
Τράπεζα Ἰδεῶν
Θησαύρισμα ἰδεῶν καί ἀναφορῶν γιά τήν Ὀρθοδοξία καί τόν Ἑλληνισμό
info@tideon.org
Ἡ Δικαιοσύνη καὶ ἡ Ἀλήθεια τοῦ Θεοῦ ἐνοχλοῦν τοὺς ἀνόμους, ἐνοχλοῦν αὐτοὺς ποὺ εἶναι ἀνήμποροι ἀπὸ τὶς ἁμαρτίες, ἐνοχλοῦν ὅλους ὅσοι εἶναι μεθυσμένοι ἀπὸ τὰ διάφορα πάθη. Μήπως καὶ σήμερα δὲν κραυγάζουν οἱ Χριστομάχοι: σταύρωσον, σταύρωσον αὐτόν! Μήπως καὶ σήμερα δὲν ζητοῦν τὴν κεφαλὴ τοῦ Ἰησοῦ ἀπὸ τὴν Ναζαρέτ;
Ὦ ναί, ὅταν οἱ ἄνθρωποι τρελαθοῦν ἀπὸ τὴν ὑπερηφάνεια, ὅταν ἀλλοφρονήσουν ἀπὸ τὴν αὐταρέσκεια, τότε δὲν τοὺς χρειάζεται ὁ Θεός, δὲν χρειάζονται τὴν Δικαιοσύνη Του ἀφοῦ ἀνακηρύσσουν τὸν ἑαυτό τους γιὰ Θεό. Προτείνουν τὴν ἐλάχιστη καὶ ψεύτικη ἀλήθεια τους ὡς τὴν μεγάλη, τὴν σωτήρια ἀλήθεια. Ἀνακηρύσσουν ἀκόμα, τὴν ἐλάχιστη γήϊνη, δική τους ἀνάπηρη δικαιοσύνη ὡς τὴν μέγιστη δικαιοσύνη: δὲν μᾶς χρειάζεται ἡ Δικαιοσύνη τοῦ Χριστοῦ, δὲν θέλουμε τὴν Δικαιοσύνη τοῦ Θεοῦ.
Οἱ ἄνθρωποι, μὲ τυφλωμένο τὸν νοῦ καὶ τὴν ψυχή, δὲν βλέπουν μά καὶ δὲ θέλουν νὰ δοῦν ὅτι σὲ τοῦτο τὸν κόσμο ὁ ἄνθρωπος -ὁ γνήσιος ἄνθρωπος- δὲν μπορεῖ νὰ σταθεῖ δίχως τὸν Θεό. Γιατὶ ἄραγε αὐτό; Μὰ ἐπειδὴ ὁ κόσμος αὐτὸς εἶναι γεμάτος ἀπὸ Ἠρῶδες, γεμάτος ἀπὸ Φαρισαίους. Οἱ Ἠρῶδες ζητοῦν τὴν κεφαλὴ Ἰωάννου τοῦ Βαπτιστοῦ, ζητοῦν τὶς κεφαλὲς ὅλων τῶν δικαίων τῆς γῆς. Καὶ οἱ Φαρισαῖοι, οἱ ψευδεῖς Γραμματεῖς καὶ οἱ ψευδόσοφοι τοῦ κόσμου αὐτοῦ ἀπαιτοῦν τὸν θάνατο τοῦ Θεανθρώπου Χριστοῦ.
Μπροστὰ στὸν θάνατο οἱ ἄνθρωποι εἶναι ἀδύναμοι σὰν τὰ κουνούπια, σὰν τὰ πετραδάκια. Γιὰ ποιὸ πρᾶγμα καυχᾶσθε ὦ ἄνθρωποι; Γιὰ τὸν πλοῦτο, τὴν ἐπιστήμη, τὴν φιλοσοφία καὶ τὴν κουλτούρα; Ὅλα αὐτὰ εἶναι σκύβαλα - σὺ καὶ ἐγὼ δοῦλοι τοῦ θανάτου! Κάθε ἄνθρωπος εἶναι δοῦλος τοῦ φόβου, δοῦλος τοῦ θανάτου. Μπορεῖ νὰ γίνει ἄνθρωπος σὲ αὐτὸ τὸν κόσμο μὲ χαρά; Ὄχι δὲν μπορεῖ.
Ὁ ἄνθρωπος ποὺ θὰ ἀντικρίσει σοβαρὰ τὸν ἑαυτό του καὶ μὲ σοβαρότητα θὰ κοιτάξει τὸν θάνατο σὰν τὸν ἔσχατο σταθμὸ αὐτῆς τῆς ζωῆς, αὐτὸς ὁ ἄνθρωπος δὲν ἔχει χαρὰ σὲ αὐτὸ τὸν κόσμο, δὲν ὑπάρχει γι' αὐτὸν καμιὰ ἀπόλαυση ἐδῶ. Ὅλες οἱ ἀπολαύσεις εἶναι ἕνα ψέμα, ἐὰν ὁ θάνατος ἀποτελεῖ γιὰ μένα καὶ γιὰ σένα τὸν τελευταῖο σταθμὸ αὐτοῦ τοῦ κόσμου
Πηγή: Ορθόδοξοι Πατέρες
Ἀδελφοί καί πατέρες, εὔχομαι τῷ ἐλεήσαντί με Θεῷ τά ὑπέρ τῆς σωτηρίας πάντων οἰκονομηθῆναι καί τάς ψυχάς ἡμῶν διευθετηθῆναι πρός τόν ἐκεῖθε βίον καλῶς, ὅπου προλαβόντες ἡμᾶς ἀδελφοί καί γονεῖς ἀναμένουσιν, ὅπου ὁ τρισόλβιος καί μακάριος ἡμῶν ἀδελφός ὁ κῦρις μετῆλθεν Ἀντώνιος, καλῶς καί ὁσίως ἐνταῦθα πολετευσάμενος, μετανοήσας γνησίως, ἐξαγορεύσας ἐμπόνως ἅπερ ὀλίγοι τῶν μοναχῶν λογίζονται ἁμαρτήματα. Καθαρός γάρ τυγχάνων καί τήν καρδίαν καθαράν κεκτημένος ἀπό τῶν ἐμπαθῶν λογισμῶν, τά μικρά - ὡς δοκῶ καί παντελῶς - ἁμαρτήματα ὁ ἅγιος ἐκεῖνος ὡς ἁμαρτίας μεγάλας καί εἶχε καί ἐξηγόρευεν, ἐπεί Θεοῦ χάριτι σκεπόμενος παρθένος διῆλθε τόν βίον, τῷ σωματι καί τήν καρδίαν ἁγνός. Ἀφ᾿ γάρ τόν τῆς μονῆς εἰσῆλθε πυλῶνα καί τῷ Χριστῷ συνετάξατο, τόν χιτῶνα τῆς σαρκός αὐτοῦ ἤ τῆς ψυχῆς αὐτοῦ οὐκ ἐμόλυνεν οὐ συνδυασμῷ ἐννοιῶν, οὐ συγκαταθέσει λογισμῶν, (284) οὐ πράξει τινί, ὥσπερ μοι, πλησίον τῆς κλίνης αὐτοῦ καθεζομένῳ καί κλαίοντι, οὕτως ἐξεῖπε· “Τί κλαίεις, φησίν, ἀδελφέ; Τῆς πρός Θεόν πίστεως οὐ γέγονας ἔξαρνος, ἀλλά ταύτην ὡς ἐκεῖνον, ἐλπίζω, ἐφύλαξα. Καί ἀφ᾿ οὗ ἐν τῇ ἁγίᾳ παραγενόμην ταύτῃ μονῇ - οὐ καυχώμενος λέγω, ἀλλ᾿ εἰς τόν Θεόν θαρρῶν καί εἰς τήν τοῦ ἁγίου πατρός ἡμῶν εὐχήν – σαρκικήν ἁμαρτίαν οὐκ ἔπραξα. Ἐσθίων δέ καί πίνων, ἐν ἀμελείᾳ διετέλεσα τάς ἠμέρας μου. Πλήν εἰς τήν φιλανθρωπίαν τοῦ τά πάντα εἰδότος Θεοῦ ἐμαυτόν ἀνατίθημι, καί ὡς ποιήσει μετά τῆς ἐμῆς ταπεινώσεως”.
Τί τοίνυν τῶν μεγάλων πατέρων τά τελευταῖα ῥήματα καί ἀποφθέγματα τοῦ ἡμετέρου πλείω τυγχάνουσι ἀδελφοῦ; Τήν γάρ ἁγνείαν αὐτοῦ καί παρθενίαν μετά παρρησίας ἡμῖν ἐγνώρισε καί τό τῆς ταπεινώσεως αὐτοῦ πάλιν ἄπτωτον τῇ ἑαυτοῦ ψυχῇ περιποιήσατο, φυλάττων κἀντούτῳ τήν Δεσποτικήν φωνήν ἤ μᾶλλον εἰπεῖν ἐντολήν, τήν λέγουσαν· “Ὅταν πάντα ποιήσητε, τότε λέγετε ὅτι· Ἀχρεῖοι δοῦλοί ἐσμεν, ὅ ὀφείλομεν ποιῆσαι πεποιήκαμεν”.
Μετά δέ ταῦτα τῷ ἁγίῳ ἡμῶν ὑφηγήσατο αὐτῷ, ἅπερ καί αὐτόν τόν ἅγιον πατέρα καί ἡμᾶς αὐτούς ἐξέστησαν, οὐ μόνον δέ ἀλλά καί ἅπαντας τούς ἀκηκοότας μετά τήν τελευτήν ἐκείνου ταῦτα ἐξέπληξαν. Οὐδείς γάρ ἐξ ἡμῶν παρ᾿ ἐκείνῳ τοιοῦτον θησαυρόν ἁγνείας καί παρθενίας ἤλπιζεν ἀποκρύπτεσθαι.
Ἀλλά γάρ εἶθ᾿ οὕτω καί τό ἅγιον καί ἀγγελικόν μέγα σχῆμα ἐπενδυσάμενος, ἐν προθυμίᾳ μεγάλῃ, ἐν πολλαῖς δακρύων ἐκχύσεσιν, ἐν ἀρραγεῖ πίστει καί ἐπιγνώσει τελείᾳ, οὕτω τῇ ἑβδόμῃ ἡμέρᾳ ὁ νεοφώτιστος οὗτος καί στρατιώτης νεόλεκτος, (285) ὁ ἔσχατος ἐν τῷ παρόντι βίῳ ὑπέρ ἡμᾶς εἰσελθών καί πρῶτος τήν ματαιότητα τοῦ κόσμου καταλιπών, πρός τόν ἑαυτοῦ Δεσπότην ἀνεκλαλήτῳ χαρᾷ ἐξεδήμησε, πένθος ἄπαυστον καταλιπών τοῖς ταλαιπώροις ἡμῖν. Ὅταν γάρ ἐνθυμηθῶ, ἅπερ καί ὑμεῖς οἴδατε ὅτι ἐποίουν καί ἔλεγον πρός αὐτόν, τά πρός σωτηρίαν αὐτοῦ ψυχικήν σπουδάζων ἐγώ ὁ μάταιος, ὅλως ἐξίσταμαι καί νοῦν καί διάνοιαν καί τήν καρδίαν μου φλογίζομαι, πῶς ἔλαθον ἐμαυτόν, πῶς ἐματαιώθην παιδεύων ἄνδρα, παρ᾿ οὗ μᾶλλον ἐγώ παιδεύεσθαι ὤφειλον· τάς γάρ ἀρετάς ἐκείνου ἐλαττώματα κρίνων ἐγώ σφόδρα ἤλγουν καί περί τῆς ψυχικῆς σωτηρίας τοῦ πεποθημένου μου ἀδελφοῦ ἐσφάδαζον – οὕτω γάρ πρέπον ἐστί μή ψεύσεσθαι- . Ἐν Χριστῷ καυχῶμαι, χαρᾷ δέ πάλιν ἀνεκλαλήτῳ συνέχομαι, ὅτι οὕτω τοῦ τῇδε βίου τόν ἐμόν προέπεμψα ἀδελφόν καί ἐν τοιούτοις ἔργοις καί πράξεσι κατηξιώθην ἰδεῖν αὐτόν πρός Χριστόν ἐκδημήσαντα. Οἶδε γάρ ὁ τῶν ἐννοιῶν ἡμῶν καί τῶν λογισμῶν ἐξεταστής Θεός, ὅτι περί τούτου πολλή σπουδή ἐξ ἀρχῆς καί μέριμνά μοι ἐγένετο, καί πολλάς δακρύων ἀφῆκα πηγάς τούτουγε ἕνεκα. Καί ὁ Θεός ὁ φιλάνθρωπος οὐ παρεῖδέ μου τοῦ ταλαιπώρου τήν δέησιν, ἀλλ᾿ ἐν ἀγάπῃ, τῇ εἰς ἀλλήλους, καί ταπεινώσει καί πίστει, τῇ πρός ἡμᾶς, οὕτως ἀπέπτη πρός οὐρανόν, τό σῶμα μόνον καταλιπών ἐν ταῖς ἐμαῖς ἀθλίαις χερσί.
