Ψαλμ. 33, 6).
Ἔλα πεινασμένε, νά εὐφρανθῆς ἀπό τή θεία τροφή!
Ἔλα τυφλέ, ν᾿ ἀπολαύσης τό αἰώνιο φῶς!
Ἔλα αἰχμάλωτε, νά χαρῆς τήν ἐλευθερία!
Ἔλα θνητέ, ἑνώσου μέ τόν Ἀθάνατο, γιά ν᾿ ἀξιωθῆς τῆς αἰωνίας ζωῆς!
Ἔλα πονεμένε καί θλιμμένε, νά βρῆς τήν παντοτεινή χαρά!
Ἔλα ἀπελπισμένε, νά βρῆς τήν ἐλπίδα!
Ἔλα ψυχρέ, νά φλογισθῆς σάν τή φωτιά!
Ἔλα φτωχέ, νά πλουτίσης μέ τόν ἀδαπάνητο θησαυρό!
Ἔλα γυμνέ, νά ἐνδυθῆς ἀθάνατη δόξα καί ἀφθαρσία!
Ἰδού, ὁ Κύριος «ἔρχεται μετά τῶν νεφελῶν, καί ὄψεται αὐτόν πᾶς ὀφθαλμός καί οἵτινες αὐτόνἐξεκέντησαν, καί κόψονται ἐπ᾿ αὐτόν πᾶσαι αἱ φυλαί τῆς γῆς» (Αποκ. 1, 7). Ναί, ἔρχεται καίδέν θ᾿ ἀργήση ὁ Κύριος.
Μακάριος ὅποιος τηρεῖ τίς ἐντολές Του. Μακάριος ὅποιος φυλάττει τόν νόμο Του.
Μακάριος ὅποιος εἶναι νοερά καί μυστικά ἑνωμένος μαζί Του.
Σήκωσε, ἀδελφέ μου, σήκωσε τούς νοητούς ὀφθαλμούς τῆς καρδιᾶς σου πρός τόν Θεό καίἱκέτευε Τον νά τήν φλογίση μέ τή θεία ἀγάπη Του. Ταύτισε τό θέλημά σου μέ τό θέλημα τοῦΚυρίου. Σάν ἄλλος Βαρτίμαιος φώναξε κι ἐσύ πάλι: «Υἱέ Δαβίδ Ἰησού, ἐλέησον με!» (Μαρκ. 10,47). Καί ὅσο οἱ δαίμονες, μέ τά τεχνάσματα καί τίς παγίδες τους, προσπαθοῦν νά ἐμποδίσουντήν ἀναφορά σου πρός τόν Κύριο, ἐσύ «πολλῷ μάλλον κράζε· υἱέ Δαβίδ, ἐλέησον με!» (Μαρκ.10, 48), διδαξέ με νά κάνω πάντοτε τό θέλημά Σου καί ν᾿ ἀνήκω μόνο σέ Σένα!
«Εἰ δώσω (=δέν θά δώσω) ὕπνον τοίς ὀφθαλμοῖς μου καί τοῖς βλεφάροις μου νυσταγμόν καίἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ» (Ψαλμ.131, 4-5). Βίαζε τόν ἑαυτό σου νύχτα καί μέρα, μήν τοῦ δίνης ἀνάπαυσι καί ἡσυχία, μέχρι ν᾿ ἀνοίξης τήν καρδιά σου στόν Κύριο, ν᾿ ἀνοίξης μέσα σου τόπο γιά Κεῖνον καί νά γίνηςὁλόκληρος κατοικητήριο τῆς χάριτός Του. Γι᾿ αὐτό ἄλλωστε πλάσθηκες καί αὐτός εἶναι ὁμοναδικός σκοπός τῆς ζωῆς σου: ἡ ἕνωσίς σου μέ τόν Θεό.
Τήν ὁλοκληρωτική ἕνωσί σου μέ τόν Κύριο θά ἐπιτύχης καλλιεργώντας τήν ἀδιάκοπηἐπικοινωνία μαζί Του διά τῆς προσευχῆς. Ξέχασε ὅλα τά γήϊνα καί μάταια καί στρέψε ὅλεςτίς ἐπιθυμίες καί τίς διαθέσεις σου πρός Αὐτόν, ζήτα τό ἔλεός Του ἀδιάλειπτα, κράτα τήμνήμη Του συνεχῶς στόν νοῦ σου καί βυθίσου ὅλος μέσα στό πέλαγος τῆς ἀγάπης Του.
Αὐτός εἶναι ὁ Θεός σου,
Αὐτός ὁ δημιουργός σου,
Αὐτός ἡ δόξα σου,
Αὐτός ἡ σωτηρία καί ἡ αἰώνια ζωή σου.
Ἀπόκτησε λοιπόν κι ἐσύ, «ἀπό τοῦ νῦν καί ἕως τοῦ αἰώνος» τόν ἀσίγαστο πόθο τοῦ προφήτου:
«Ὅν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπί τάς πηγάς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρός σε,ὁ Θεός» (Ψαλμ. 41, 1-2).
Πηγή: (Ἀπό τό βιβλίο: «ΠΝΕΥΜΑΤΙΚΟ ΑΛΦΑΒΗΤΟ»,Ἁγίου Δημητρίου τοῦ Ροστώφ, Ἐκδόσεις: ''Ἱερᾶς Μονῆς Παρακλήτου Ὡρωποῦ Ἀττικῆς"), Ι.Ν. Παντανάσσης
Ὁ μέν οὖν λαός οὗτος ὁ ἐκ τοῦ σπέρματος Ἀβραάμ, ἤγουν ἡ μερίς ἡ ἐκ τῆς πλευρᾶς τοῦ Ἀδάμ, οἷα δέ νέος ἄλλος τις καί τρίτος κόσμος ὑπό τοῦ Θεοῦ κατέστη, εἰκόνα (134) τοῦ πρώτου φέρων ἐκείνου κόσμου καί παραδείσου καί αὐτοῦ <τοῦ> δευτέρου, τοῦ ἐν τῇ κιβωτῷ δηλονότι, οὐ μόνον δέ, ἀλλά καί τύπον τῶν μετά ταῦτα μελλόντων γενέσθαι, μέσος τις ὤν καί τά μέν ἀρχαῖα τοῖς εἰς ὕστερον ὑπογράφων, τοῖς δέ γε ὕστερον τά ἀρχαῖα σημαίνων συνάπτεσθαι. Εἶχε γάρ τήν γῆν τῆς ἐπαγγελίας ἀντί τοῦ παραδείσου ἐκείνου παράδεισον ἄλλον δεύτερον, τήν κιβωτόν ἀντί τῆς Θεοτόκου, προμηνύων ἡμῖν δι᾿ αὐτῶν καί ἐξεικονίζων τήν ἐν ἀνακαινώσει Πνεύματος Ἁγίου μέλλουσαν ἔσεσθαι τοῖς ἁγίοις ἐν ἐκείνῳ ἐπάνοδον καί κληρονομίαν. Εἶχε τόν νόμον, ὡς τήν ἐντολήν οἱ προπάτορες ἐδήλου δέ διά τῆς τοῦ νόμου δουλείας τήν ὑπέρ νόμον δοθήσεσθαι μέλλουσαν ἐλευθερίαν ἐν νόμῳ πνευματικῷ. Εἶχε τήν στάμνον τοῦ μάννα ἀντί τοῦ ξύλου τῆς ζωῆς τοῦ ἐν μέσῳ τοῦ παραδείσου, οὗ φαγεῖν οὐκ ἐάθησαν ἐκεῖνοι, εἰκόνα φέρουσαν καί δηλοῦσαν τήν στάμνον τήν τόν Χριστόν φέρειν ἐντός μέλλουσαν. Εἶχε τό μάννα ἀντί τοῦ Χριστοῦ· αὐτός γάρ ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβάς καί ζωήν αἰώνιον τῷ κόσμῳ διδούς· διά τοῦτο γάρ καί τό μάννα ἐξ οὐρανῶν ἦν· "Ἄρτον γάρ, φησίν, ἀγγέλων ἔφαγεν ἄνθρωπος". Καί συνελόντα εἰπεῖν, παράδεισον αὐτόν νέον πεποιηκώς, πολλά τοῦ παραδείσου ἐκείνου τιμιώτερά τε καί ὑψηλότερα ἐν αὐτῷ ἔθετο, ὅσῳ καί μειζόνων ἐπαγγελιῶν καί πραγμάτων τύπος ἦν.