Θρηνοῦντός μου γάρ καί “Μή ἐπιλάθῃ” λέγοντος “ἡμῶν, ἀδελφέ. Ἤδη γάρ ἐκλείπεις καί καταλιμπάνεις ἡμᾶς”, οὑτωσί γαληνῶς προσεφθέγξατο· (286) “Οὐχί, εἰς τόν Θεόν ἐλπίζω”. Καί τοῦτο τό ῥῆμα ὕστατον τοῖς καθαρωτάτοις αὐτοῦ χείλεσιν ἐξειπών, πρός Θεόν ἐξεδήμησεν, οὐχ ἅπαξ τοῦτο εἰπών, ἀλλά καί δίς. Πρότερον ἐμοῦ δηλονότι τό “Μή ἐπιλάθῃ ἡμῶν” αἰτησαμένου “ἀδελφέ περιπόθητε”, αὐτός ἐκ δευτέρου μή ἐπιλαθέσθαι ἡμῶν προεπηγγείλατο. Καί τούς πόδας ἐξάρας καί τάς χεῖρας τυπώσας σταυροειδῶς ἐν ἀταράχῳ τῆς ψυχῆς καταστήματι καί κινήματι, οὕτω τόν γλυκύτατον ὕπνον ἐν εἰρήνῃ βαθείᾳ ἐκοιμήθη καί ὕπνωσεν ὕπνον τόν δικαίοις πρέποντα, πρός οὐδέν τῶν παρόντων προσπάθειαν ἐνδειξάμενος. Οὔτε γάρ συγγενῶν ἐμνήσθη, οὔτε φίλον ὠνόμασεν ἐν τούτῳ τῷ βίῳ τινά, οὐ περί φθαρτοῦ πράγματος διετάξατο, ἀλλ᾿ ὡς κόπρον ἤ βόρβορον τά τῇδε πάντα μισήσας καί βδελυξάμενος, οὕτω γυμνός πάσης ἐπιθυμίας τῶν ὁρωμένων καί σχέσεως, πρός τά νοητά μετέβη βασίλεια, ἄξιος ὡς ἀληθῶς οἰκήτωρ καί κληρονόμος ἐκείνων γενόμενος. Καί εἰκότως· εἰ γάρ ἡμῖν ὁ Θεός ἐνετείλατο, γεγυμνωμένοις οὖσιν, ἐνδύειν τούς ἀδελφούς, πόσῳ μᾶλλον ἐκεῖνος ἱμάτιον καί σκέπη τῷ γλυκυτάτῳ μοι γενήσεται ἀδελφῷ, τῷ δι᾿ ἐκεῖνον μέν τόν κόσμον πάντα καί τά τοῦ κόσμου ἀποδυσαμένῳ καί γυμνῷ πρός αὐτόν ἐκδημήσαντι;
Ἀλλά τόν βίον τοῦ ἀδελφοῦ πάντες ἡμεῖς ἀναθεωρήσαντες, μιμησώμεθα, παρακαλῶ, τήν αὐτοῦ πίστιν, τούς ἀγῶνας αὐτοῦ, τήν ἐξομολόγησιν, τήν μετάνοιαν, ἵνα καί ἡμεῖς πρός τήν ἐκ τοῦ σώματος ἔξοδον ἐρχόμενοι, ἀφόβως καί ἀταράχως ὡς ἐκεῖνος, τοῦ μέν σώματος ἐκδημήσωμεν, πρός δέ τόν Θεόν ἀπελθόντες, ἐν αὐτῷ μετ᾿ ἐλπίδων χρηστῶν ἐνδημήσωμεν καί καταπαύσωμεν εἰς αἰωνίους σκηνάς, (287) ἔνθα πάντων εὐφραινομένων ἡ κατοικία καί ὁ χορός τῶν μακαρίων καί ἁγίων πατέρων ἡμῶν ἐναυλίζεται.
Ἀλλ᾿ ὦ φίλτατε καί Θεῷ φιλούμενε, τριπόθητε ἀδελφέ, μέμνησο τῆς ὑποσχέσεως καί μή ἐπιλάθῃ τῶν τελευταίων καί ἡδίστων ἐμοί ῥημάτων σου, πρεσβεύων ὑπέρ ἡμῶν τῶν ἀδελφῶν σου καί παντός τοῦ γένους σου. Οἶδας γάρ ἐν οἵοις ἐσμέν κακοῖς, αὐτός ἐν καλοῖς γενόμενος καί πολλοῖς ἀγαθοῖς· ὁ γάρ τοῦ σκότους ἀπαλλαγείς ἀκριβῶς γινώσκει τῶν ἐν αὐτῷ κρατουμένων τήν ἀθλιότητα. Ἱκέτευσον οὖν, ἀξιοῦμεν, καί νῦν τόν Θεόν ὑπέρ πάσης σου τῆς ἐν Χριστῷ ἀδελφότητος, ὁ μηδέποτέ τινος ἐξαιτουμένου σε παρακούσας, μηδέ τῆς σῆς ἀναγκαίας τροφῆς τούς δεομένους ἀποστερήσας. Δεήθητι ὑπέρ ἀδελφῶν τῶν τῷ σῷ πόθῳ ἐκκρεμαμένων καί τόν χωρισμόν στέγειν ἀδυνατούντων καί τό πένθος ἐπισχεῖν μή καρτερούντων, ὅπως καί ἡμᾶς μετά σοῦ ἕξεις ὑποδεξάμενος, καί σύν σοί σκηνῶσαι τόν ὑπεράγαθον Θεόν ἐξιλέωσαι καί τόπον ἡμῖν προετοίμασον ἀναπαύσεως διά τῆς ἐντεῦθεν εὐπραξίας ἐξειργασμένον, ἵνα σύν σοί καί μετά σοῦ, ὡς καί ἐν τῷ παρόντι βίῳ, καί αὐτόθι συνδιάγωμεν καί συνευφραινώμεθα, καταξιούμενοι οἰκεῖν καί βλέπειν τήν ἄλυπον καί μακαρίαν ζωήν. Καί καθάπερ ἡμεῖς, ἀπό τοῦ κόσμου σοῦ προσδραμόντος εἰς τήν μοναχικήν πολιτείαν, μονήν καί οἰκίαν προηυτρεπίσαμεν, οὕτω νῦν καί σύ εἰς τήν ἄρρητον καί θείαν καί ἄϋλον διαγωγήν προοδεύσας, ἀσμένως ἡμᾶς ὑποδέξαι, μᾶλλον δέ προσλαβοῦ καί συνόδευσον καί συγκοπίασον, ὡς φιλάδελφος ἀδελφός, καί τῶν ἐπιχειρούντων παρεμποδίζειν καί κωλύειν ἡμῶν τήν πρός σέ ἄφιξιν ἐλευθέρωσον, (288) μεμνημένος ὅτι καί ἡμεῖς τῇ σῇ ἐβοηθήσαμεν καί συνεκοπιάσαμεν ἐν τῷδε τῷ βίῳ ἀδελφότητι. Χρήζομεν γάρ σου μᾶλλον ἄρτι τῆς συνεργείας ἡμεῖς ἤ τότε σύ, ὅτε τῶν τοῦ κόσμου δικτύων ὑπεξελθεῖν ἐπεχείρησας.
Πολά γάρ τά ἡμέτερα ἄχθη, γλυκύτατε ἀδελφέ, ἅ τήν ταπεινήν ἡμῶν ψυχήν καί τό σῶμα βαρύνουσιν, ὧν τό πάντων δεινότατον ἡ μόνωσις καί ἡ πολλή τῶν μεθ᾿ ἡμῶν ἀδελφῶν μέριμνα, περί ἥν με καί γινώσκεις ζηλωτήν μανικώτατον. Ἔγνως γάρ πάντως ἄρτι τά τῆς ἐμῆς πρός σέ διαθέσεως, καί ὡς οὐ μισῶν σέ ποτε ἤ βδελυσσόμενος ἐπέπληττον καί παντί τρόπῳ ταῖς νουθεσίαις ἠσφαλιζόμην, ἀλλά σφόδρα φιλῶν σε καί τῷ περί σέ πόθῳ ἀνενδότως φλεγόμενος. Βλέπεις γάρ ἄρτι, οἶδα καλῶς, ὑπεξελθών τόν γνόφον καί τήν ὀμίχλην τούτου τοῦ σώματος, καί γυμνήν ὁρᾷς τήν ἐμήν ψυχήν καί τήν γνώμην αὐτῆς, καθώς σύ ὑπάρχεις ἄρτι γυμνός τοῦ σώματος. Θεοειδής γάρ γενόμενος, θεοειδέστερον βλέπεις καί πάντα τά καθ᾿ ἡμᾶς. Μή οὖν ψεύστης τῶν συνθηκῶν φανήσῃ τῶν πρός ἡμᾶς, μηδέ ἐπιλάθῃ ἀδελφοῦ τοῦ ὑπερβαλλόντως σε ἀγαπήσαντος καί, εἰ μή τολμηρόν εἰπεῖν, καί αὐτήν τήν ψυχήν ὑπέρ σοῦ τεθεικότος. Ἀλλά δός χεῖρα βοηθείας διά τῶν εὐπροσδέκτων σου προσευχῶν, ἵνα καταντῆσαι ἀξιωθῶμεν πρός σε καί συνοικῆσαί σοι ἐν αὐτῷ τῷ Κυρίῳ καί Θεῷ καί Σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῷ, τήν κατοικίαν ποιούμενοι ἐν αὐτῷ, συναναστρεφόμενοι τῷ ἀφράστῳ φωτί ἐν τῇ ἀκηράτῳ ζωῇ, ἐν τῇ ἀνεκλαλήτῳ χαρᾷ, ἐν τῇ ἀνεκδιηγήτῷ δόξῃ τε καί λαμπρότητι, τῇ ἐν Πατρί καί Υἰῷ καί Ἁγίῳ Πνεύματι ὁρωμένῃ καί προσκυνουμένῃ εἰς τούς αἰῶνας. Ἀμήν.