Ἔθετο καί γάρ ἐν αὐτῷ τόν Μωϋσῆν, καθάπερ ἐκεῖ τόν Ἀδάμ· καί ἐλάλει αὐτῷ ὁ Θεός ὡς τῷ Ἀδάμ καί ὁ Μωϋσῆς ἐλάλει τῷ Θεῷ καθώς ὁ Ἀδάμ· Ἀλλ᾿ οὐκ εἶχεν ὁ Ἀδάμ ὡς οὗτος ἐπαγγελίας ἐλπίδα τοῦ σωματικῶς ἐκεῖσε παραγενέσθαι τόν μονογενῆ τοῦ Θεοῦ Υἱόν καί Θεόν. Εἶχεν ἐκεῖνος τό ξύλον τῆς ζωῆς, οὐκ ἐκείνην δέ αὐτήν τήν ζωήν· οὗτος δέ ἐκδηλοτέραν μέν ὑπέρ τό τῆς ζωῆς ξύλον (135) τήν τοῦ Πνεύματος χάριν ἐν τοῖς προφήταις ἐκέκτητο, τήν τελείαν καί ἀληθινήν ζωήν ἐν τῷ Χριστῷ δοθήσεσθαι κατεπαγγελλομένοις. Εἶχεν ὁ παράδεισος ἐκεῖνος ἄπονον ζωήν καί ἀμέριμνον, δένδρα τε καί καρπούς ὡραίους εἰς βρῶσιν· εἶχε καί οὗτος τό μάννα ἐξ οὐρανοῦ τροφήν αὐτοσχέδιον, ὥσπερ εἴρηται· ἔπινόν τε ἐκ πέτρας ἀκολουθούσης ὕδωρ ὑπέρ μέλιν γλυκάζον· οὐ μήν ἀλλά γάρ καί "τά ἱμάτια αὐτῶν καί τά ὑποδήματα οὐκ ἐπαλαιοῦντο οὐδέ ἐφθείροντο", ἀλλά συνηύξανον καί ταῦτα τοῖς αὐτῶν σώμασι καί οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Εἶχον οἱ ἐν τῷ πρώτῳ παραδείσῳ ἀπειλήν θανάτου καί κατάρας ἐν τῇ παραβάσει τῆς ἐντολῆς· εἶχον οἱ ἐν τούτῳ ἀφέσεως ἁμαρτιῶν ἐλπίδα καί εὐλογίαν ζωῆς αἰωνίου ἐν τῷ μή πληρῶσαι τόν νόμον τοῦ Θεοῦ τινα ἐξ αὐτῶν, τοῦ Χριστοῦ ἐλθεῖν κατεπαγγελλομένου καί ποιῆσαι τό ἀδύνατον παρ᾿ ἐκείνοις δυνατόν, οὐχί πρός κατάκρισιν τῶν μή φυλαξάντων, ἀλλά πρός σωτηρίαν τῶν πιστευσάντων. Εἶχεν ὁ πρῶτος τήν φλογίνην ῥομφαίαν φυλάττουσαν τήν εἴσοδον τοῦ ξύλου τῆς ζωῆς καί ἀπείργουσαν ἐξ αὐτοῦ τόν Ἀδάμ καί τούς ἐξ αὐτοῦ· εἶχεν οὗτος τόν ἀρχιστράτηγον Μιχαήλ, τούς ἐν αὐτῷ μᾶλλον περισκέποντα καί φυλάσσοντα, τά δέ διασπαρέντα ἔθνη τοῦ εἰσελθεῖν ἐν αὐτῷ μή παραχωροῦντα. Προῳκονόμησεν ἐκεῖ ὁ Θεός, ἵνα διά τῆς πλευρᾶς τοῦ Ἀδάμ ἡ τοῦ Ἀδάμ ἀνάπλασις γένηται· καί διά τοῦτο ἐκ τοῦ ἀνδρός τότε ἄνευ συνουσίας γέγονεν ἡ γυνή, ὡς ἄν ἐκ τῆς γυναικός πάλιν ἡ πλευρά ληφθῇ τοῦ Ἀδάμ καί ἄνευ ῥεύσεως καί συνουσίας γεννηθῇ ἀνήρ ὁ Χριστός καί Θεός καί δι᾿ αὐτοῦ ὁ Ἀδάμ ἀνακαινισθῇ· προεπηγγείλατο ἐν τούτῳ τῷ παραδείσῳ ὁ Θεός τῷ Ἀβραάμ εἰσαγαγεῖν ἐν τῷ σπέρματι αὐτοῦ (136) πάντα τά ἐξωσθέντα ἔθνη καί μίαν ποίμνην αὐτούς ἀπεργάσασθαι.
Ἐπεί οὖν οἱ ἐν τοῖς ἀγαθοῖς τούτοις ὄντες καί πρό τοῦ εἰσελθεῖν εἰς τήν τῆς ἐπαγγελίας γῆν καί μετά τό εἰσελθεῖν παρέβησαν καί αὐτοί τήν ἐντολήν τοῦ Θεοῦ τήν λέγουσαν· "Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι καί οὐ προσκυνήσεις Θεῷ ἀλλοτρίῳ" καί "ἔθυσαν τούς υἱούς αὐτῶν καί τάς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις καί ἤσθιον καί ἔπινον τόν οἶνον τῶν σπονδῶν αὐτῶν καί προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, ἀπέκτεινάν τε τούς ἁγίους καί ἐλιθοβόλησαν τούς προφήτας, ἐστράφησαν εἰς τόξον στρεβλόν καί παρώξυναν ἐπ᾿ ἀλλοτρίοις καί ἐν βδελύγμασιν αὐτῶν τόν Θεόν τόν θρέψαντα αὐτούς ἐν τῇ ἐρήμῳ καί ἐπελάθοντο αὐτοῦ" – τί οὖν ὁ παρά πάντα τά ἔθνη ἐκλεξάμενος αὐτούς Κύριος; Ὠργίσθη καί ἀπεστράφη αὐτούς; Οὐδαμῶς, ἀλλά ἀπέστειλε τόν Υἱόν αὐτοῦ κατακλύσαι τάς ἁμαρτίας αὐτῶν, ἐπειδή ἐφθάσθησαν ὁμοιωθῆναι καί οὗτοι τοῖς ἔθνεσι, καθώς γέγραπται· "Καί ἐμίγησαν ἐν τοῖς ἔθνεσι καί ἔμαθον τά ἔργα αὐτῶν" καί "οὐ συνῆκαν ἐν τιμῇ ὄντες". Τοιγαροῦν ἀναμνήσθητί μοι τῆς κιβωτοῦ τῶν υἱῶν Νῶε καί τῶν θηρίων καί ἑρπετῶν τῶν ἐν αὐτῇ τότε εἰσεληλυθότων, ὡς εἶπον, τά ἐν αὐτῇ διηγούμενος, τόν μέν Νῶε τύπον εἶναι τοῦ Χριστοῦ, τούς υἱούς δέ αὐτοῦ τοῦ ἐν τῷ νόμῳ λαοῦ, τά δέ θηρία καί τά ἑρπετά τῶν ἐθνῶν. Οἱ γοῦν ἐν τῷ νόμῳ ἄνθρωποι, οἱ μερίς Κυρίου κληθέντες, ὁ κλῆρος αὐτοῦ, τοῖς θηρίοις εἴτ᾿ οὖν τοῖς ἔθνεσιν ἐξωμοιώθησαν· καί θέλων αὐτούς ὁ Θεός ἀνακαλέσασθαι καί εἰς τό ἀρχαῖον πάλιν ἀποκαταστῆσαι κατῆλθεν ἐπί γῆς (137) καί ἐσαρκώθη, λαβών τήν πλευράν τοῦ Ἀδάμ ἐκ τῶν πανάγνων τῆς Θεοτόκου σαρκῶν, καί ἐγένετο ἄνθρωπος, ὁμοιωθείς ἡμῖν κατά πάντα πλήν ἁμαρτίας. Τί τοῦτο; Ἵνα καί τούς ἐν νόμῳ φυλάξαντας τελειώσῃ διά τῆς εἰς αὐτόν πίστεως, καί τούς εἰς εἰδωλολατρείαν ἐξ αὐτῶν ἐκπορνεύσαντας διά πίστεως τῷ λοιπῷ σώματι ἐπισυνάψῃ, καί οὕτως δικαιωθῶσιν ὡσαύτως καί τά ἔθνη διά τῆς πίστεως κατά τό οὕτως εἰρημένον ὑπό τοῦ Παύλου· "Εἰ γάρ τό αὐτῶν παράπτωμα πλοῦτος, φησί, τοῦ κόσμου γέγονε, πόσῳ μᾶλλον ἡ σωτηρία αὐτῶν γενήσεσθαι ἔμελλεν;"
Ἀλλ᾿ ἡ θεωρία τοῦ εἰρημένου ὅσον ἀπό τοῦ γράμματος νοεῖν μοι καί ἕτερόν τι σαφῶς ὑποτίθεται. Ἀλλά προσέχετε, ἵνα γνῶτε καλῶς τί ἐστιν ὅ λέγει ὁ θεῖος Ἀπόστολος· "Εἰ τό αὐτῶν παράπτωμα πλοῦτος κόσμου γέγονε, πόσῳ μᾶλλον ἡ σωτηρία αὐτῶν γενήσεσθαι ἔμελλεν;"
Πηγή: Ὀρθόδοξοι Πατέρες
Μοναχός, ὅστις ἀμιγής ἐστι κόσμῳ καί ἀενάως ὁμιλεῖ Θεῷ μόνῳ, βλέπων βλέπεται, φιλῶν φιλεῖται καί γίνεται φῶς λαμπόμενος ἀρρήτως˙ δοξαζόμενος δοκεῖ πλέον πτωχεύειν καί προσοικειούμενος ὡς ξένος πέλει. Ὤ ξένου πάντῃ θαύματος καί ἀφράστου! Διά πλοῦτον ἄπειρον ὑπάρχω πένης καί μηδέν ἔχειν δοκῶ πολύ κατέχων καί λέγω˙ Διψῶ διά πλῆθος ὑδάτων καί τίς μοι δώσει, ὅπερ ἔχω πλουσίως, καί ποῦ εὑρήσως, ὅν ὁρῶ καθ᾿ ἑκάστην; Πῶς δέ κρατήσω, ὅ ἐντός μου ὑπάρχει καί ἔξω κόσμου, οὐ γάρ βλέπεται ὅλως; Ὅ ἔων ὦτα ἀκούειν ἀκουέτω νοῶν ἀληθῶς ῥήματα ἀγραμμάτου.