Πηγή: Ὀρθόδοξοι Πατέρες
Πολλὲς φορὲς νομίζουν μερικοὶ αὐθάδεις ὅτι δὲν ἔχουν κανένα θάρρος στὸν ἑαυτό τους καὶ ὅτι ὅλη τους τὴν ἐλπίδα καὶ πεποίθησι, τὴν ἔχουν στὸν Θεό· ὅμως δὲν εἶναι ἔτσι· καὶ γι᾿ αὐτὸ βεβαιώνονται ἀπὸ τὸ ἀποτέλεσμα ποὺ ἔρχεται σὲ αὐτοὺς ἀπὸ τὸν ξεπεσμό τους, ὅταν συμβῇ. Γιατὶ ἂν ἴσως αὐτοὶ λυποῦνται στὸν ξεπεσμό τους καί, κατὰ κάποιο τρόπο, ἀπελπίζονται καὶ νομίζουν ὅτι μποροῦν στὸ ἑξῆς νὰ κάνουν καλό, αὐτὸ εἶναι σίγουρο σημεῖο, ὅτι καὶ πρὸ τοῦ ξεπεσμοῦ τους πίστευαν στὸν ἑαυτό τους καὶ ὄχι στὸν Θεό. Καὶ ἐὰν ἡ λύπη καὶ ἡ ἀπελπισία τους εἶναι μεγάλη, εἶναι ὁλοφάνερο ὅτι καὶ πολὺ πίστευαν στὸν ἑαυτό τους καὶ λίγο στὸ Θεό, γιατὶ ὅποιος δὲν ἐμπιστεύεται πολὺ στὸν ἑαυτό του καὶ ἐλπίζει στὸ Θεό, ὅταν ξεπέσει, δὲν ἀπορεῖ τόσο πολύ, οὔτε λυπᾶται ὑπερβολικά, ἐφόσον γνωρίζει, ὅτι αὐτὸ τοῦ συμβαίνει γιὰ τὴν ἀδυναμία τοῦ ἑαυτοῦ του καὶ γιὰ τὴν λίγη ἐλπίδα ποὺ ἔχει στὸν Θεὸ μάλιστα τότε ἀπιστεῖ περισσότερο στὸν ἑαυτό του καὶ μὲ περισσότερη ταπείνωσι ἐλπίζει στὸ Θεὸ καὶ μισώντας περισσότερο ἀπὸ κάθε ἄλλον τὰ ἄτακτα πάθη, ποὺ εἶναι ἡ αἰτία τοῦ ξεπεσμοῦ του, μὲ ἕνα μεγάλο πόνο ἥσυχο καὶ εἰρηνικό, γιὰ τὴ λύπη τοῦ Θεοῦ, ἀποκτᾷ βέβαια τὴν ἀπιστία στὸν ἑαυτό του, καταδιώκει ὅμως τοὺς ἐχθρούς του μέχρι θανάτου μὲ μεγαλύτερη γενναιότητα καὶ ἀποφασιστικότητα.
Αὐτὰ ποὺ εἶπα, ἐπιθυμῶ νὰ τὰ σκεφθοῦν μερικοί, ποὺ νομίζουν πὼς εἶναι ἐνάρετοι καὶ πνευματικοί, οἱ ὁποῖοι, ὅταν πέσουν σὲ κανένα ἐλάττωμα, δὲν μποροῦν, οὔτε θέλουν νὰ εἰρηνεύσουν καὶ μερικὲς φορὲς θέλοντας νὰ ἐλευθερωθοῦν ἀπὸ τὴν πολλὴ λύπη καὶ τὴν ἐνόχλησι, ποὺ τοὺς συμβαίνει ἀπὸ τὴν ἀγάπη τοῦ ἑαυτοῦ τους, τρέχουν ἀμέσως γι᾿ αὐτὸ καὶ μόνο στὸν πνευματικὸ πατέρα, στὸν ὁποῖον ἔπρεπε κυρίως νὰ πηγαίνουν γιὰ νὰ ξεπλυθοῦν ἀπὸ τὴν μόλυνσι τῆς ἁμαρτίας καὶ νὰ λάβουν δύναμι κατὰ τοῦ ἑαυτοῦ τους, μὲ τὸ ἁγιώτατο μυστήριο τῆς μετανοίας καὶ τῆς ἐξομολογήσεως.
Πηγή: (Ἀόρατος Πόλεμος - Μέρος 1ον - Ἅγιος Νικόδημος ὁ Ἁγιορείτης), Ορθόδοξοι Πατέρες
Δ΄ Οἰκουμενική Σύνοδος Χαλκηδόνα, 451. Λεπτομέρεια ἀπό χειρόγραφο.
Οἱ ἅγιοι Πατέρες τῆς Ἐκκλησίας ἔζησαν σέ βάθος τό μυστήριο τοῦ Χριστοῦ. Γι’ αὐτό ἐβίωσαν βαθύτατα τό μυστήριο τῆς Ἐκκλησίας, καί γι’ αὐτό κατενόησαν τήν σημασία καί τήν ἀπόλυτη ἀναγκαιότητα τῆς ἑνότητός της. Σύμφωνα μέ τήν διδασκαλία τους καί ἐμεῖς πιστεύουμε καί ὁμολογοῦμε «Εἰς Μίαν Ἁγίαν Καθολικήν καί Ἀποστολικήν Ἐκκλησίαν». Ἡ ἑνότης τῆς Ἐκκλησίας φανερώνεται στό δόγμα, στήν Εὐχαριστία, στήν ἁγιότητα.
Ἡ Ἐκκλησία εἶναι Μία, ἐπειδή μόνη αὐτή εἶναι Ἁγία καί Καθολική καί Ἀποστολική. Σύγχρονες ἑρμηνεῖες πού θέλουν τήν Ἐκκλησία νά εἶναι Μία καί νά περιλαμβάνῃ καί τίς διάφορες χριστιανικές ἐκκλησίες-ὁμολογίες, δέν ἔχουν ἔρεισμα στήν ὀρθόδοξο Ἐκκλησιολογία, διότι κατά τούς ἁγίους Πατέρας ἡ ἑνότης τῆς Ἐκκλησίας συνυφαίνεται μέ τήν Ὀρθοδοξία. Οἱ χριστιανικές κοινότητες πού ἔχουν διολισθήσει σέ ἑτεροδοξία καί παραμένουν σέ αὐτήν, ἔχουν ἐκπέσει ἀπό τήν ἁγιότητα, τήν καθολικότητα καί τήν ἀποστολικότητα τῆς Ἐκκλησίας.
Οἱ ἅγιοι Πατέρες περιφρούρησαν τόν θησαυρό τῆς ἑνότητός της μέ ἀδιαπραγμάτευτο κριτήριο τήν ἀποστολική Πίστι καί Παράδοσι, ἡ ὁποία συνιστᾶ τήν Ὀρθοδοξία. Ὁ ἅγιος Ἰγνάτιος ὁ Θεοφόρος βλέπει τίς ἄλλες «χριστιανικές» κοινότητες, πού δέν βρίσκονται στήν ἑνότητα τῆς Μιᾶς Ἁγίας Καθολικῆς καί Ἀποστολικῆς Ἐκκλησίας, ὡς «κακές παραφυάδες πού γεννοῦν θανατηφόρο καρπό, διότι δέν εἶναι φυτεία τοῦ Πατρός» [1]. Γι’ αὐτό διασφαλίζει τήν ἑνότητα τῶν χριστιανῶν στήν Καθολική Ἐκκλησία μέ τήν προτροπή γιά ὁμολογία μιᾶς πίστεως καί τήν τέλεσι μιᾶς εὐχαριστίας: «μιᾷ πίστει καὶ ἑνὶ κηρύγματι καὶ μιᾷ εὐχαριστίᾳ χρῆσθαι· … ἓν θυσιαστήριον πάσῃ τῇ Ἐκκλησίᾳ καὶ εἷς ἐπίσκοπος ἅμα τῷ πρεσβυτερίῳ καὶ τοῖς διακόνοις, τοῖς συνδούλοις μου … ἓν δὲ καὶ τὸ κήρυγμα καὶ ἡ πίστις μία καὶ τὸ βάπτισμα ἓν καὶ μία ἡ Ἐκκλησία, ἣν ἱδρύσαντο οἱ ἅγιοι ἀπόστολοι ἀπὸ περάτων ἕως περάτων ἐν τῷ αἵματι τοῦ Χριστοῦ» [2].
Ἡ Ἐκκλησία εἶναι Μία, ἐπειδή εἶναι τό ἕνα καί μοναδικό σῶμα τοῦ Χριστοῦ («ἕν σῶμα καί ἕν πνεῦμα», Ἐφ. 4, 6), εἶναι ἡ καινή κτίσις, σύμφωνα μέ τό ἀποστολικό: «εἴ τις ἐν Χριστῷ καινή κτίσις» (Β’ Κορ. 5, 17). Τά μέλη αὐτοῦ τοῦ σώματος ἔχουν ὡς ζωή τους τήν μία καί ἑνοειδῆ ἐμπειρία τῆς θεοποιοῦ Χάριτος τοῦ Ἁγίου Πνεύματος, τήν «δόξα», γιά τήν ὁποία ὁ Κύριος ὡμίλησε στήν ἀρχιερατική Του προσευχή: «κἀγώ τήν δόξαν, ἥν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν καθώς ἡμεῖς ἕν ἐσμεν» (Ἰω. 17, 22).
Χωρίς μετοχή στήν θεοποιό Χάρι κανείς δέν γίνεται καινή κτίσις, δέν εἶναι τῆς Ἐκκλησίας. Ὁ «κόσμος», ἐπειδή δέν μετέχει στήν θεοποιό Χάρι, δέν ἔχει μέρος στήν ἑνότητα τῆς Ἐκκλησίας. Ὁ Κύριος δέν ζήτησε «ἵνα ὦσιν ἕν» στό σῶμα Του ὅσοι ἐξ ἰδίας προαιρέσεως ἐπιμένουν νά εἶναι «κόσμος». «Οὐ περί τοῦ κόσμου ἐρωτῶ», παρατηρεῖ μέ ἔμφασι ὁ Μέγας Ἀρχιερεύς, «ἀλλά περί ὧν δέδωκάς μοι». Ὁ ἅγιος Κύριλλος Ἀλεξανδρείας ἑρμηνεύει μέ σαφήνεια τό σημεῖο αὐτό τῆς ἀρχιερατικῆς προσευχῆς: «οὐχ ἑτέρων εἶναι δεικνὺς τὸ συνεῖναι τε αὐτῷ καὶ ἀξιοῦσθαι βλέπειν τὴν δόξαν αὐτοῦ, ἢ τῶν ἑνωθέντων τε ἤδη δι᾽ αὐτοῦ τῷ Πατρί» [3].
Ποιός λοιπόν ἐκπίπτει ἀπό τήν ἑνότητα τῆς Ἐκκλησίας, παύει νά εἶναι «φυτεία Πατρός» καί γίνεται «κακή παραφυάς»;
Τό σχίσμα καί ἡ αἵρεσις χωρίζει τόν ἄνθρωπο ἀπό τήν ἑνότητα τῆς Ἐκκλησίας. Ἡ Ἐκκλησία εἶναι ζωή, ἡ αἵρεσις θάνατος. Ὁ ἅγιος Ἰουστῖνος Πόποβιτς γράφει: «Ὁ Θεάνθρωπος καί ἐν Αὐτῷ ἡ Ἐκκλησία Του εἶναι τό πᾶν διά τά σύμπαντα… Ὁλόκληρος ἡ κτίσις ἐδημιουργήθη ὡς Ἐκκλησία, καί ἀποτελεῖ τήν Ἐκκλησίαν, «καί αὐτός ἐστιν ἡ κεφαλή τοῦ σώματος, τῆς Ἐκκλησίας» (Κολ. 1, 18). Πρόκειται περί ἐλλόγου παν-ενότητος τῆς κτίσεως καί περί ἐλλόγου παν-τελεολογίας τῆς κτίσεως. Ἡ ἁμαρτία ἀπέκοψεν ἕν μέρος τῆς κτίσεως ἀπ’ αὐτήν τήν ἔλλογον πανενότητα καί παντελεολογίαν καί ἐβύθισεν αὐτό εἰς ἄλογον ἀστοχίαν, δηλαδή εἰς τόν θάνατον» [4]. Οἱ ἱεροί κανόνες τῆς Ἐκκλησίας ὁρίζουν πόσο μακριά ἀπό τήν Ἐκκλησία βρίσκεται ὁ κάθε σχισματικός καί αἱρετικός καί πῶς μπορεῖ νά ἐπανέλθῃ ἀπό τόν θάνατο στήν ζωή [5].