Πηγή: Ὀρθόδοξοι Πατέρες
ΛΟΓΟΣ ΤΡΙΑΚΟΣΤΟΣ
(Διά τόν σύνδεσμον τής εναρέτου τριάδος τών αρετών, τής αγάπης, τής ελπίδος καί τής πίστεως)
1.Νυνί δε λοιπόν - ύστερα από όλα τα προηγούμενα - μένει τα τρία ταύτα – τά οποία σφίγγουν και διατηρούν τον σύνδεσμο όλων – πίστις, ελπίς, αγάπη∙ μείζων δε πάντων η αγάπη» (πρβλ. Α΄ Κορ. ιγ΄ 13), διότι και ο Θεός αγάπη ονομάζεται (πρβλ. Α΄ Ιωάν. δ΄ 16). Εγώ όμως την μία την βλέπω σαν ακτίνα, την άλλη σαν φως και την Τρίτη σαν ηλιακό δίσκο, και όλες μαζί σαν ένα φωτεινό απαύγασμα και μία και την αυτήν λαμπρότητα. Η μία, η πίστις, δύναται να επιτελέση τα πάντα. Η άλλη, η ελπίς, περικυκλώνει με το έλεος του Θεού και δεν καταισχύνει τον ελπίζοντα. Και η Τρίτη, η αγάπη, δεν πέφτει ποτέ από το ύψος της ούτε σταματά από το τρέξιμό της ούτε επιτρέπει σ΄ αυτόν που επλήγωσε με τα βέλη της να ηρεμήση από την «μακαρίαν μανίαν» που του επροξένησε.
2. Αυτός που θέλει να ομιλή για την αγάπη είναι σαν να επιχειρή να ομιλή για τον ίδιο τον Θεόν. Η ανάπτυξις όμως ομιλίας περί Θεού είναι πράγμα επισφαλές και επικίνδυνο σε όσους δεν προσέχουν. Για την αγάπη γνωρίζουν να ομιλούν οι Άγγελοι, αλλά και αυτοί ανάλογα με τον βαθμό της θείας ελλάμψεώς τους. Αγάπη είναι ο Θεός, και όποιος προσπαθεί να δώση ορισμό του Θεού ομοιάζει με τυφλό που μετρά στην άβυσσο τους κόκκους της άμμου.
3. Η αγάπη, ως προς την ποιότητά της είναι ομοίωσις με τον Θεόν, όσο βέβαια είναι δυνατόν στους ανθρώπους. Ως προς την ενέργειά της, μέθη της ψυχής. Ως προς δε τις ιδιότητές της, πηγή πίστεως, άβυσσος μακροθυμίας, θάλασσα ταπεινώσεως.
4. Η αγάπη κυρίως είναι η απόρριψις κάθε εχθρικής και αντιθέτου σκέψεως, εφ΄ όσον «η αγάπη ού λογίζεται το κακόν» (Α΄ Κορ. ιγ΄ 5). Η αγάπη και η απάθεια και η υιοθεσία μόνο στην ονομασία διαφέρουν. Όπως ταυτίζεται η ενέργεια στο φως, στην φωτιά και στην φλόγα, έτσι να σκέπτεσαι ότι συμβαίνει και σ΄ αυτές. Όσο ποσόν αγάπης λείπει, τόσο ποσόν φόβου υπάρχει. Διότι όποιος δεν έχει φόβο ή είναι γεμάτος από αγάπη ή είναι νεκρωμένος ψυχικά.
5. Δεν είναι απρεπές εάν από τα ανθρώπινα πράγματα χρησιμοποιήσωμε παραδείγματα για τον πόθο και τον φόβο και την επιμέλεια και τον ζήλο και την δουλεία και τον έρωτα του Θεού.
Μακάριος εκείνος πού απέκτησε τέτοιο πόθο προς τον Θεόν, ωσάν αυτόν πού έχει ο μανιώδης εραστής προς την ερωμένη του.
Μακάριος εκείνος πού εφοβήθηκε τον Κύριον, όσο οι υπόδικοι τον δικαστή.
Μακάριος εκείνος πού έδειξε τόση επιμέλεια και φροντίδα στα πνευματικά, όσο οι ευγνώμονες δούλοι στον κύριό τους.
Μακάριος εκείνος πού έδειξε τόση ζηλοτυπία για τις αρετές, όση οι σύζυγοι πού προσέχουν ζηλότυπα τις γυναίκες τους.
Μακάριος εκείνος πού την ώρα της προσευχής ίσταται εμπρός στον Κύριον όπως οι υπηρέτες εμπρός στον βασιλέα.
Μακάριος εκείνος που προσπαθεί συνεχώς να περιποιήται και να αναπαύη τον Κύριον όπως έτυχε να περιποιηθή και να αναπαύση (σεβαστούς) ανθρώπους.
Δεν προσκολλάται τόσο πολύ η μητέρα στο βρέφος που θηλάζει, όσο ο υιός της αγάπης στον Κύριον.
6. Ο πραγματικός εραστής φέρνει πάντοτε στον νού του το πρόσωπο του αγαπημένου του και το εναγκαλίζεται μυστικά με ηδονή. Αυτός ποτέ, ούτε και στον ύπνο του δεν μπορεί να ησυχάση, αλλά και εκεί βλέπει το ποθητό πρόσωπο και συνομιλεί μαζί του. Έτσι συμβαίνει στον σωματικό έρωτα. Έτσι συμβαίνει και σ΄ αυτούς πού αν και έχουν σώμα είναι ασώματοι (και ασκούν τον πνευματικό έρωτα).
7. Κάποιος που εκτυπήθηκε από αυτό το βέλος έλεγε για τον εαυτό του - πράγμα πού με κάνει να θαυμάζω - : «Εγώ καθεύδω» από την ανάγκη της φύσεως, «η δε καρδία μου αγρυπνεί» από το πλήθος του έρωτος (πρβλ. Άσμα ε΄ 2).
8. Πρέπει να σημειώσης και τούτο, ως αφωσιωμένε φίλε, ότι αφού η ψυχή σαν άλλη έλαφος εξοντώση τα δηλητηριώδη ερπετά των παθών, τότε «επιποθεί και εκλείπει προς Κύριον» (πρβλ. Ψαλμ. πγ΄ 3), διότι πληγώνεται σαν με δηλητήριο από το πύρ της αγάπης [1].
9. Εκείνο που προξενεί η πείνα είναι κάτι πού δεν φαίνεται και δεν εκδηλώνεται. Εκείνο όμως πού προξενεί η δίψα είναι κάτι το έντονο και φανερό πού κάνει έκδηλο σε όλους τον εσωτερικό φλογισμό. Γι΄αυτό και εκείνος πού επόθει τον Θεόν έλεγε: «Εδίψησεν η ψυχή μου προς τον Θεόν, τον ισχυρόν, τον ζώντα» (Ψαλμ. μα΄ 3).
10. Εάν το πρόσωπο πού αγαπούμε γνήσια, μας μεταβάλλη εξ ολοκλήρου με την παρουσία του και μας κάνη φαιδρούς και χαρωπούς και χωρίς λύπη, τι δεν θα προξενή άραγε το πρόσωπο του Δεσπότου, όταν επισκέπτεται μυστικά την καθαρή ψυχή;
11. Ο φόβος, όταν εισχωρήση πραγματικά σε μία ψυχή, λυώνει και κατατρώγει τα ρυπαρά πάθη της σαρκός. «Καθήλωσον έκ του φόβου σου τάς σάρκας μου», λέγει σχετικά ο Ψαλμωδός (Ψαλμ. ριη΄ 120). Ενώ η οσία αγάπη, άλλους συνηθίζει να τους κατατρώγη, όπως είπε ο σοφός: «Εκαρδίωσας ημάς, εκαρδίωσας»∙ δηλαδή «μας επλήγωσες στην καρδιά» (Άσμα δ΄ 9). Άλλους τους κάνει ωρισμένες φορές να αγάλλωνται και να λάμπουν από χαρά, όπως πάλι αναφέρεται στην Γραφή: «Επ΄ αυτώ ήλπισεν η καρδία μου και εβοηθήθην και ανέθαλεν η σάρξ μου» (Ψαλμ. κζ΄ 7). Και∙ «Καρδίας ευφραινομένης πρόσωπον θάλλει» (Παρμ. ιε΄ 13).
Όταν λοιπόν ολόκληρος ο άνθρωπος συγχωνευθή κάπως με την αγάπη του Θεού, τότε και εξωτερικά στο σώμα του σαν σε καθρέπτη δείχνει την εσωτερική λαμπρότητα της ψυχής. Κατ΄ αυτόν τον τρόπο εδοξάσθη και εκείνος ο θεόπτης, ο Μωϋσής. Όσοι κατέκτησαν την ισάγγελη αυτή βαθμίδα, ξεχνούν πολλές φορές την σωματική τροφή. Και νομίζω ότι δεν την επιθυμούν και τόσο συχνά, πράγμα όχι απίστευτο, αφού συμβαίνει και ο μη κατά Θεόν πόθος να κόβη πολλές φορές την επιθυμία του φαγητού.
Αυτών πού έφθασαν πλέον σε τέτοια αφθαρσία νομίζω ότι και το σώμα τους δεν θα ασθενή τόσο εύκολα. Διότι κατά κάποιον τρόπο εξαγνίσθηκε πλέον και αφθαρτοποιήθηκε. Η φλόγα δηλαδή της αγνότητος έσβησε την φλόγα των σαρκικών παθών και ασθενειών. Νομίζω ακόμη ότι και το φαγητό πού τρώγουν δεν τους προξενεί καμμία ευχαρίστησι. Διότι όπως οι υπόγειες φλέβες του νερού ποτίζουν μυστικά τις ρίζες των φυτών, έτσι και τις ψυχές αυτών των ανθρώπων τις τρέφει μυστικά το ουράνιο πύρ.
12. Η αύξησις του φόβου είναι αρχή της αγάπης. Και το τέλος της αγνείας είναι προϋπόθεσις της θεολογίας. Εκείνος που ένωσε τελείως τις αισθήσεις του με τον Θεόν, μυσταγωγείται στην θεολογία από τον ίδιο τον Θεόν. Εάν όμως οι αισθήσεις δεν έχουν ενωθή με τον Θεόν, είναι δύσκολο και επικίνδυνο να θεολογή κανείς [2].
13. Ο ενυπόστατος Λόγος του Θεού Πατρός, σε εκείνον πού θα κατοικήση, θα χαρίση τελεία αγνότητα και καθαρότητα, νεκρώνοντας τον θάνατο, (δηλαδή τα πάθη πού νεκρώνουν την ψυχή). Μετά από την νέκρωσι αυτή, ο μαθητής του Χριστού φωτίζεται και γίνεται γνώστης της θεολογίας. (Ο αγνός γνωρίζει τον Αγνόν), εφ΄ όσον «ο Λόγος Κυρίου, δηλαδή ο Υιός του Κυρίου και Θεού, αγνός (εστί) διαμένων είς αιώνα αιώνος» (πρβλ. Ψαλμ. ια΄ 7, ιη΄ 10). Και όποιος δεν εγνώρισε κατ΄ αυτόν τον τρόπο τον Θεόν, ομιλεί περί Θεού «στοχαστικώς».
14. Η αγνεία ανέδειξε θεολόγο τον μαθητή [3], ο οποίος με την αγνεία του αυτή αξιώθηκε να κηρύξη και να στερεώση τα δόγματα της Αγίας Τριάδος.
15. Εκείνος που αγαπά τον Κύριον, έχει προηγουμένως αγαπήσει τον αδελφό του. Το δεύτερο οπωσδήποτε είναι απόδειξις του πρώτου. Εκείνος που αγαπά τον πλησίον του, ποτέ δεν θα ανεχθή ανθρώπους πού καταλαλούν. Θα φύγη δε μακρυά από αυτούς σαν από φωτιά. Εκείνος πού λέγει ότι αγαπά τον Κύριον και συγχρόνως οργίζεται κατά του αδελφού του, ομοιάζει με εκείνον πού τρέχει στον ύπνο του!
16. Η δύναμις της αγάπης είναι η ελπίς, διότι με αυτήν περιμένομε τον μισθό της αγάπης. Η ελπίς είναι «αδήλου πλούτου πλούτος», (δηλαδή πλούτος ενός πλούτου πού δεν φαίνεται). Η ελπίς είναι ασφαλής απόκτησις θησαυρού πρίν από την απόκτησί του. Αυτή είναι ανάπαυσις και ανακούφισις από τους κόπους. Αυτή είναι η θύρα της αγάπης. Αυτή φονεύει την απόγνωσι. Αυτή εικονίζει εμπρός μας τα πράγματα που ευρίσκονται μακρυά. Έλλειψις της ελπίδος σημαίνει αφανισμός της αγάπης. Σ΄ αυτήν είναι δεμένοι οι πόνοι, σ΄ αυτήν είναι κρεμασμένοι οι κόποι, αυτήν περικυκλώνει το έλεος του Θεού.
17. Ο εύελπις μοναχός είναι σφάκτης της ακηδίας, την οποία κατανικά με την μάχαιρα της ελπίδος. Η ελπίς γεννάται από την γεύσι και την εμπειρία των δώρων του Κυρίου. Διότι αυτός πού δεν τα εγεύθηκε, έχει δισταγμούς. Την ελπίδα την εξαφανίζει ο θυμός, διότι όπως λέγει η Γραφή, «η ελπίς ού καταισχύνει» (Ρωμ. ε΄ 5), ενώ «ανήρ θυμώδης ούκ ευσχήμων» (Παρμ. ια΄ 25).
18. Η αγάπη χορηγεί την χάρι της προφητείας, η αγάπη παρέχει την δύναμι της θαυματουργίας, η αγάπη είναι η άβυσσος της θείας ελλάμψεως, η αγάπη είναι η πηγή του θεϊκού πυρός – όσο περισσότερο πύρ αναβλύζει, τόσο περισσότερο καταφλέγει εκείνον που διψά. Η αγάπη είναι η στάσις και η εδραίωσις των Αγγέλων, η πρόοδος εις τους αιώνες όλων των εκλεκτών του Θεού.
«Ανάγγειλέ μας, ώ σύ η ωραία ανάμεσα στις αρετές, πού βόσκεις τα πρόβατά σου; Πού κατασκηνώνεις το μεσημέρι;» (πρβλ. Άσμα α΄ 7). «Φώτισον ημάς, πότισον ημάς, οδήγησον ημάς, χειραγώγησον ημάς». Επιθυμούμε πια να ανεβούμε κοντά σου. Διότι εσύ κυριαρχείς σε όλα. Τώρα μου επλήγωσες την καρδία και δεν μπορώ να ανθέξω στην φλόγα σου. Γι΄αυτό θα σε υμνήσω και θα προχωρήσω: Εσύ κυριαρχείς επάνω στην δύναμι της θαλάσσης, εσύ καταπραΰνεις και νεκρώνεις την ταραχή των κυμάτων της. Εσύ ταπεινώνεις και καταρρίπτεις ως τραυματία τον υπερήφανο λογισμό. Με τον ισχυρό σου βραχίονα διασκορπίζεις τους εχθρούς σου (πρβλ. Ψαλμ. πη΄ 10-11) και αναδεικνύεις ανικήτους τους ιδικούς σου εραστάς.
» Και βιάζομαι να μάθω πώς σε είδε ο Ιακώβ επάνω στην κορυφή της κλίμακος. Ερωτώ να μάθω γι΄αυτήν την ανάβασι. Πές μου, πώς ήταν ο τρόπος και η σύνθεσις στην διάταξι των βαθμίδων; Των βαθμίδων της αναβάσεως εκείνης, την οποία έβαλε στον νου και στην καρδία του να επιχειρήση ο εραστής σου; (πρβλ. Ψαλμ. πγ΄ 6). Διψώ ακόμη να μάθω, ποιος ήταν ο αριθμός των βαθμίδων, και πόσος χρόνος εχρειαζόταν για την ανάβασι. Διότι τους μέν χειραγωγούς της αναβάσεως, (τους Αγγέλους δηλαδή), τους ανήγγειλε αυτός που σε είδε και επάλαιψε μαζί σου [4], αλλά για τίποτε άλλο δεν θέλησε ή μάλλον δεν κατώρθωσε να μας διαφωτίση».
Εκείνη δε -αν και θεωρώ καλύτερο να ειπώ Εκείνος [5]- η βασίλισσα, σαν να έσκυψε από τον ουρανό, έλεγε στα αυτιά της ψυχής μου:
«Εάν, ώ εραστά, δεν λυθής από την παχύτητα του σώματος, δεν θα μπορέσης να γνωρίσης το κάλλος του προσώπου μου. Η κλίμαξ ας σε διδάσκη την πνευματική σύνθεσι των επί μέρους αρετών. Στην κορυφή δε αυτής της κλίμακος είμαι στηριγμένη εγώ, καθώς το είπε ο μεγάλος μύστης μου, (ο Απόστολος Παύλος): «Νυνί δε μένει τά τρία ταύτα∙ πίστις, ελπίς, αγάπη∙ μείζων δε πάντων η αγάπη» (Α΄ Κορ. ιγ΄ 13).
Ι.Μ.Παρακλήτου
[1] Για την κατανόησι της φράσεως αυτής πρέπει να σημειωθή, ότι σύμφωνα με μία λανθασμένη αντίληψι των αρχαίων (βλέπε σχόλιο 1, λόγου ΚΕ΄) η έλαφος κατατρώγει τους όφεις, το δε δηλητήριό τους μέσα στον οργανισμό της δημιουργεί φλόγωσι και αφόρητη δίψα, ώστε να επιποθή «επί τάς πηγάς των υδάτων». Εδώ χαρακτηρίζεται ως έλαφος η ψυχή που ανέβηκε στις βαθμίδες της ταπεινοφροσύνης και της απαθείας και προχωρεί τώρα γεμάτη δίψα και θείο πόθο προς την κορυφή της αγάπης.
[2] Εάν δηλαδή ο άνθρωπος δεν καταστή ηγιασμένο δοχείο της Χάριτος, δεν μπορεί να γίνη θεολόγος. «Πάσα προσπάθεια του ανθρώπου - παρατηρεί σύγχρονος θεολόγος – όπως γίνη μέτοχος της θεολογίας αυτοδυνάμως, έν τη αυταρκεία της εκπεσούσης αυτού φύσεως και των διεσπασμένων και φύσει άλλωστε περιωρισμένων αυτού δυνατοτήτων είναι ανέφικτος… [Και αντί θεολογίας έχομεν τότε] τον περί Θεού θνητόν ανθρώπινον λόγον, εντός του οποίου κυοφορείται εν πολλοίς το σκάνδαλον μιας αμαρτανούσης θεολογίας, η οποία αντί της ζωής είναι φορεύς του θανάτου» (Κ. Μουρατίδης, «Κοινωνία» ΙΖ΄ 2, σελ. 59).
[3] Εννοεί τον άγιο Ιωάννη τον ευαγγελιστή.
[4] Πρόκειται για τον πατριάρχη Ιακώβ. Το περιστατικό της πάλης του με τον Θεόν περιγράφεται στην Γένεσι, (λβ΄ 24-31).
[5] «Εκείνος», δηλαδή ο Θεός, εφ΄ όσον «Ο Θεός αγάπη εστίν» (Α΄ Ιωάν. δ΄ 16).