Τορπίλη ἑπομένως στήν ἑνότητα τῆς Ἐκκλησίας εἶναι τά σχίσματα καί οἱ αἱρέσεις. Ἡ Ἐκκλησία στάθηκε ἀπέναντί τους μέ κριτήριο τήν ἑνότητά της ὡς ἑνότητα ὀρθοδόξου πίστεως, ὡς κοινή ἐμπειρία Πνεύματος Ἁγίου καί ἐντεῦθεν ὡς ὁμοήθεια καί ὁμοφροσύνη. Στήν περίπτωσι τοῦ σχίσματος, ὁπότε παρεισέφρυαν τά ἀνθρώπινα πάθη (Α’ Κορ. 1, 11) καί κυρίως κατά τόν ἱερό Χρυσόστομο ἡ φιλαρχία [6], ἡ Ἐκκλησία ἐνήργησε μέ ὑπομονή, μέ παρακλήσεις καί μέ νουθεσίες, ἔχοντας σέ πολλές περιπτώσεις σύμμαχο τόν χρόνο, ἐκτός ἐάν τό σχίσμα ἐξετραχύνετο ἤ μετέπιπτε σέ αἵρεσι. Στήν περίπτωσι τῆς αἱρέσεως, ὁπότε τήν ἑνότητα τῆς Ἐκκλησίας ἀπειλοῦσε ἡ ἑτεροδιδασκαλία, ἐξαιρετικά ἐπικίνδυνη καί βλαπτική, ἐπειδή δέν παύει νά ὑφίσταται καί μετά τόν θάνατο τῶν πρωταιτίων, ἡ Ἐκκλησία ἐνήργησε μέ τήν συνοδική ἀποκοπή ὅσων ἀμετανοήτως ἐπέμεναν στήν αἵρεσι.
Ἡ Ὀρθόδοξος Ἐκκλησία μας βιώνει μέχρι σήμερα τήν τραγικότητα τῶν σχισμάτων. Τό παλαιοημερολογητικό σχίσμα στήν Ἐλλάδα, ἄλλο σχίσμα στά Σκόπια, ἄλλο πρόσφατο στήν Σερβία κ.λπ. Στό δόγμα Ὀρθόδοξοι, συχνά μέ πόθο Χριστοῦ στήν ζωή τους, δέν τελοῦν μαζί μας τήν Θεία Εὐχαριστία, ἔχουν χωριστή ἱεραρχία ἐπισκόπων ἤ βρίσκονται ἔξω ἀπό τήν κοινωνία τῶν κανονικῶν ἐπισκόπων «δι’ αἰτίας τινάς ἐκκλησιαστικάς καί ζητήματα ἰάσιμα» (κανών α’ Μεγ. Βασιλείου). Ὁ πόνος γιά τά σχίσματα αὐτά εἶναι μεγάλος. Ἡ προσευχή μας καθημερινή. Τά λάθη ἔχουν γίνει. Πρέπει νά ἀρθοῦν μέ τήν Χάρι τοῦ Θεοῦ τά ἐμπόδια, τά ὁποῖα δημιούργησε ἡ ἀνθρώπινη ἀδυναμία, νά διορθωθοῦν τά λάθη καί νά βρεθοῦν καί αὐτοί οἱ Ὀρθόδοξοι ἀδελφοί στήν μία Εὐχαριστία τῆς Μιᾶς Ἁγίας Καθολικῆς καί Ἀποστολικῆς Ἐκκλησίας, στήν ἑνότητα τῆς ὁποίας ἡ σωτηρία εἶναι ἀσφαλής.
Ὁ ὑπόλοιπος χριστιανικός κόσμος βρίσκεται σήμερα ἐκτός Ἐκκλησίας, πολυδιασπασμένος καί πολυτραυματισμένος ἀπό τίς αἱρέσεις τοῦ παρελθόντος. Οἱ μεγάλες αἱρέσεις τοῦ μονοφυσιτισμοῦ, τοῦ παπισμοῦ καί τοῦ προτεσταντισμοῦ κρατοῦν, μέ διάφορες ἑτεροδιδασκαλίες, ἑκατομμύρια χριστιανούς χωρισμένους ἀπό τήν Μία Ἁγία Καθολική καί Ἀποστολική Ἐκκλησία. Καί αὐτός εἶναι ἕνας πόνος! Προσευχόμαστε μαζί μέ ὅλη τήν Ἐκκλησία: «τούς πεπλανημένους ἐπανάγαγε καί σύναψον τῇ ἁγίᾳ σου καθολικῇ καί ἀποστολικῇ Ἐκκλησίᾳ» (Θ. Λειτουργία Μεγ. Βασιλείου).
Πηγή καί ρίζα ὅλων τῶν αἱρέσεων εἶναι ὁ θρησκευτικός οὐμανισμός (ἀνθρωποκεντρισμός). Συναντᾶ κανείς σέ αὐτές θρησκευτικότητα, ἀλλά δέν βρίσκει ταπεινή μαθητεία σέ ὅ,τι παρέδωσαν ἀπ’ ἀρχῆς οἱ θεόπται Προφῆται, Ἀπόστολοι καί Πατέρες. Δέν βρίσκει ἁγιασμό, φωτισμό τοῦ νοός καί θέωσι. Στίς αἱρέσεις διδάσκεται ὅ,τι ἐπινόησε ὁ ἐμπαθής ἀνθρώπινος νοῦς (Ἐφ. 4, 17-18) καί οἱ ἄνθρωποι ζοῦν χωρίς πυξίδα, «κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνόμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης» (Ἐφ. 4, 14).
Ὁ οὐμανισμός ἔχει ὁδηγήσει τόν δυτικό χριστιανισμό σέ ἄνευ προηγουμένου ἐκκοσμίκευσι, ἡ ὁποία κατέληξε στήν θεωρία τοῦ θανάτου τοῦ Θεοῦ, στήν ἄρνησι τῆς ἱστορικότητος τῆς Ἀναστάσεως τοῦ Χριστοῦ, στήν ἀμφισβήτησι τῆς ἀειπαρθενίας τῆς Θεοτόκου, στήν χειροτονία γυναικῶν σέ ἱερατικά ἀξιώματα, στήν ἱερολογία γάμου ὁμοφυλοφίλων καί στά ἄλλα ἐξωφρενικά τῶν νεωτέρων προτεσταντικῶν ὁμάδων.
Ἡ Ἐκκλησία ὑπάρχει στόν κόσμο ὡς μία διαρκής πρόσκλησις πρός τούς αἱρετικούς ὅλων τῶν μορφῶν. Προσκαλεῖ μέ τό δόγμα καί τήν λατρεία της, τήν ἀρχιτεκτονική καί εἰκονογραφία της, μέ τό ἦθος της, μέ τό κήρυγμα καί τήν ἱεραποστολή της, μέ τήν ἁγιότητα τῶν θεουμένων της. Ἀπευθύνεται σέ ὅλους, ἐπειδή ὅλοι ἔχουν ἀνάγκη ἀπό τήν ἑνότητα μαζί της. Ἡ Ἐκκλησία εἶναι «τό πλήρωμα τοῦ τά πάντα ἐν πᾶσι πληρουμένου» (Ἐφ. 1, 23). Στήν ἑνότητά της ἐξασφαλίζεται ἡ πληρότης τῆς πίστεως καί τῆς ἀληθείας, ἡ ἁγιότης, ἡ σωτηρία. Ἔξω ἀπό αὐτήν μένει μία θρησκευτικότης ἀτελής, ἄρρωστη, ἄγευστη τῆς θεοποιοῦ Χάριτος.
Ὁ ἐκτός Ἐκκλησίας χριστιανικός κόσμος, γιά νά ἐπανεύρῃ τήν ἑνότητά του, ἐπινόησε τήν διαχριστιανική κίνησι πού ὀνομάζεται οἰκουμενισμός καί στοχεύει στήν καταλλαγή ὅλων τῶν χριστιανῶν. Ὅμως αὐτή ἡ καταλλαγή δέν φέρνει στήν ἑνότητα τῆς Ἐκκλησίας. Μᾶλλον ἐπιβεβαιώνει καί συντηρεῖ τήν ἔλλειψι ἑνότητος, ἐπειδή μέ τήν ἀρχή τῆς «περιεκτικότητος» (εἴμαστε διαφορετικοί ἀλλά ἑνωμένοι) ὅλες οἱ ἰδιαιτερότητες στό δόγμα καί στό ἦθος γίνονται ἀμοιβαίως «σεβαστές» ἀπό ὅλους. Ἕνα ἀκόμη ὀλίσθημα, πού γέννησε ὁ οὐμανισμός!
Στόν πυρῆνα τοῦ οἰκουμενισμοῦ ὑπάρχει ὁ οὐμανισμός. «Ὁ οἰκουμενισμός, δηλαδή ἡ κίνησις διά τήν ἕνωσιν τῶν ‘‘ἐκκλησιῶν’’, ὅπως διεξάγεται σήμερον, φαίνεται ὅτι ἔχει οὐμανιστικόν ἀνθρωποκεντρικόν χαρακτῆρα καί ὄχι θεολογικόν καί πνευματικόν», καί «ὅλες οἱ αἱρέσεις, κατά βάθος, εἶναι μορφές τοῦ ἀνθρωποκεντρισμοῦ», ἐπισημαίνει στό βιβλίο του Ὀρθοδοξία καί Οὐμανισμός Ὀρθοδοξία καί Παπισμός (σελ. 83 καί 14) ὁ μακαριστός Γέροντας Γεώργιος Καψάνης.
Γεννημένος ἀπό τά σπλάχνα τοῦ πολυδιασπασμένου προτεσταντισμοῦ μέ προοπτική τήν παν-προτεσταντική ἑνότητα, ὁ οἰκουμενισμός ἀναπτύχθηκε στήν συνέχεια ὡς ἐκκλησιαστική πολιτική τόσο ἀπό τούς Ὀρθοδόξους ὅσο καί ἀπό τούς Ρωμαιοκαθολικούς. Ἀπό τίς Ὀρθόδοξες Ἐκκλησίες καθεαυτές, πιστεύουμε, μέ τήν ἐλπίδα ἀνακάμψεως τῶν ἑτεροδόξων στήν Ὀρθοδοξία.
Οἱ προτεστάντες προχωροῦν ἀβίαστα στήν ὑποτιθέμενη ἑνότητά τους στό Π.Σ.Ε. καί στίς δραστηριότητές του, ἐμμένοντας ὅμως στίς γνωστές αἱρετικές τους διδασκαλίες πού παίρνουν ὅλο καί πιό ἀντιευαγγελικές διαστάσεις. Ὁ οἰκουμενισμός δέν μπόρεσε νά ἀναχαιτίσῃ τήν κακή αὐτή ἐξέλιξι.
Ἡ Β’ Βατικανή Σύνοδος κινήθηκε γρήγορα καί ἀποφασιστικά γιά νά δημιουργήσῃ γέφυρες προσεγγίσεως μέ τούς ὀρθοδόξους καί τούς προτεστάντες μέ τό περίφημο Διάταγμα Περί οἰκουμενισμοῦ. Ὅλοι οἱ «χωρισμένοι ἀδελφοί», λέγει τό Διάταγμα, εἶναι μέλη τῆς (Ρωμαιο)Καθολικῆς Ἐκκλησίας, κρατοῦν τήν ἀποστολική Πίστι μέ διαφορετικές διατυπώσεις, τελοῦν ἔγκυρα μυστήρια, προσφέρουν σωτηρία, καί θά ὁλοκληρώσουν τήν ἑνότητα μαζί της μέ τό νά δεχθοῦν τήν κοινωνία μέ τόν Ρωμαῖο ποντίφικα. Τό παπικό Πρωτεῖο μέ σύγχρονη ἐπένδυσι ἑνός λειτουργήματος διακονίας τῆς παγχριστιανικῆς ἑνότητος βρίσκεται στήν καρδιά τοῦ διατάγματος περί οἰκουμενισμοῦ. Τά ὑπόλοιπα λατινικά δόγματα παραμένουν ὡς ἔχουν, δικαιολογημένα βάσει τῆς ἀρχῆς τῆς ἑνότητος ἐν τῇ διαφορετικότητι (unity in diversity). Πρόκειται γιά ἐπίπλαστη ἑνότητα.
Ἅγιος Μάρκος Εὐγενικός
Οἱ πολυχρόνιοι διμερεῖς καί πολυμερεῖς (Π.Σ.Ε.) θεολογικοί διάλογοι διεκπεραιώνονται μέ μινιμαλιστικά δογματικά κριτήρια (βαπτισματική θεολογία, εὐχαριστιακή ἐκκλησιολογία). Ἡ Ὀρθόδοξος Ἐκκλησία μας συμμετέχει σέ αὐτούς στοχεύοντας θεωρητικά στήν ἑνότητα ὅλων τῶν χριστιανῶν ἐν τῇ Ὀρθοδόξῳ Πίστει. Στήν πρᾶξι ὅμως γίνονται δογματικές καί κανονικές ὑπερβάσεις πού συνιστοῦν θεολογικό συγκρητισμό. Ἔτσι προσφέρεται ἔδαφος στό νά προωθῆται ὁ λαϊκός οἰκουμενισμός μέ συμπροσευχές, μέ κοινές λατρευτικές πράξεις καί λειτουργικές ἐκδηλώσεις, μέ κοινές διακηρύξεις ἐκκλησιαστικῶν ἡγετῶν καί μέ τήν μερική μυστηριακή διακοινωνία. Τήν ἀνάγκη γιά ἀλλαγή πλεύσεως στούς διαχριστιανικούς διαλόγους θέτει ἐπί τάπητος ἡ κοινή αἴσθησις τῶν Ὀρθοδόξων πιστῶν, ὅτι ἑνότης μεταξύ τῶν χριστιανῶν πρέπει νά σημαίνῃ ἐπιστροφή τῶν ἑτεροδόξων στήν Ὀρθοδοξία τῆς Μιᾶς Ἁγίας Καθολικῆς καί Ἀποστολικῆς Ἐκκλησίας, τῆς Ὀρθοδόξου Ἐκκλησίας.
Ἀκολουθώντας τό ἅρμα τοῦ οἰκουμενισμοῦ πέρασε δυστυχῶς καί στόν δικό μας ὀρθόδοξο θεολογικό χῶρο μία ἐκκοσμικευμένη διανοητική ἀκαδημαϊκή θεολογία, ἡ ὁποία καταλύει τά ὅρια τῆς Ἀληθείας [7]. Ἀποδεικνύεται ἱκανή νά συνδιαλέγεται μέ τόν ἔξω κόσμο, ἀλλά ἄμοιρη τῆς ζώσης ἐμπειρικῆς θεολογίας. Αὐτή ἡ ἀκαδημαϊκή θεολογία ἐπηρεάζει δυστυχῶς καί τήν πορεία τῶν θεολογικῶν διαλόγων, ἄν καί θά ἔπρεπε στούς διαλόγους νά ἐκφέρεται ἡ αὐθεντική ὀρθόδοξος θεολογία. Στόν θεολογικό συγκρητισμό δέν ἀναπαύεται ὁ πιστός ὀρθόδοξος λαός. Πιστεύουμε ὅτι οἱ καλοί ποιμένες τῆς Ἐκκλησίας μας θά ἀγκαλιάσουν τήν ἀγωνία τοῦ λαοῦ καί θά ὑποστηρίξουν μέ τήν σοφία τοῦ Ἁγίου Πνεύματος στούς θεολογικούς διαλόγους τήν ἀκρίβεια τοῦ ὀρθοδόξου δόγματος καί φρονήματος. Ὁ θεολογικός συγκρητισμός ὑποσκάπτει τήν ἀκεραιότητα τοῦ ὀρθοδόξου θεολογικοῦ μας φρονήματος.
Σέ αὐτόν τόν θεολογικό περίγυρο, ὅπως διαμορφώθηκε στίς ἡμέρες μας, ἡ Ὀρθόδοξος Ἐκκλησία μας παραμένει στῦλος καί ἑδραίωμα τῆς Ἀληθείας, ἐπειδή μέχρι συντελείας τοῦ αἰῶνος «πῦλαι ᾍδου οὐ κατισχύσουσιν αὐτῆς» καί «ὁ Χριστός χθές καί σήμερον ὁ αὐτός καί εἰς τούς αἰῶνας». Ἁγιασμένοι ἄνθρωποι μέχρι σήμερα (οἱ ἁγιοκαταταχθέντες Γέροντες Πορφύριος καί Παΐσιος καί πολλοί ἄλλοι) μαρτυροῦν ὅτι ἡ Ὀρθόδοξος Ἐκκλησία μας εἶναι καί θά παραμείνῃ ἡ ἄσπιλος Νύμφη τοῦ Ἀρνίου. Τά θεολογικά ἀτοπήματα ὡρισμένων θεολόγων, δέν ἀλλοιώνουν τόν βαθύτερο χαρακτῆρα της, παρά μόνο μαρτυροῦν τήν προσωπική ἔκπτωσι τῶν ἰδίων ἀπό τήν ὁλοκληρία τῆς Ἀληθείας της.
Θέλοντας μέ τό ἄρθρο αὐτό νά τονίσουμε τήν σημασία καί τήν ἀναγκαιότητα τῆς ἑνότητος τῆς Ἐκκλησίας ὡς ἑνότητος δόγματος, ὡς ὁμοηθείας καί ὡς κοινῆς ἐμπειρίας τῆς ἁγιαστικῆς Χάριτος, καί ἔχοντας ὑπ’ ὄψιν ὅτι ἡ ἑνότης τῆς Ἐκκλησίας διασφαλίζεται μέ ὀρθές συνοδικές ἀποφάσεις (στήν ἐκκλησιαστική ἱστορία εἶναι γνωστές καί ἄστοχες συνοδικές ἀποφάσεις), τώρα πού πλησιάζει ἡ σύγκλησις τῆς Μεγάλης Πανορθοδόξου Συνόδου, ταπεινά παρακαλοῦμε καί ζητοῦμε ἀπό τούς ἁγίους Ἀρχιερεῖς μας νά ἐξασφαλίσουν στήν Σύνοδο, ὡς πιστοί οἰκονόμοι μυστηρίων Θεοῦ, πανορθόδοξες ἀποφάσεις πού θά ἐκφράζουν τήν συνείδησι τοῦ πιστοῦ λαοῦ τοῦ Θεοῦ, τοῦ ὁποίου ἡ Ὀρθόδοξος Πίστις εἶναι ὁ τελικός κριτής κάθε συνόδου, ὅπως εἶπε ὁ μέγας Μάξιμος ὁ Ὁμολογητής.
Ἅγιον Ὄρος, 1.1.2016
1. Ἐπιστολή 3η, Τραλλιανοῖς, 11.
2. Ἐπιστολή 5η, Φιλαδελφεῦσιν, 4.
3. Ἁγ. Κυρίλλου Ἀλεξανδρείας,Ὑπόμνημα εἰς τό κατά Ἰωάννην, 3, 5.
4. Ἀρχιμ. Ἰουστίνου Πόποβιτς, Ὀρθόδοξος Ἐκκλησία καί Οἰκουμενισμός, Θεσ/ νίκη 1974, σελ. 21-23.
5. Περιοδ. «Ὁ Ὅσιος Γρηγόριος», τ. 39/2014, σελ. 157-158.
6. «Δύο γάρ εἰσι διαιρέσεις ἀπὸ τοῦ σώματος τοῦ ἐκκλησιαστικοῦ· μία μὲν, ὅταν ψύξωμεν τὴν ἀγάπην, δευτέρα δὲ, ὅταν ἀνάξια τοῦ τελεῖν εἰς ἐκεῖνο τὸ σῶμα τολμήσωμεν· ἑκατέρως γὰρ χωρίζομεν ἑαυτοὺς τοῦ πληρώματος … Οὐδὲν οὕτως Ἐκκλησίαν δυνήσεται διαιρεῖν, ὡς φιλαρχία· οὐδὲν οὕτω παροξύνει τὸν Θεὸν, ὡς τὸ Ἐκκλησίαν διαιρεθῆναι» (Ἁγ. Ἰω. Χρυσοστόμου, Ὑπόμνημα εἰς τήν πρός Ἐφεσίους Ἐπιστολήν, PG 62, 85).
7. Βλ. Ἀθανασίου Γιέβτιτς, ἐπισκόπου πρώην Ζαχουμίου καί Ἐρζεγοβίνης, Ἡ σεβηριανή Χριστολογία εἶναι μονοφυσιτισμός (ἑλληνική μετάφρασις ἀπό τήν Ἱερά Μονή Ὁσίου Γρηγορίου ἄρθρου-ἐπιστολῆς τοῦ Σεβ. Ἀθανασίου πρός τό περιοδικό «Теоloški Pogledi» [ΤΠ], στό Βελιγράδι, τεῦχ. 2/2011).
Πηγή: Ἑνωμένη Ρωμηοσύνη
Ἀγαπητοί μου και περιπόθητοι ἀδελφοί, πολλάκις ἠθελήσατε λόγον ὠφελείας ἀκοῦσαι παρά τῆς ἡμῶν μετριότητος, καί διά τό συντόμως ὑποχωρεῖν ὑμᾶς, λαλῆσαι ὑμῖν ἀπό στόματος τά δέοντα, ὡς πάρεργα, συμφερόντως οὐκ ἠβουλήθημεν. Διά τοῦτο καθάπερ ᾐττήσασθε γράψαι νῦν τῇ ἀγάπῃ ὑμῶν, εἰκότως προεθυμήθημεν· οὐ τά πρός νουθεσίαν (καί γάρ ἀνάξιοι), ἀλλά τά πρός συμβουλήν καί ὑπόμνησιν, ὡς ἀγαπῶντες λίαν ὑμᾶς, καί ὅσα γινώσκομεν ὠφελοῦντα καί συνεργοῦντα ψυχήν πρός τε τήν ἐκ τοῦ κόσμου φυγήν καί τήν τῶν παθῶν ἀλλοτρίωσιν καί Θεοῦ ἀγάπην καί τελείαν ἀπάθειαν.
Τοιγαροῦν καί οὐδαμόθεν ποθέν ἄλλοθεν δίκαιον (274) ἡγησάμην τήν ἀρχήν πρός ἄνθρωπον διψῶντα τήν ψυχικήν σωτηρίαν ποιήσασθαι, εἰ μή ἐξ αὐτῆς τῆς ἀεννάου πηγῆς, τοῦ Σωτῆρος Χριστοῦ καί Θεοῦ ἡμῶν, δι᾿ ὅν ἡμῖν ὁ λόγος καί ἅπαν ἐγχείρημα, καί πρός ὅν πᾶσα σπουδή μετ᾿ ἐλπίδος χρηστῆς καί ἅπαν ἐνθύμιον. Οὗτος γάρ καί ἀρχομένοις θεμέλιος ἀρραγέστατος καί μεσάζουσιν ἐλπίς ἀκαταίσχυντος καί τελειοῦσιν ἀγάπη ἀκόρεστος καί ζωή ἀτελεύτητος. Τούτου ἐγώ τῆς ἁγίας φωνῆς ἤκουσα πρός ἅπαντας λεγούσης κοινῶς· “Ὅστις οὐ καταλείψει πατέρα καί μητέρα καί ἀδελφούς καί πάντα τά ὑπάρχοντα αὐτῷ καί ἄρῃ τόν σταυρόν αὐτοῦ καί ἀκολουθήσει μοι, οὐκ ἔστι μου ἄξιος”. Δι᾿ οὐδέν οὖν ἕτερον τόν σταυρόν ἐσχάτως τεθεῖναι καί παρά τῆς Γραφῆς ἐδιδάχθην καί δι᾿ αὐτῆς τῆς πείρας μεμάθηκα, εἰ μή διά τήν τῶν θλίψεων καί πειρασμῶν ὑπομονήν καί τελευταῖον διά τόν θάνατον αὐτόν τόν ἑκούσιον, ὅνπερ καί τοῖς τότε καιροῖς, ἐπικρατουσῶν τῶν αἱρέσεων, πολλοί διά τοῦ μαρτυρίου καί τῶν ποικίλων βασάνων προείλοντο, νυνί δέ Χριστοῦ χάριτι ἐν καιρῷ βαθείας καί τελείας εἰρήνης οὐδέν ἕτερον ἐπληροφορήθημεν εἶναι σταυρόν καί θάνατον, εἰ μή τήν παντελῆ τοῦ ἰδίου θελήματος νέκρωσιν. Ὁ γάρ τό ἴδιον κἄν ὁπωσοῦν ἐκπληρῶν θέλημα, τό τοῦ Σωτῆρος Χριστοῦ πρόσταγμα φυλάξαι οὐ δυνήσεται πώποτε.