Πηγή: Ορθόδοξοι Πατέρες
Τοιγαροῦν καί γνόντες ἀλλήλους ἐτέκνωσαν καί ἐποίησαν υἱούς καί θυγατέρας καί "ἐκάλεσεν Ἀδάμ Εὔαν τήν γυναῖκα αὐτοῦ Ζωήν, ὅτι αὕτη ἦν μήτηρ πάντων τῶν ζώντων". Ἀλλά γάρ πληθυνθέντων τῶν ἀνθρώπων καί εἰς βάθος ἐμπεσόντων κακῶν καί εἰς πλῆθος ἁμαρτημάτων πολύ, μέλλων ὕδατι κατακλύσαι τόν κόσμον ὁ Θεός καί ἀπαλεῖψαι τόν ἄνθρωπον ἐκ τῆς γῆς, τήν μερίδα καί αὖθις οὐκ ἐγκατέλιπεν, ἀλλά τόν Νῶε καί τούς υἱούς αὐτοῦ καί τάς θυγατέρας αὐτοῦ ἐν τῇ κιβωτῷ διεσώσατο. Ἡ δέ κιβωτός πάλιν τῆς Θεοτόκου καί ὁ Νῶε τοῦ Χριστοῦ τύπος ἦν, οἱ δέ σύν τῷ Νῶε ἄνθρωποι τοῦ ἐξ Ἰουδαίων λήμματος ἀπαρχή, αὐτῶν τῶν εἰς Χριστόν μελλόντων πιστεύειν, τά δή θηρία καί πάντα τά κτήνη καί τά πετεινά καί ἑρπετά τύπος ὑπῆρχον τῶν ἐθνῶν. Ἔνθεν τοι καί ἡ κιβωτός μετά τόν κατακλυσμόν εἶχε τόν Νῶε, ἡ θεοτόκος δέ Μαριάμ τόν σαρκωθέντα Θεόν καί ἄνθρωπον· ἀλλ᾿ ἐκεῖνον μέν μόνον σύν τοῖς μετ᾿ αὐτοῦ ἡ κιβωτός διεσώσατο, οὗτος δέ καί τήν κιβωτόν καί πάντα τόν κόσμον τοῦ κατακλυσμοῦ τῆς ἁμαρτίας καί τῆς τοῦ νόμου δουλείας καί τοῦ θανάτου ἐρρύσατο.
Ἀλλά γάρ μετά τόν κατακλυσμόν εἰς ἀγνωσίαν καί αὖθις Θεοῦ κατενεχθέντες οἱ ἄνθρωποι καί ὡσαύτως πάλιν τραχηλιάσαντες διά τό εἶναι αὐτούς χεῖλος ἕν, ἤτοι γλῶσσαν καί φωνήν μίαν, πύργον οἰκοδομεῖν ἤρξαντο καί εἰς οὐρανούς ἀνελθεῖν ἐπεχείρουν, ἰσοθεΐαν καί αὖθις ἐν ἑαυτοῖς φαντασθέντες. Τοίνυν καί συγχέειν μέλλων ὁ Θεός (132) τάς γλώσσας αὐτῶν κἀκ τούτου διαμερίσαι καί διασπεῖραι αὐτούς ἐν πάσῃ τῇ γῇ, ὡς πολλά μέλη ἐκ τῆς τοῦ Ἀδάμ πλευρᾶς γεγονότα καί εἰς ἕν σῶμα τῇ μιᾷ διαλέκτῳ ὄντας, πάλιν ἐκ τούτων ἔλαβε τήν μερίδα αὐτοῦ, ἤτοι τήν πλευράν, καί τό λοιπόν σῶμα εἰς πολλάς ποιήσας μελῶν μερίδας διέσπειρε· καί ἐκάλεσεν αὐτούς ἔθνη, ἄγνοιαν Θεοῦ παντελῶς ἔχοντας. Τήν γοῦν μερίδα ταύτην ὠνόμασεν Ἰσραήλ, τουτέστιν ὁρῶντα Θεόν· αὕτη δέ ἦν ὁ Ἀβραάμ ἐν ᾧ κατά διαδοχήν ὑπῆρχεν ἄνωθεν τό τῆς πίστεως καί τῆς θεογνωσίας σπέρμα διασωθέν, ᾧ καί ὤφθη λέγων· "Ἔξελθε ἐκ τῆς γῆς σου καί ἐκ τῆς συγγενείας σου καί δεῦρο εἰς γῆν ἥν ἄν σοι δείξω· ποιήσω σε εἰς ἔθνος μέγα" ᾧ καί δέδωκε τήν περιτομήν, οἱονεί σύσσημον καί σφραγῖδα γνωρίσας αὐτῷ ταύτην· καί ὤμοσεν αὐτῷ πληθῦναι τό σπέρμα αὐτοῦ ὡς τά ἄστρα τοῦ οὐρανοῦ καί ὡς τήν ἄμμον τήν παρά τό χεῖλος τῆς θαλάσσης. Μετά ταῦτα δέ ὤφθη πάλιν αὐτῷ ὁ Θεός καί φησί· "Γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τό σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ", τήν εἰς Αἴγυπτον κάθοδον τοῦ Ἰωσήφ καί Ἰακώβ τοῦ πατρός αὐτοῦ καί τῶν ἀδελφῶν αὐτοῦ προμηνύων αὐτῷ· ἐξ ὧν καί ἐπληθύνθη ἐκεῖ ἡ μερίς αὕτη καί ἐγένετο εἰς ἔθνος μέγα, οὕς καί διά Μωσέως ἐκεῖθεν ἐξήγαγε, τόν ἀμνόν πρότερον αὐτοῖς τόν τοῦ ἀληθινοῦ ἀντίτυπον ἑστιάσας. Εἶτα καί διασχίσας τήν θάλασσαν καί διαβιβάσας αὐτούς καί εἰς τήν ἔρημον ἀναγαγών καί διαθρέψας αὐτούς ἐκεῖ τεσσαράκοντα ἔτη, ἐγενήθη "μερίς Κυρίου, λαός αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.
Εἶχον οὖν οὗτοι τήν περιτομήν ὡς σφραγῖδα καί πάντες (133) περιετέμνοντο καί ἦν ἐκ τούτου ἡ μερίς Κυρίου, ὡς εἴρηται, γνώριμος καθαπερεί προβάτων ἀγέλη βασιλικῶν, ἕκαστον αὐτῶν σφραγῖδα τήν περιτομήν ἐν τῷ κρυπτῷ μορίῳ ἐπιφερόμενον· καί τοῦτο πρός τό μή συμμίγνυσθαι τοῖς λοιποῖς προβάτοις, ἤγουν τοῖς ἔθνεσι, τοῖς εἰς θηρίων καί ἀλόγων τάξιν ὑπό τῆς τοῦ Θεοῦ ἀγνωσίας κατενεχθεῖσι, σοφῶς ᾠκονομήθη ἀπό Θεοῦ. Διά τί δέ οὐκ ἐν ἄλλῳ μέρει τοῦ σώματος, ἀλλ᾿ ἐν αὐτῷ τήν σφραγῖδα ὑπέθετο γίνεσθαι; Ἐπειδή ἐξ αὐτοῦ ἡ σπορά προέρχεται καί ἡ κατά σάρκα γένεσις τοῦ ὅλου ἀνθρώπου γίνεται. Ἄλλως τε δέ καί ὡς ὅλον ἄνθρωπον τήν σάρκα ἀποδυόμενον διά τούτου ἡμῖν ὑποζωγραφεῖ, ὡς ἄν ἐκ ταύτης κἀκεῖνοι ὡς τῆς σαρκός τέκνα γνώριμοι ὦσι καί τύπος γένηται τῆς πενυματικῆς περιτομῆς τῶν δίχα ῥεύσεως καί συνουσίας καί φθορᾶς ἀναγεννᾶσθαι μελλόντων ὕστερον τέκνων πνευματικῶν, ἵν᾿ ὅταν ἐκείνη φανῇ, αὐτή τηνικαῦτα παυθῇ καί ἐν τῇ ἀκροβυστίᾳ τῆς σαρκός ἕκαστον τῶν προβάτων ἀντ᾿ αὐτῆς τῷ αἵματι τοῦ Χριστοῦ σφραγισθῇ, ἐν τῇ ἀχειροποιήτῳ περιτομῇ δηλονότι κατά τόν Παῦλον καί τῇ ἀπεκδύσει τῆς σαρκός, αὐτοῦ φημι τοῦ γηΐνου φρονήματος, περιτεμνομένων ἡμῶν μυστικῶς μέν, ἐν αἰσθήσει δέ ψυχῆς καί γνώσει γινομένων αὐτῆς.
Πηγή: Ὀρθόδοξοι Πατέρες
H υπομονή σας πρέπει να είναι τέλεια και να κρατήσει ως το τέλος. Και πότε είναι τέλεια η υπομονή;
Όταν σηκώνει κανείς τις δοκιμασίες όχι μόνο καρτερικά, αγόγγυστα, αλλά και με χαρά, ευγνωμονώντας το Θεό για ό,τι παραχωρεί, όσο βαρύ κι αν είναι, όπως θα Τον ευγνωμονούσε για μια μεγάλη ευεργεσία. Πιστέψτε ακράδαντα -γιατί αυτή είναι η αλήθεια- πως, υπομένοντας την άδικη κατηγορία, αξιώνεστε να συμπεριληφθείτε στη χορεία των μαρτύρων. Δεν πρέπει να χαίρεστε γι’ αυτό; Απεναντίας, αφήνοντας την καρδιά σας να κυριεύεται από τη λύπη και το παράπονο, εκμηδενίζετε την άξια και την ωφέλεια του θείου δώρου.
Όλοι οι άνθρωποι θα κριθούν από τον Κύριο στη δευτέρα παρουσία Του. Οι δίκαιοι, όμως, θα παρασταθούν στο θεϊκό Κριτήριο με αγαλλίαση ανέκφραστη, καθώς θα οδηγηθούν στην αγκαλιά του Θεού και στην αιώνια χαρά. «Είσελθε εις την χαράν του Κυρίου σου» (Ματθ. 25:21), θ’ ακούσει τότε κάθε γνήσιος δούλος του Χριστού, όποιος δηλαδή έχει πίστη ορθή και ζωή θεάρεστη. Πίστη και ζωή, βλέπετε, είναι οι δύο απαραίτητες προύποθέσεις της σωτηρίας. Όπως είπε ο ίδιος ο Ιησούς, «ου πας ο λέγων μοι, Κύριε, Κύριε, εισελεύσεται εις την βασιλείαν των ουρανών, αλλ’ ο ποιών το θέλημα του πατρός μου του εν ουρανοίς» (Ματθ. 7:21).