Ἵνα οὖν ὡς πρός ἕνα τόν λόγον ποιήσωμαι, ταῦτά φημι πρός ὑμᾶς· Ἀδελφέ, ἐκτενῶς τόν Θεόν παρακάλεσον, ὅπως δείξῃ σοι ἄνθρωπον, τόν καλῶς ποιμᾶναί σε δυνάμενον, ᾧ καί ὀφείλεις ὡς αὐτῷ τῷ Θεῷ ὑπακοῦσαι (275) καί τά παρ᾿ αὐτοῦ σοι λεγόμενα ἀδιστάκτως ἐπιτελέσαι, εἰ καί ἐναντία σοι καί ἐπιβλαβῆ κατά τό δοκοῦν σοι τά προσταττόμενα φαίνονται. Καί εἰ μέν εἰς ὅν ἤδη ἔσχες πατέρα πνευματικόν περισσοτέρως πληροφορεῖται παρά τῆς χάριτος ἡ καρδία σου, ποίει ἅ σοι λέγει καί σῴζῃ· κρεῖσσον γάρ μαθητήν μαθητοῦ ὀνομάζεσθαι καί μή ἰδιορρύθμως βιοῦν καί τρυγᾶν ἀνωφελεῖς καρπούς τοῦ ἰδίου θελήματος. Εἰ δέ πρός ἄλλον τό Ἅγιον Πνεῦμα ἐκπέμψει σε, μή διστάσῃς τό σύνολον· ἀκούομεν γάρ καί Παῦλον φυτεύσαντα καί Ἀπολλῶ ἀρδεύσαντα καί Χριστόν αὐξάνοντα. Ποίησον οὖν, ἀδελφέ, καί σύ καθώς εἴπομεν, καί ἄπελθε πρός ἄνθρωπον, ὅν ὁ Θεός ἤ μυστικῶς δι᾿ ἑαυτοῦ ἤ φανερῶς διά δούλου αὐτοῦ ὑποδείξει σοι. Καί ὡς αὐτόν τόν Χριστόν καί ὁρῶν καί λαλῶν, οὕτω σεβάσθητι αὐτόν καί οὕτω διδάχθητι παρ᾿ αὐτοῦ τά συμφέροντα. Ἐάν γάρ ἀκούσῃς παρ᾿ αὐτοῦ· “Ἔξελθε ἐκ τῆς γῆς τοῦ θελήματός σου καί ἐκ τῆς συγγενείας τοῦ φρονήματός σου”, μή διακριθῇς μηδέ ἐρυθριάσῃς ὑπό κενοδοξίας ἡττώμενος. Ἐάν εἴπῃ σοι· “Δεῦρο εἰς γῆν ὑπακοῆς, ἥν ἄν σοι δείξω”, δράμε, ἀδελφέ μου, ὅση σοι δύναμις, μή δώσῃς ὕπνον σοῖς ὀφθαλμοῖς μηδέ κάμψῃς γόνυ, ὀκνηρίᾳ ἤ ῥαθυμίᾳ ἐκλυόμενος. Ἴσως γάρ ἐκεῖ ὀφθήσεταί σοι ὁ Θεός, ὁ πατέρα πολλῶν πνευματικῶν τέκνων ἀναδεῖξαί σε μέλλων καί τήν γῆν τῆς ἐπαγγελίας δωρήσασθαι, ἥν κληρονομοῦσι μόνοι οἱ δίκαιοι. (276) Ἐάν εἰς τό ὄρος ἀνάγῃ σε, προθύμως ἄνελθε· καί γάρ θεάσῃ, εὖ οἶδα, Χριστόν μεταμορφούμενον καί πλειόνως ὑπέρ τόν ἥλιον λάμποντα τῷ φωτί τῆς Θεότητος, καί καταπέσῃς ἴσως μή φέρων ὁρᾶν ἅ οὐδέποτε τεθεάσαι, καί φωνῆς ἀκούσῃς πατρῴας ἄνωθεν, καί νεφέλην ἴδῃς σκιάζουσαν, καί προφήτας παρισταμένους καί βεβαιοῦντας ζώντων καί νεκρῶν αὐτόν Θεόν ὑπάρχειν καί Κύριον.
Ἐάν ἀκολουθεῖν προτρέψηται, περιέρχου τάς πόλεις μετ᾿ αὐτοῦ θαρσαλέως· καί γάρ ὠφεληθήσῃ τά μέγιστα, ἐάν εἰς αὐτόν ἀποβλέπῃς καί μόνον. Ἐάν ἴδῃς μετά πορνῶν καί τελωνῶν καί ἁμαρτωλῶν συνεσθίοντα, μηδέν λογίσῃ ἐμπαθές καί καί ἀνθρώπινον, ἀλλ᾿ ἀπαθῆ πάντα καί ἅγια καί τό “Ἐγενόμην τοῖς πᾶσι τά πάντα, ἵνα τούς πάντας κερδήσω” κατά νοῦν λογίζου, βλέπων αὐτόν τοῖς ἀνθρωπίνοις συγκαταβαίνοντα πάθεσιν. Ἀλλά μηδέ τοῖς ὀφθαλμοῖς βλέπων, τούτοις πιστεύσῃς τό σύνολον· πλανῶνται γάρ καί οὗτοι, ὡς ἔργῳ μεμάθηκα. Ἀκολουθῶν αὐτῷ καί τοῖς παρ᾿ αὐτοῦ λεγομένοις πειθαρχῶν, μή ἀποβλέπῃς πρός τούς συνόντας σοι μηδέ εἴπῃς περί τινος· “Κύριε, οὗτος δέ τί; “ ἀλλά πάντοτε σεαυτῷ πρόσεχε καί πρό ὀφθαλμῶν ἔχε τόν θάνατον καί σκόπει λελογισμένως ἐν ποίῳ ἀρετῇ δοξάσεις τόν Θεόν. Μή ἐπαρθῇς διά τόν σόν διδάσκαλον παρά μείζωνος τιμώμενος, (277) μηδέ διά τό ἐκείνου ὄνομα πολλούς ἔχων ὑπακούοντάς σου, χαῖρε δέ μᾶλλον ἐάν τό ὄνομά σου γραφῇ ἐν τῷ οὐρανῷ τῆς ταπεινώσεως. Ἐάν βλέπῃς καί τήν σκιάν σου τούς δαίμονας τρέμοντας, μή σεαυτῷ ἀλλά τῇ τοῦ πατρός σου πρεσβείᾳ τό ὅλον ἐπίγραψον, καί πλειόνως σε φοβηθήσονται.
Ἐάν ἐπί τραπέζης καθεσθῆναι προτρέψῃ σοι, εἰ μέν πλησίον, εὐγνωμόνως ἀπόδεξαι, καί σέβας καί τιμήν μετά σιωπῆς πρός αὐτόν φύλαξον, καί μή ἅψῃ τῶν προκειμένων τινός ἄνευ τῆς ἐκείνου εὐχῆς· ἀλλά μηδέ ἑτέρῳ δώσῃς ἤ προτιμήσασθαί τινα τολμήσῃς ἄνευ γνώμης ἐκείνου καί προστάξεως. Εἰ δέ ἐσχάτως πάντως καλέσει σε, μή εἴπῃς· “Ἐκ δεξιῶν ἤ ἀριστερῶν καθεσθήσομαι”, εἰδώς ὅτι τοῦτο ἄλλοις ἡτοίμασται καί ἀκηκοώς ὅτι “Ὁ θέλων εἶναι πρῶτος πάντων, ἔστω ἔσχατος”, καί τό κάτω μέρος ὡς τοῦ ἄνω ἀπόδεξαι πρόξενον, καί ἀγάπησον τόν διδάσκαλον ὡς καλῶς σοι διά τῶν εὐτελῶν πραγματευόμενον τά μείζονα. Ἀλλά μή ἐξ αὐθαδείας μετ᾿ αὐτοῦ πρῶτος ἐμβάψῃς τήν χεῖρα ἐν τῷ τριβλίῳ· τίνος γάρ οὐκ ἀγνοεῖς τοῦτο τό τόλμημα. Ἐάν θελήσῃς νίψαι τούς πόδας σου, αἰδέσθητι αὐτόν ὡς Κύριον καί διδάσκαλον καί ἀναβαλοῦ τό ἐγχείρημα. Ἐάν δέ ἀκούσῃς· “Οὐκ ἔχεις μέρος μετ᾿ ἐμοῦ, ἐάν μή τούς πόδας σου νίψω”, προθύμως καί ὅλον τό σῶμά σου παράσχου εἰς κάθαρσιν, ἵνα μάθῃς ἐκ τῶν εἰς σέ γενομένων (278) τό πολύ ὕψος τῆς θεοποιοῦ ταπεινώσεως, καί πλεῖον μᾶλλον τηνικαῦτα ὠφεληθῇς, ἐάν, ἔχῃς συνείδησιν, ἤ ὅτε σύ τούς πόδας τοῦ πατρός σου νίψειας. Ἐάν εἴπῃ ἀναπεσών· “Εἷς ἐξ ὑμῶν παραδώσει με ἤ σκανδαλίζει με”, μή κρύψῃς τόν δόλον, ἀλλ᾿ εἰ συγγινώσκεις, ἐξομολόγησαι· εἰ δέ μή, ἐπί τούς αὐτοῦ πόδας ἐπί πρόσωπον πεσών, μετά δακρύων ἐρώτησον· “Μή τι ἐγώ εἰμι, Δέσποτα;”. Καί γάρ πταίομεν πλεῖστα καί κατά ἄγνοιαν. Ἐπί τό στῆθος δέ πεσεῖν τοῦ πατρός σου οὐ συμφέρει σοι· εἰ γάρ καί Ἰωάννης ἐξ ἀγάπης πολλῆς πρός τόν Χριστόν ὡς πρός ἄνθρωπον ἐπαρρησιάσατο, ἀλλά μετά πάντων καί αὐτός, ὅτε πάντα ποιήσειεν, ἀχρεῖον δοῦλον ἑαυτόν ἀποκαλεῖν προσετέτακτο.
Ἐάν ἴδῃς τόν ὁδηγοῦντά σε θαυματουργοῦντα καί δοξαζόμενον, πίστευσον καί εὐφράνθητι καί τῷ Θεῷ εὐχαρίστησον ὅτι τοιούτου διδασκάλου τετύχηκας, μή σκανδαλισθῇς δέ παρά τῶν φθονούντων ὁρῶν ἀτιμαζόμενον αὐτόν, ἴσως καί ῥαπιζόμενον καί συρόμενον, ἀλλ᾿ ὡς θερμός Πέτρος λάβε τήν μάχαιραν καί τήν χεῖρα ἐκτείνας, μή τό ὠτίον μόνον ἀλλά καί τήν χεῖρα καί τήν γλῶσσαν ἀπόκοψον τοῦ ἐπιχειροῦντος λέγειν κατά τοῦ σοῦ πατρός ἤ αὐτοῦ ἅπτεσθαι. Εἰ δέ καί ἐπιτιμηθῇς ὡς ἐκεῖνος, πάντως καί μειζόνως ἐπαινεθήσει τῆς πολλῆς ἀγάπης καί πίστεως ἕνεκα. Εἰ δέ καί ἐπιτιμηθῇς ὡς ἐκεῖνος, πάντως καί μειζόνως ἐπαινεθήσει τῆς πολλῆς ἀγάπης καί πίστεως ἕνεκα. Εἰ δέ καί ὡς ἄνθρωπος πτοηθείς εἴπῃς· “Οὐκ οἶδα τόν ἄνθρωπον”, ἀλλά κλαῦσον πάλιν μετά ταῦτα πικρῶς (279) ὑπέρ τούτου καί μή τῇ ἀπογνώσει καταποθῇς· καί πέπεισμαι ὅτι ἐκεῖνος πρῶτός σε πρός ἑαυτόν ἐφελκύσεται. Κἄν σταυρούμενον ἴδῃς αὐτόν ὡς κακοῦργον καί παρά κακούργων ἀνθρώπων πάσχοντα, εἰ δυνατόν συναπόθανον· εἰ δέ μή, μή προστεθῇς τοῖς κακοῖς ὡς κακός καί προδότης, μηδέ κοινωνήσῃς μετ᾿ αὐτῶν ἀθώου αἵματος, ἀλλ᾿ ὡς δειλός καί μικρόψυχος βραχύ τι τόν ποιμένα καταλιπών, τήν εἰς αὐτόν πίστιν φύλαξον. Ἐάν ἀφεθῇ τῶν δεσμῶν, πάλιν πρόσελθε καί ὡς μάρτυρα πλεῖον σεβάσθητι· εἰ δέ συναποθάνῃ τοῖς πειρασμοῖς, τό σῶμα αὐτοῦ παρρησιαζόμενος ζήτησον καί τίμησον περισσότερον μᾶλλον ἤ ὅτε ἐμψυχωμένῳ παρίστασο, καί μύροις ἀλείψας πολυτελῶς ἐνταφίασον. Εἰ γάρ καί μή τριήμερος, ἀλλ᾿ ἔσχατος μετά πάντων ἐξαναστήσεται. Πίστευε δέ ὅτι μετά παρρησίας παρίσταται τῷ Θεῷ κἄν τῷ τάφῳ το σῶμα τούτου κατέθηκας καί ἀδιστάκτως ἐπικαλοῦ τήν πρεσβείαν αὐτοῦ· καί βοηθήσει σοι ἐνταῦθα καί ἐκ πάντων φυλάξει σε τῶν ἐναντίων, καί ὑποδέξεταί σε ἐν τῷ ἐκδημεῖν σε ἀπό τοῦ σώματος καί μόνην αἰωνίαν ἑτοιμάσει σοι.
Ἐάν μετά τά προειρημένα ἅπαντα κατ᾿ ἰδίαν καλέσας σε, ἡσυχάσαι προτρέψηται καί εἴπῃ· “Καθέζου ὧδε ἀπρόϊτος ἕως οὗ ἐνδύσῃ δύναμιν ἐξ ὕψους”, μετ᾿ ἐλπίδος βεβαίας καί χαρᾶς ἀπληρώτου ἐπάκουσον. (280) Ἀψευδής, ἀδελφέ μου, καί ἀληθινός ὑπάρχει ὁ τοιοῦτος διδάσκαλος. Ἐπελεύσεται γάρ ἡ ἴση τοῦ Παναγίου Πνεύματος ἐπί σέ καί νῦν δύναμις, οὐκ ἐν εἴδει πυρός αἰσθητῶς φαινομένη οὐδέ μετά ἤχου πολλοῦ καί πνοῆς βιαίας – ταῦτα γάρ διά τούς ἀπίστους τότε γεγόνασιν -, ἀλλ᾿ ἐν εἴδει φωτός νοητοῦ μετά πάσης γαλήνης καί θυμηδίας νοερῶς σοι ὀφθήσεται, ὅπερ προοίμιόν ἐστι τοῦ αἰωνίου καί πρώτου φωτός καί ἀπαύγασμα καί λαμπηδών ὑπάρχει τῆς ἀϊδίου μακαριότητος. Τούτου τοίνυν φανέντος πᾶς ἐμπαθής λογισμός ἀφανίζεται καί πᾶν πάθος ψυχικόν ἀπελαύνεται, πᾶσα νόσος σωματικήν τήν ἴασιν δέχεται. Τότε οἱ ὀφθαλμοί τῆς καρδίας καθαίρονται, καί ὁρῶσιν ὅπερ ἐν τοῖς μακαρισμοῖς γέγραπται. Τότε ὡς ἐν ἐσόπτρῳ βλέπουσα ἡ ψυχή καί τά μικρά ἑαυτῆς σφάλματα εἰς ἄβυσσον καταφέρεται ταπεινώσεως, καί τῆς δόξης κατανοοῦσα τό μέγεθος πάσης χαρᾶς καί εὐφροσύνης ἐμπίπλαται, καί τό παρ᾿ ἐλπίδα τοῦ θαύματος ἐκπληττομένη πηγάς δακρύων ἀφίησι. Καί οὕτως ὅλως ἀλλοιοῦται ὁ ἄνθρωπος καί γινώσκει Θεόν καί ὑπ᾿ αὐτοῦ γινώσκεται πρῶτον. Αὕτη γάρ μόνη πάντων ἐπιγείων καί οὐρανίων, ἐνεστώτων τε ὁμοῦ καί μελλόντων, θλιβερῶν τε καί χαροποιῶν, ποιεῖ καταφρονεῖν τόν ἄνθρωπον, ὅν καί φίλον ἅμα Θεῷ καί υἱόν Ὑψίστου καί Θεόν, ὅσον ἐφικτόν ἀνθρώποις, αὐτόν ἀπεργάζεται.
Ταῦτα τοιγαροῦν ἔγραψα τῇ ἀγάπῃ σου, ἵνα ἅπερ ἠξίους πρός ἅπαξ παρά τῆς ἐμῆς ἀθλιότητος, ταῦτα ἔχων ἐγγράφως ἀναγινώσκεις ὅτε θελήσειας. (281) Ἐάν δέ καί πιστεύσῃς οἰκονομικῶς σοι καί συμφερόντως ταῦτα δι᾿ ἡμῶν τό Πανάγιον Πνεῦμα ἐντέλλεσθαι, πάντα κατά ἀκολουθίαν γενήσονται καθώς περ ἔφημεν, καί ὅσα ἡμεῖς παρελίπομεν, καί γάρ πολλά εἰσιν, αὐτός σε δι᾿ ἑαυτοῦ διδάξειεν ὁ Χριστός.
Εἰ δέ ἄπιστα καί οὐκ ἀρεστά σοι φανήσονται, σύγγνωθί μοι ἅπερ μεμάθηκα συμβουλεύοντι, καί σύ ἀκολούθει πᾶσιν οἷς ἐπίστασαι κρείττοσι· βλέπε δέ, ἀδελφέ μου, μήπως ἀβουλήτως ἀκολουθήσῃς καί χείροσι. Σπάνιοι γάρ ὡς ἀληθῶς καί μάλιστα ἄτρι οἱ καλῶς ποιμαίνειν καί ἰατρεύειν ψυχάς λογικάς ἐπιστάμενοι. Νηστείαν γάρ καί ἀγρυπνίαν καί σχῆμα εὐλαβείας πολλοί ἴσως προσεποιήσαντο ἤ καί ἔργῳ ἐκτήσαντο, καί τό πολλά ἀποστηθίζειν καί διά λόγων διδάσκειν οἱ πλείονες εὐχερῶς ἔχουσιν, εἰς δέ τό καλυθμῷ ἐκκόψαι τά πάθη καί τάς περιεκτικάς ἀρετάς ἀναφαιρέτους κτήσασθαι πάνυ ὀλίγοι εὑρίσκονται. Περιεκτικάς δέ ἀρετάς λέγομεν ταπείνωσιν, τήν τῶν παθῶν ἀναιρέτην καί πρόξενον τῆς οὐρανίου καί ἀγγελικῆς ἀπαθείας, καί ἀγάπην, τήν μηδέποτε ἱσταμένην μήτε πίπτουσαν, ἀλλά διαπαντός προστιθεμένην τοῖς ἔμπροσθεν, πόθῳ πόθον προσλαμβανομένην καί ἔρωτι ἔρωτα, ἐξ ἧς ἡ τελεία χορηγεῖται διάκρισις, ἡ καί ἑαυτήν καί τούς αὐτῇ ἑπομένους καλῶς ὁδηγοῦσα καί ἀπροσκόπτως τήν νοητήν διαβιβάζουσα θάλασσαν· ἥν καί σοί εὔχομαι παρά Θεοῦ δωρηθῆναι καί νῦν μάλιστα, ὅπως θεαρέστως τά κατά σέ διακρίνῃς καί οὕτω ποιήσῃς καί σπουδάσῃς (281) ὥστε Χριστόν εὑρεῖν καί ἐν τῷ νῦν συνεργοῦντά σοι καί ἐν τῷ μέλλοντι πλουσίως τῆς παρ᾿ αὐτοῦ ἐλλάμψεως τήν ἀπόλαυσίν σοι δωρούμενον, καί μήτε ὡς ποιμένι ἀκολουθήσῃς τῷ λύκῳ, μήτε νοσούσῃ ὑπεισέλθῃς ποίμνῃ, μήτε μόνος εὑρεθῇς κατ᾿ ἰδίαν, ἵνα μή ἤ θηριάλωτος ὑπό τοῦ ψυχοφθόρου λύκου ὀφθῇς γενόμενος, ἤ νόσον ἐπί νόσῳ νοσήσας ψυχικῶς τελευτήσῃς, ἤ μόνος τό οὐαί καταπεσών κερδανῇς. Ὁ γάρ ἀγαθῷ ἑαυτόν ἐκδούς διδασκάλῳ οὐδενός τούτων φροντιεῖ, ἀλλ᾿ ἀμερίμνως βιώσας σωθήσεται ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.
Πηγή: Ὀρθόδοξοι Πατέρες
Εἶναι πολὺ ἀναγκαῖο σε αὐτὸν τὸν πόλεμο, τὸ νὰ μὴν ἐμπιστευώμαστε τὸν ἑαυτόν μας, ὅπως εἴπαμε· παρόλα αὐτά, ἐὰν ἀπελπισθοῦμε μόνο, δηλαδή, ἐὰν ἀποβάλουμε, μόνον κάθε πεποίθησι τοῦ ἑαυτοῦ μας, βέβαια, ἢ τραποῦμε σὲ φυγή, ἢ θὰ νικηθοῦμε, καὶ θὰ κυριευθοῦμε ἀπὸ τοὺς ἐχθρούς. Γι᾿ αὐτό, κοντὰ στὴ ὁλοκληρωτικὴ ἀπάρνησι τοῦ ἑαυτοῦ μας, χρειάζεται ἀκόμη καὶ ἡ πλήρης ἐλπίδα καὶ ἐμπιστοσύνη στὸ Θεό, ἐλπίζοντας δηλαδὴ ἀπὸ αὐτὸν μόνο κάθε καλὸν καὶ κάθε βοήθεια καὶ νίκη. Γιατὶ, καθὼς ἀπὸ τὸν ἑαυτό μας, ὅπου εἴμαστε τὸ τίποτα, τίποτα ἄλλο δὲν περιμένουμε, παρὰ γκρεμίσματα καὶ πτώσεις, γιὰ τὰ ὁποῖα καὶ πρέπει νὰ μὴν ἔχουμε ἐμπιστοσύνη στὸν ἑαυτό μας τελείως, κατὰ αὐτὸ τὸν τρόπο θὰ ἀπολαύσουμε ὁπωσδήποτε ἀπὸ τὸν Θεὸν κάθε νίκη, ἀμέσως μόλις ὁπλίσουμε τὴν καρδιά μας μὲ μίαν ζωντανὴ ἐλπίδα σὲ αὐτόν, ὅτι θὰ λάβουμε τὴν βοήθειά του σύμφωνα μὲ ἐκεῖνο τὸ ψαλμικὸ «σ᾿ αὐτὸν ἔλπισε ἡ καρδιά μου καὶ βοηθήθηκα» (Ψαλμ. 27,9).
Αὐτὴν τὴν ἐλπίδα, μαζὶ καὶ βοήθεια, μποροῦμε νὰ πετύχουμε γιὰ τέσσερις λόγους.
α) Γιατὶ τὴν ζητᾶμε ἀπὸ ἕνα Θεό, ὁ ὁποῖος μὲ τὸ νὰ εἶναι Παντοδύναμος, ὅ,τι θέλει μπορεῖ νὰ τὸ κάνῃ καὶ στὴ συνέχεια μπορεῖ νὰ βοηθήσῃ καὶ μᾶς.