«Υπομονής έχετε χρείαν» (Εβρ. 10:36). Η σοφή συμβουλή δεν είναι δική μου, αλλά του αποστόλου Παύλου. Να υπομείνετε, λοιπόν. Με την υπομονή κερδίζεται η σωτηρία της ψυχής, ή μάλλον αγοράζεται σαν ακριβό εμπόρευμα.
Υπομονή! Υπομονή και γενναιοψυχία! Πιστέψτε πως όλα από το Θεό προέρχονται και όλα για το καλό σας παραχωρούνται, έστω κι αν δεν μπορείτε να το δείτε καθαρά. Άλλωστε, η πίστη χρειάζεται σ’ εκείνα που δεν βλέπουμε και δεν καταλαβαίνουμε. Τα ορατά και κατανοητά δεν απαιτούν πίστη. Γι΄ αυτό λέει ο απόστολος: «Έστι πίστις… πραγμάτων έλεγχος ου βλεπομένων» (Εβρ, 11:1).
Ο Κύριος ας σας ελεήσει και ας σας ανακουφίσει, όπως Εκείνος ξέρει, με τις πρεσβείες της πολυεύσπλαχνης Παναγίας Μητέρας Του και του ακοίμητου φύλακα αγγέλου σας. Να σκέφτεστε όσους υποφέρουν, όσους καταδιώκονται, όσους βασανίζονται, όσους καταπιέζονται… και να παίρνετε κουράγιο από την υπομονή τους.
Η υπέρβαση της δυσκολίας τί σημαίνει; Ότι υπομένετε. Υπομένοντας, φυσικά, πονάτε. Αλλά δεν γίνεται αλλιώς.
Είστε, είναι αλήθεια, πολύ ευαίσθητη και πληγώνεστε βαθιά από την τραγική κατάσταση που αντιμετωπίζετε. Βέβαια, για την ψυχοσύνθεσή σας δεν έχετε καμιά ευθύνη. Ευθύνη, όμως, έχετε για την πιθανή υποταγή σας σε εμπαθή αισθήματα. Αν οργίζεστε, μαλώνετε, κατηγορείτε, βαρυγγωμάτε, τότε αμαρτάνετε ενώπιον του Θεού. Αν μονάχα πονάτε, αλλά υπομένετε δίχως γογγυσμό, δεν αμαρτάνετε.
Πάνω απ’ όλα ασκηθείτε στην αγάπη. Το αίσθημα της αγάπης ας κυριαρχεί στην καρδιά σας. Τα έργα της αγάπης ας κυριαρχούν στη ζωή σας. Αγάπη να νιώθετε για όλους και να δείχνετε σε όλους, ακόμα κι εκείνους που σας πικραίνουν.
Να λέτε: Δόξα τω Θεω για όλα! Δόξα τω Θεώ, που μου στέλνει κάτι για να υπομένω! Δόξα τω Θεώ, που μου δίνει μια ακόμα ευκαιρία για να μπω στη βασιλεία Του, τη βασιλεία που ανήκει σ’ όσους υπομείνουν ως το τέλος: «Ο υπομείνας εις τέλος, ούτος σωθήσεται» (Ματθ, 24:13). Εμείς βάζουμε την υπομονή. Και ο Θεός τη σωτηρία.
Πηγή: (Οσίου Θεοφάνους του Εγκλείστου, «Χειραγωγία στην Πνευματική Ζωή», Ι. Μ. Παρακλήτου), Η άλλη όψη
Τοιγαροῦν ἐποίησεν ὁ Θεός τόν οὐρανόν καί τήν γῆν καί πάντα τά ἐν αὐτοῖς, ἵνα πάλιν ἐξετάσωμεν τά ἐγκεκρυμμένα νοήματα τῆς θείας Γραφῆς, καί εἶθ᾿ οὕτως ἔπλασε τόν κατ᾿ εἰκόνα αὐτοῦ καί καθ᾿ ὁμοίωσιν ἄνθρωπον, αὐτόν δηλαδή μόνον τόν Ἀδάμ. Ἐν ἕξ ἡμέραις ἐποίησε ταῦτα πάντα καί ἐν τῇ ἑβδόμῃ κατέπαυσε, μηδέν ἐν αὐτῇ ἐργασάμενος μήτε μήν ὀγδόην ὀνομάσας ἡμέραν τήν πρώτην, ὡς ἄν μή ὀκτώ ἀλλ᾿ ἑπτά μόναι λέγωνται αἱ τῆς ἑβδομάδος ἡμέραι καί οὕτως ἀνακυκλούμεναι τόν (128) ἀριθμόν τῶν ἑβδομάδων ἀποτελῶσιν. Ἐν γάρ ταύταις ταῖς ἡμέραις τούς ἑπτά αἰῶνας ὁ Δημιουργός προϋποτυπώσας ὁρᾶται. Τοιγαροῦν καί ταῦτα οὕτω ποιήσας ὁ τῶν ὅλων Δεσπότης, ἐπεί, ὡς ἅτε Θεός ὤν, προῄδει ὅτι μέλλει ὁ ἄνθρωπος παραβῆναι τήν αὐτοῦ ἐντολήν καί ἀμετανόητος μεῖναι, τόν δέ μή μετανοοῦντα ἀνάγκη πᾶσα καί τιμωρεῖσθαι τοῦτον καί κατακρίνεσθαι, οὐκ εἴασεν αὐτόν ἐν τούτῳ τῷ κόσμῳ τῷ ἐν ταῖς ἕξ ἡμέραις σύν αὐτῷ ἐκείνῳ τῷ Ἀδάμ κτισθέντι· ἀλλά μετά τό καταπαῦσαι ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ καί πληρωθῆναι αὐτήν, τότε ὕστερον ἐφύτευσε τόν παράδεισον κατά ἀνατολάς.
Τίνα τρόπον καί διά τί; Ἵνα ἐκ τοῦ κόσμου τούτου, ὡς ἐν παλατίῳ τινί καί πόλει περιφανεστάτη, οἷα δή βασιλεύς, ὑπό τοῦ Θεοῦ ἐν αὐτῷ εἰσαχθῇ, ὁπόταν δέ τήν τοῦ Θεοῦ παραβῇ ἐντολήν καί διά τοῦτο ἐκπεσεῖν μέλλῃ τῆς βασιλείας καί τῶν βασιλείων οἴκων ἐξορισθῆναι καί ἀπορριφῆναι, ἐν τούτῳ πάλιν τῷ κόσμῳ διάγειν ἐπ᾿ ἐλπίδι κατακριθῇ. Εἰ γάρ μή ταῦτα οὕτως ἐποίησεν ὁ Θεός, ἀλλά μόνον τόν κόσμον ἀφῆκε καί ἐν αὐτῷ τόν ἄνθρωπον ἔθετο, παραβαίνοντα καί μή ἐξομολογούμενον μηδέ μετανοοῦντα, ποῦ εἶχεν αὐτόν ἐξῶσαι; Ποῦ δέ καί βιοῦν καί ἀποθνῄσκειν αὐτόν ἐχρῆν καί πάλιν ἐπιστρέφειν εἰς τήν γῆν ἐξ ἧς ἐλήφθη, μετά τήν καταδίκην; Πάντως οὐδαμοῦ, ἀλλ᾿ ἤ ἐν ᾅδῃ ζῶντα ἔδει κατακριθῆναι αὐτόν, μηδεμίαν ἔκτοτε ἀνάκλησιν σωτηρίας ἔχοντα· καί λοιπόν οὔτε γένεσις οὔτε κόσμου αὔξησις εἰς πλῆθος, καί ἀπώλετο τό τοιοῦτον καί τηλικοῦτον σοφίας Θεοῦ ἔργον ὁ ἄνθρωπος.
Ἐπεί δέ πρό τῶν αἰώνων ἐγίνωσκεν ὁ Θεός ὅτι παραβῆναι μέλλει καί τήν ἐκ παλιγγενεσίας αὐτοῦ ἀνάπλασιν προωρίσατο, διά τοῦτο καί τούς τῆς ἀναπλάσεως ἀρραβῶνας, μετά τό κτίσαι αὐτόν πάντα καί καταπαῦσαι καί τούς καιρούς καί τούς αἰῶνας ἐν ταῖς ἑπτά ἡμέραις μυστικῶς προσημᾶναι, (129) οἱονεί ζύμην καί σπόρον καί μερίδα ἀφ᾿ ἑνός ἑκάστου τῶν ἔργων αὐτοῦ ὕστερον ἔλαβεν, ἵνα τάς ἐκ τῶν ἔργων μερίδας τῶν κτισθέντων ἐν ταῖς ἑπτά ἡμέραις μή ἐν αὐταῖς αὐτάς ἀλλ᾿ ἐν τῇ ὀγδόῃ λαβών, τόν μέλλοντα αἰῶνα διά τῆς ἐν αὐτῇ δημιουργίας προϋπογράψῃ, μή ἀριθμήσας ταύτην ταῖς ἑπτά μηδέ δήλην αὐτήν ποιήσας, ἀλλ᾿ ἀγνοουμένην μέν εἴασε κεῖσθαι αὐτήν ὅλως τοῖς πρό τοῦ νόμου, δηλωθεῖσα δέ τοῖς ἐν νόμῳ προφήταις ἀμυδρῶς πως καί ἀπαγγελθεῖσαν πεποίηκε, φανερωθεῖσαν δέ ἡμῖν τοῖς πιστοῖς καί διαυγάσασαν ὡς ἐν πρωΐαν, καθά δή καί προσδοκῶμεν τόν ἄδυτον τῆς δικαιοσύνης ἥλιον ὅσον οὔπω ἐξανατεῖλαι. Μερίδας δέ εἶπον λαβεῖν αὐτόν ἐκ μέν τῆς γῆς ἁπάσης ὡς χωρίον ἕν ἐν ᾧ ἐφύτευσε τόν παράδεισον, ἐκ δέ τοῦ ὅλου σώματος τοῦ Ἀδάμ μίαν πλευράν ἤτοι μέλος ἕν, ἐκ δέ τῶν ἡμερῶν οὐδέν. Τίνα τρόπον; Ἐπειδή αἱ μέν μερίδες αὗται ἐλήφθησαν ὡς ἀνακαινισθῆναι δι᾿ αὐτῶν τά συγγενῆ καί συμφυῆ καί τοῖς οὐρανίοις συναφθῆναι ὀφείλοντα, αἱ δέ ἡμέραι, οὐκ ἀνακαινισθῆναι ἀλλά τελείως παυθήσεσθαι μέλλουσαι ὑπό τῆς ἡμέρας ἐκείνης, ἐάθησαν, καί τούτου ἕνεκεν μερίδα ἀνακαινισμοῦ οὐκ ἔλαβεν ἐξ αὐτῶν ὁ Θεός, ἀπό τῶν αἰώνων δέ ἔλαβε. Πῶς; Ἄκουσον.
Ἑπτά ὤφειλον πληρωθῆναι αἰῶνες κατά τόν ἀριθμόν τῶν ἑπτά ἡμερῶν. Οἱ μέν οὖν ἕξ ἤδη παρῆλθον, ὁ δέ γε ἕβδομος οὐ τελειοῦται, ἀλλ᾿ ἐξ αὐτοῦ λαμβάνει τήν μερίδα καί ἐπισυνάπτει τῷ ἀϊδίῳ καί μή ἔχοντι τέλος αἰῶνι. Τό δέ, πόσον προώρισε λαβεῖν, ἤ πότε τό τέλος τῶν ἡμερῶν τούτων μέλλει γενέσθαι, οὐδείς οἶδεν εἰ μή μόνη ἡ Ἁγία Τριάς, ἡ μία καί ἀδιαίρετος θεότης. Τό γάρ παρά τοῦ Σωτῆρος ῥηθέν Ἰησοῦ Χριστοῦ, ὅτι οὐδέ ὁ Υἱός ταύτην οἶδε τήν ἡμέραν καί ὥραν, κατά τήν τῆς ἀνθρωπότητος αὐτοῦ φύσιν εἶπεν ἀγνοεῖν οὐ κατά τήν τῆς θεότητος. (130) Τίνος οὖν ἕνεκεν ἀπό τῶν ἡμερῶν μερίδα οὐκ ἔλαβεν, ἀπό δέ τῶν αἰώνων λαμβάνει; Ἐπειδή οἱ μέν αἰῶνες οὗτοι ἀπό ἡμερῶν καί ἑβδομάδων μετρούμενοι αἰῶνες καλοῦνται, ὁ δέ μέλλων αἰών καί ἀΐδιος, οὐ μετρητός ὑπό ἡμερῶν, ἀλλ᾿ ἀμέτρητος καί ἔστι καί ἔσται καί ἀτελεύτητος· ἡμερῶν δέ μή μελλουσῶν εἶναι, ἀλλ᾿ αἰῶνος, οὐκ ἐκ τῶν ἡμερῶν μερίδα, ἀλλ᾿ ἐκ τῶν αἰώνων, τῶ μέλλοντι αἰῶνι λαβών συνάπτει. Ἡ μέντοι μερίς τῆς γῆς, αὐτός δηλαδή ὁ παράδεισος, τύπος τῆς ἄνω Ἱερουσαλήμ, φημί δή τῆς βασιλείας τῶν οὐρανῶν, ἦν, ἐν ᾧ καί τόν ἄνθρωπον ἔθετο ὁ Θεός, ἵνα ἀπό τοῦ τύπου καί τῆς σκιᾶς ἐπί τήν ἀλήθειαν κατά προκοπήν ἀναχθῇ. Τό δέ ξύλον τῆς ζωῆς τό ἐν μέσῳ τοῦ παραδείσου εἰκών ἦν τῆς αἰωνίου ζωῆς, ἥτις ἐστίν ὁ Θεός. Ἡ δέ πλευρά τοῦ Ἀδάμ ἡ εἰς γυναῖκα οἰκοδομηθεῖσα τύπος ὑπῆρχε τῆς Ἐκκλησίας, ἕτερον πάλιν ὄν καί τοῦτο οἰκονομίας μυστήριον, ἵνα, ὁπόταν ἐκπέσῃ ἀπό τῆς εἰκόνος τῆς εἰς τύπον γεγονυίας τῆς βασιλείας τῶν οὐρανῶν, ὅς ἦν ὁ παράδεισος, καί τῆς τοῦ ξύλου <τῆς> ζωῆς, διά τῆς πλευρᾶς τῷ Χριστῷ καί Θεῷ συναφθῇ καί εἰς ἐκεῖνο πάλιν αὐτό τό ἀρχαῖον καί πρῶτον ἀναχθῇ κάλλος.
Ἐπειδή δέ ἡ Εὔα πρώτη ἀπατηθεῖσα τήν ἐντολήν παρέβη καί τοῦ καρποῦ ἀπεγεύσατο, εἶτα δέδωκε τῷ Ἀδάμ κἀκεῖνος ἔφαγε, μετανοῆσαι δέ καί προσπεσεῖν τῷ Δεσπότῃ οὐδαμῶς ἠβουλήθησαν, ἐξορίζονται ἐκεῖθεν καί εἰς τόν κόσμον τοῦτον οἰκεῖν κατεκρίθησαν. Ὅρα δέ καί τῆς ἐπ᾿ αὐτῷ τοῦ Θεοῦ προνοίας τήν ἄφατον ἀγαθότητα. Ἐπειδή γάρ ἅπαξ ὑπό τῆς ἁμαρτίας εἰς φθοράν κατηνέχθη, ἵνα μή πρό καιροῦ φαγών ἀπό τοῦ ξύλου τῆς ζωῆς ἀθάνατος γένηται, - καί ἔσται ἄφθαρτος μέν, ἀθάνατος δέ, καί οὕτως ἀθάνατον γένηται τό κακόν -, ἔθετο τήν φλογίνην ῥομφαίαν ὁ Θεός φυλάσσειν τήν εἴδοδον τοῦ ξύλου τῆς ζωῆς.
Πηγή: Ὀρθόδοξοι Πατέρες
Τίς ἡ ἄμετρος εὐσπλαγνία σου, Σῶτερ; Πῶς ἠξίωσας μέλος σόν με γενέσθαι, τόν ἀκάθαρτον, τόν ἄσωτον, τόν πόρνον; Πῶς ἐνέδυσας στολήν με λαμπροτάτην ἀπαστράπτουσαν αἴγλην ἀθανασίας καί φῶς ποιοῦσαν ἅπαντά μου τά μέλη; Σῶμα γάρ τό σόν, τό ἄχραντον καί θεῖον, ἀπαστράπτει ὅλον πυρί θεότητός σου ἀναφυραθέν καί συμμιγέν ἀρρήτως˙ τοῦτο οὖν κἀμοί ἐδωρήσω, Θεέ μου. Τό γάρ ῥυπαρόν καί φθαρτόν τοῦτο σκῆνος τῷ παναχράντῳ ἑνωθέν σώματί σου καί μιγέν τό αἷμά μου τῷ αἵματί σου ἡνώθην, οἶδα, καί τῇ θεότητί σου καί γέγονα σόν καθαρώτατον σῶμα, μέλος ἐκλάμπον, μέλος ἅγιον ὄντως, μέλος τηλαυγές καί διαυγές καί λάμπον. Ὁρῶ τό κάλλος, βλέπω τήν λαμπηδόνα, ἐνοπτρίζομαι τό φῶς τῆς χάριτός σου καί τό ἄρρητον ἐκπλήττομαι τῆς αἴγλης καί ἐξίσταμαι κατανοῶν ἑαυτόν˙ ἐκ ποίου οἷος ἐγενόμην, ὤ θαῦμα! Καί εὐλαβοῦμαι καί ἐμαυτόν αἰδοῦμαι καί, ὡς σέ αὐτόν, καί τιμῶ καί φοβοῦμαι καί ἐξαπορῶ, ἐντρεπόμενος ὅλως, τό ποῦ καθίσω καί τίνι προσεγγίσω καί ποῦ τά μέλη τά σά προσανακλίνω, εἰς ποῖα ἔργα, εἰς ποίας ταῦτα πράξεις ὅλως χρήσωμαι τά φρικτά τε καί θεῖα. Δός μοι καί λαλεῖν καί πράττειν, ἅπερ λέγω, ὦ δημιουργέ καί πλαστά καί Θεέ μου! Εἰ γάρ, ἅ λαλῶ, οὐκ ἐκπληρῶ ἐξ ἔργου, γέγονα χαλκός ἠχῶν μάτην μεγάλα καί ἀναισθητῶν πρός τήν ἠχήν τῶν κτύπων˙ ἀλλά μή ἀφῇς μηδέ ἐγκαταλίπῃς, μηδέ πλανᾶσθαι ἐάσῃς με, Σωτήρ μου, καί ταλαίπωρον, τόν πτωχόν τε καί ξένον, τόν μυρία σοι τάλαντα χρεωστοῦντα, ἀλλ᾿ ὥσπερ πάλαι, καί νῦν πατρῴας πάσης, πατρός, ἀδελφῶν, μητρός, ἰδίων, ξένων καί ἄλλων πάντων συγγενῶν τε καί φίλων ἀπεχώρισας ἁμαρτωλόν με ὄντα καί πάντων τούτων εὐτελέστερον, Σῶτερ, καί προσελάβου σαῖς ἀχράντοις ἀγκάλαις τόν ἀγνώμονα φανέντα τοῖς καλοῖς σου. Οὕτω καί νῦν με ἐλέησον, οἰκτίρμον, οὕτω μᾶλλον δέ μειζόνως, ὦ Θεέ μου, καί σπλαχνίσθητι καί περιφύλαξόν με καί τοῦ θυμοῦ μου πράϋνον τάς κινήσεις καί ἱκάνωσον τοῦ μακροθύμως φέρειν πάντα πειρασμόν καί λύπην τήν τοῦ βίου, ὅσα ἐμαυτῷ προξενῶ κακοφρόνως, ὅσα δαιμόνων πειράζει φθονερά φύσις καί οἱ ἀσθενεῖς τούτων τῶν ἀδελφῶν μου ἔργῳ μοι, λόγῳ προξενοῦσι˙ φεὐ, οἴμοι, ὅτι τά ἐμά μέλη με δαπανῶσι, καί ὀδυνῶμαι δι᾿ αὐτά ταῦτα πάλιν. Ἄγομαι ποσί κεφαλή λαχών εἶναι, καί γυμνοποδῶ καί ἀκάνθαις κεντοῦμαι καί σφόδρα ἀλγῶ τήν ὀδύνην μή φέρων˙ τοῖς ἔμπροσθεν εἷς τῶν ἐμῶν ποδῶν βαίνει καί εἰς τοὐπίσω στρέφεται πάλιν ἄλλος˙ ἔνθεν κἀκεῖθεν σύρουσιν, ἕλκουσί με καί περισκελίζομαι καί πίπτω κάτω. Ἀκολουθεῖν οὖν οὐκ ἰσχύω τοῖς πᾶσι˙ τό κεῖσθαι κακόν καί τό ὁδεύειν οὕτως χεῖρον πέλει τοῦ κεῖσθαι, ὡς δεινόν ὄντως, ὡς πάσας ἄλλας συμφοράς ὑπερβαῖνον. Κύριε, δός μοι κατάνυξιν καί πένθος ἀξίωσον ἐν τῷ σκότει τοῦ βίου, ἐν τῷ κόσμῳ τούτῳ τε, τῷ τῆς λύπης χωρίῳ ἐκδουλεῦσαί σοι καί καλῶς θεραπεῦσαι καί τάς ἁγίας ἐντολάς σου φυλάξαι. Εὐχαριστῶ σοι, ὅτι ζῆν δέδωκάς μοι καί γινώσκειν σε καί προσκυνεῖν, Θεέ μου˙ τοῦτο γάρ ζωή, τό σέ γινώσκειν μόνον Θεόν, κτίστην τε καί ποιητήν ἁπάντων, ἀγέννητον, ἄκτιστον, ἄναρχον, μόνον, καί τό σόν υἱόν ἀπό σοῦ γεννηθέντα, καί ἐκπορευτόν τό Πανάγιον Πνεῦμα, τήν πανύμνητον τριαδικήν μονάδα, ἥν τό προσκυνεῖν εὐσεβῶς καί λατρεύειν ὑπέρ δόξαν ἅπασαν ἄλλην ὑπάρχει, κἄν ἐπίγειον, κἄν οὐράνιον εἴπῃς. Τί γάρ ἀγγέλων, τί δέ τῶν ἀρχαγγέλων, κυριοτήτων, Χερουβίμ, Σεραφίμ τε καί παςῶν ἄλλων στρατιῶν οὐρανίων ὑπάρχει δόξα ἤ φῶς ἀθανασίας ἤ χαρά ἤ ἔλλαμψις ζωῆς ἀΰλου, εἰ μή τό ἕν φῶς τῆς Ἁγίας Τριάδος διαιρούμενον τρισσῶς ἀδιαιρέτως, ὅ ἕν ὑπάρχει ἐν τρισί χαρακτῆρσι, γινωσκόμενον ἀγνώστως, ὅσον θέλει; Οὐδέ γάρ ἐνδέχεται κτίσμα τόν κτίστην οὕτω γινώσκειν ἤ νοΐ βλέπειν ὅλον, ὡς αὐτός οἶδεν ἑαυτόν κατά φύσιν˙ κατά χάριν δέ βλέπουσι καί νοοῦσιν ἄγγελοι πάντες καί πᾶσα κτιστή φύσις, οὐ καταλαμβάνοντες, ἀλλά νοοῦντες, καθό γνωσθῆναι ἤ φανῆναι θελήσει τοῖς τυφλοῖς τό φῶς ἤ καί βλέπουσι πάντως˙ καί γάρ ὀφθαλμός χωρίς φωτός οὐ βλέπει, ἀλλά καί ὁρᾶν ἐκ τοῦ φωτός λαμβάνει, ὅτι παρ᾿ αὐτοῦ καί ἐδημιουργήθη. Κἄν ἀσώματον, κἄν ἐνσώματον εἴπῃς, εὑρήσεις πάντα Θεόν πεποιηκότα. Τά ἐν οὐρανοῖς εἴ τι δι᾿ ἄν καί ἀκούσῃς, τά ἐπί τῆς γῆς καί τά ἐν ταῖς ἀβύσσοις, καί τούτων πάντων μία ζωή καί δόξα, μία ἔφεσις καί μία βασιλεία, πλοῦτος, χαρά, στέφανος, νῖκος, εἰρήνη καί πᾶσα εὐπρέπεια ὑπάρχει ἄλλη, ἡ ἐπίγνωσις τῆς ἀρχῆς καί αἰτίας, ὅθεν παρήχθη καί γεγόνασι πάντα. Τοῦτο σύστασις τῶν ἄνω καί τῶν κάτω, τοῦτο ἡ τάξις πάντων τῶν νοουμένων, τοῦτο δούλωσις πάντων τῶν ὁρωμένων, τοῦτο ἔσχον ἄγγελοι στάσιν βεβαίαν προσλαβόμενοι γνῶσιν καί φόβον πλείω, ὅτει πίπτοντα τόν Σατανᾶν ἑώρων καί τούς σύν αὐτῷ ὑπαχθέντας οἰήσει˙ ὅσοι γάρ μόνον ἐπελάθοντο τούτου καί κατέπεσον ἐπάρσει δουλωθέντες, ὅσοι δέ τοῦτο πάλιν εἶχον εἰς γνῶσιν, ἐκουφίζοντο φόβῳ καί τῇ ἀγάπῃ, προσκολλώμενοι τῷ ἑαυτῶν Δεσπότῃ. Ὅθεν ἡ ἐπίγνωσις τῆς δεσποτείας καί τήν προσθήκην τῆς ἀγάπης ἐποίει, ὅτι καί πλείω τήν ἀστράπτουσαν αἴγλην καί τρανοτέραν ἑώρων τῆς Τριάδος, καί τοῦτο πάλιν πᾶσαν ἔννοιαν ἄλλην ἀπεκρούετο καί ἀτρέπτους ἐποίει τούς τρεπτήν φύσιν τό κατ᾿ ἀρχάς λαβόντας, ἐν τῷ ὕψει μένοντας τῶν οὐρανίων.
Πηγή: Ὀρθόδοξοι Πατέρες
2018-04-20 12:00:00 |
Ιωάννης Θαλασσινός, Διευθυντής Π.Ε.ΦΙ.Π. 04-10-2017
Ποιός ἄραγε θυμᾶται τή θλιβερή ἐπέτειο τῆς ψήφισης, ἀπό τή Βουλή τῶν Ἑλλήνων, τοῦ ἐπαίσχυντου...
Χριστιανική Εστία Λαμίας 03-10-2017
Οἱ μάσκες ἔπεσαν γιά ἀκόμα μιά φορά. Ἑταιρεῖες γνωστές στούς Ἕλληνες καταναλωτές ἀφαίρεσαν ἀπό τά...
TIDEON 21-12-2015
Επιμένει να προκαλεί Θεό και ανθρώπους η ελληνική Κυβέρνηση, ψηφίζοντας στις 22 Δεκεμβρίου 2015 ως...
Tideon 14-12-2015
Η Κυβέρνηση μας μίλησε για την «αναγκαιότητα» και για τα πλεονεκτήματα της «Κάρτας του Πολίτη»...
TIDEON 27-08-2014
Λαμβάνουν διαστάσεις καταιγισμού οι αντιδράσεις πλήθους φορέων και πολιτών για το λεγόμενο «αντιρατσιστικό» νομοσχέδιο το...
tideon.org 02-05-2013
Kαταθέτουμε την αρνητική δήλωση μας προς τον Εθνικό Οργανισμό Μεταμοσχεύσεων (ΕΟΜ). Ο νόμος αφήνει πολλά...
Tideon 31-12-2012
Ποια είναι η λύση αν πλήρωσες «τσουχτερές» τιμές στο Κυλικείο του Νοσοκομείου, του Αεροδρομίου, του...
Νικόλαος Ἀνδρεαδάκης, ὁδηγός 03-04-2012
Εἶμαι νέος μὲ οἰκογένεια, ἔχω ὅλη τὴ ζωὴ μπροστά μου… Λόγῳ ἐπαγγέλματος ἔχω τὴ δυνατότητα...
tideon 07-11-2011
ΜΝΗΜΟΝΙΟ: Δεν ξεχνώ αυτούς που παρέδωσαν αμετάκλητα και άνευ όρων την ΕΘΝΙΚΗ ΚΥΡΙΑΡΧΙΑ και έκαναν...
ΚΑΤΑΛΑΒΕΣ ΤΩΡΑ ... 15-02-2011
Κατάλαβες τώρα ... γιατί σε λέγανε «εθνικιστή» όταν έλεγες πως αγαπάς την Πατρίδα σου; Για να...
ΤΡΑΠΕΖΑ ΙΔΕΩΝ 25-12-2010
Τώρα πια γνωρίζω τους 10 τρόπους που τα ΜΜΕ μου κάνουν πλύση εγκεφάλου και πώς...