β) Γιατὶ, τὴν ζητᾶμε ἀπὸ ἕνα Θεὸ ὁ ὁποῖος, ὄντας ἄπειρα σοφός, ὅλα, τὰ πάντα γνωρίζει μὲ πλήρη τελειότητα, καὶ ἑπομένως γνωρίζει ὅλο ἐκεῖνο ποὺ ταιριάζει στὴ σωτηρία μας.
γ) Γιατὶ ζητᾶμε αὐτὴ τὴν βοήθεια, ἀπὸ ἕνα Θεό, ὁ ὁποῖος, γιὰ νὰ εἶναι ἀτέλειωτα ἀγαθός, μὲ μία ἀγάπη καὶ θέλησι ποὺ δὲν περιγράφεται, εἶναι πάντα ἕτοιμος γιὰ νὰ δώσῃ ἀπὸ ὥρα σὲ ὥρα, καὶ ἀπὸ στιγμὴ σὲ στιγμή, ὅλη τὴ βοήθεια ποὺ μᾶς χρειάζεται, γιὰ τὴν πνευματικὴ καὶ ὁλοκληρωτικὴ νίκη τοῦ ἑαυτοῦ μας, ἀμέσως ὅταν τρέξουμε στὴν ἀγκαλιά του μὲ σταθερὴ ἐλπίδα.
Καὶ πῶς εἶναι δυνατόν, ὁ καλὸς ἐκεῖνος Ποιμένας μας, ποὺ ἔτρεχε τριαντατρία χρόνια ἀναζητώντας τὸ χαμένο πρόβατο, μὲ τόσο δυνατὲς φωνές, ποὺ βράχνιασε ὁ λάρυγκας, ποὺ περπάτησε δρόμο τόσο κοπιαστικὸ καὶ ἀκανθώδη, ποὺ ἔχυσε ὅλο του τὸ αἷμα καὶ ἔδωσε τὴ ζωή, πῶς εἶναι δυνατόν, λέω, τώρα ποὺ αὐτὸ τὸ πρόβατο ἀκολουθεῖ πίσω του, καὶ μὲ ἐπιθυμία φωνάζει, καὶ τὸν παρακαλεῖ, νὰ μὴ γυρίσῃ σὲ αὐτὸ τοὺς ὀφθαλμούς του; πῶς μπορεῖ νὰ μὴν τὸ ἀκούσῃ; καὶ νὰ μὴν τὸ βάλη στοὺς θείους του ὥμους, κάνοντας γιορτὴ μὲ ὅλους τοὺς Ἀγγέλους τοῦ οὐρανοῦ; καὶ ἂν ὁ Θεός μας δὲν παύει ἀπὸ τὸ νὰ γυρεύῃ μὲ μεγάλη ἐπιμέλεια καὶ ἀγάπη, νὰ βρῇ κατὰ τὴν εὐαγγελικὴ παραβολή, τὴ χαμένη δραχμή, τὸν τυφλὸ καὶ κωφὸ ἁμαρτωλό, πῶς γίνεται τώρα νὰ ἐγκαταλείψη αὐτόν, ποὺ σὰν χαμένο πρόβατο, φωνάζει καὶ καλεῖ τὸν δικό του Ποιμένα; καὶ ποιὸς θὰ πιστέψη ποτέ, πὼς ὁ Θεός, ποὺ χτυπάει πάντα τὴν καρδιὰ τοῦ ἀνθρώπου, ἐπιθυμώντας νὰ μπῆ μέσα καὶ νὰ δειπνήσῃ, σύμφωνα μὲ τὴν ἱερὴ Ἀποκάλυψι (1), δίνοντας σὲ αὐτὸν τὰ χαρίσματά του, ὅτι, ὅταν τοῦ ἀνοίγῃ τὴν καρδιὰ ὁ ἄνθρωπος καὶ τὸν προσκαλῇ, αὐτὸς θὰ ἔπρεπε νὰ κάνῃ μὲ τὴν θέλησί του τὸν κωφὸ καὶ νὰ μὴ θέλῃ νὰ μπῆ;
Ὁ δ᾿ τρόπος γιὰ ν᾿ ἀπόκτηση κάποιος αὐτὴν τὴν στὸ Θεὸν ἐλπίδα καὶ βοήθεια, εἶναι τὸ νὰ τρέξη μὲ τὴν μνήμη του στὴν ἀλήθεια τῶν θείων Γραφῶν, οἱ ὁποῖες, σὲ τόσα μέρη ἂς δείχνουν φανερά, ὅτι δὲν ἔμεινε ποτὲ ντροπιασμένος καὶ ἀβοήθητος, ὅποιος ἔλπισε στὸν Θεό. «Κοιτάξτε τὶς ἀρχαῖες γενεὲς καὶ στοχασθῆτε· ποιὸς ἐμπιστεύθηκε στὸν Κύριο καὶ καταντροπιάσθηκε;» (Σειρὰχ 2,9) (2).
Μὲ τὰ τέσσαρα λοιπὸν αὐτὰ ὅπλα ὁπλίσου, ἀδελφέ μου. Καὶ ἄρχισε τὸ ἔργο, καὶ πολέμησε γιὰ νὰ νικήσῃς· καὶ βέβαια ἀπὸ αὐτὰ θὰ ἀποκτήσῃς, ὄχι μόνον τὴν ὁλοκληρωτικὴ ἐλπίδα στὸν Θεό, ἀλλὰ καὶ τὴν ὁλοκληρωτικὴ ἀπελπισία στὸν ἑαυτό σου, γιὰ τὴν ὁποία δὲν παραλείπω νὰ σοῦ ὑπενθυμίσω καὶ σὲ αὐτὸ τὸ κεφάλαιο, ὅτι ἔχεις πολλὴ ἀνάγκη ἀπὸ τὴν γνῶσι της· ἐπειδή, στὸν ἄνθρωπο εἶναι τόσον πολὺ προσκολλημένη ἡ ἐμπιστοσύνη στὸν ἑαυτό του, ὅτι εἶναι κατὰ κάποιον τρόπο κάτι καὶ τόσο λεπτή, ποὺ σχεδὸν πάντα ζῇ κρυφὰ μέσα στὴν καρδιά μας, καὶ μᾶς φαίνεται πὼς δὲν ἔχομε ἐμπιστοσύνη στὸν ἑαυτό μας καὶ ἔχομε ἐλπίδα στὸ Θεό. Ὁπότε, γιὰ νὰ φεύγῃς ἐσύ, ὅσο μπορεῖς, αὐτὴ τὴν μάταιη ὑπόληψι, καὶ νὰ ἐργάζεσαι μὲ τὴν ἔλλειψι ἐπιστοσύνης στὸν ἑαυτό σου καὶ μὲ τὴν ἐλπίδα στὸ Θεό, εἶναι ἀνάγκη νὰ προπορεύεται ἡ σκέψις τῆς ἀδυναμίας σου, πιὸ πρὶν ἀπὸ τὴν σκέψη τῆς παντοδυναμίας τοῦ Θεοῦ, καὶ πάλι αὐτὲς οἱ δυὸ μαζὶ νὰ προπορεύωνται πρὶν ἀπὸ κάθε μας πρᾶξι.
1. Τὰ λόγια της Ἀποκαλύψεως εἶναι αὐτά: «Νά, στέκομαι μπροστὰ στὴν πόρτα καὶ κτυπῶ. Ἂν κάποιος ἀκούσῃ τὴν φωνή μου καὶ μοῦ ἀνοίξῃ τὴν πόρτα, θὰ μπῶ στὸ σπίτι του καὶ θὰ δειπνήσω μαζί του κι αὐτὸς μαζί μου» (3, 20).
2. Γιὰ αὐτὸ καὶ ὁ βασιλεὺς Αὔγαρος, ἀφοῦ ἀναστήλωσε τὴν ἀχειροποίητη εἰκόνα τοῦ Κυρίου μας, πάνω στὴν Πόρτα τῆς πόλης Ἔδεσσα, ἔγραψε καὶ αὐτὰ τὰ λόγια σὲ αὐτὴ «Χριστὲ ὁ Θεός, ὁ εἰς σὲ ἐλπίζων, οὐκ ἀποτυγχάνει ποτέ» (ἀπὸ τὸν Συναξαριστὴ τῆς ις᾿ τοῦ Αὐγούστου).
Πηγή: (Ἀόρατος Πόλεμος - Μέρος 1ον - Ἅγιος Νικόδημος ὁ Ἁγιορείτης), Ορθόδοξοι Πατέρες
Ἀδελφοί καί πατέρες καί τέκνα, τήν ἀρχήν τῆς ὑμετέρας πρός με φιλίας γινώσκει ἕκαστος, ὅπως τε γέγονε καί δι᾿ οἵας προφάσεως· ὡσαύτως καί περί τοῦ μέτρου τῆς πρός Θεόν ὑμῶν ἀγάπης καί πίστεως ὑμεῖς οἴδατε. Ἐγώ γάρ ἀκριβῶς λέγειν περί ἀοράτου πράγματος οὐκ ἐπίσταμαι, ἀπό λόγων δέ μόνων περί τῶν τοιούτων πληροφορηθῆναι ἀμήχανον. Πολλάκις γάρ ὅ μή ἐπηγγείλατό τις ἐν λόγῳ, ἔργῳ τοῦτο πεποίηκεν αἴφνης καί ὁ μεθ᾿ ὅρκων συνέθετο, ἐν καιρῷ δέοντι μεταμεληθείς εἰσάπαν ἀπείπατο· καί τοῦτο εὕρῃς γινόμενον ἐν τοῖς πλείοσι. Σπάνιοι γάρ ὡς ἀληθῶς οἱ ταῖς τρικυμίαις τοῦ βίου μή σαλευόμενοι, μηδέ ταῖς ἀκάνθαις αὐτοῦ συμπνιγόμενοι, μηδέ ταῖς (267) ἡδοναῖς δελεαζόμενοι καί δουλούμενοι χρήμασι, δι᾿ ἅ ψεῦδος ἅπαν ἐπιτηδεύεται. Διά τοῦτο λόγοις μόνοις ἐλπίζειν καί ὡς ἐπ᾿ ἔργοις βεβαίοις ἐπιστηρίζεσθαι ἐν τοῖς τοῦ Θεοῦ εἶναι μόνοις ἁρμόδιον, οἷς αὐτός ἡμῖν ἐπηγγείλατο. Ἔχει γάρ καί μόνος ἐκεῖνος τό ἄτρεπτον καί οὐδαμοῦ ἐφάνη διαψευδόμενος. Ἀνθρώπων δέ τῶν οὐχ ἱσταμένων, ἀλλά περί πολλά στρεφομένων καί πλανωμένων ὁ λόγοις μόνοις ἐπερειδόμενος, ἀνέμους ἕξει καί ματαίοις ὀνείροις χαρήσεται. Οὐδέν γάρ οὕτω τῶν ἄλλων ἁπάντων ὡς λογισμός ἀνθρώπου τό ἄστατον καί εὐμετάβολον ἔχει, τότε μόνον ἱστάμενος, ὅτε τά ῥέοντα πάντα καί κτιστά καί ὁρώμενα παρωσάμενος τό σκότος περάσει ὅ περιβέβληται, καί τοῖς ἀοράτοις καί ἑστῶσι καταμιγήσεται. Ἐπεί οὖν ταῦτα οὕτω λογίζομαι καί ὑμεῖς οἶδ᾿ ὅτι συμμαρτυρήσετέ μοι τῷ λόγῳ, ἀκούσατε καί τήν αἰτίαν, δι᾿ ἥν ταῦτα πρός ὑμᾶς λέγω, καί τό πάθος ὅ πέπονθα.
Ἤλθετε πρός ἡμᾶς μετ᾿ ἐμπύρου ἀγάπης καί πίστεως, ὡς ἐκ τῶν λόγων ὑμῶν ἐστοχασάμην καί τοῦ προσώπου, καί ὅτι οὐ βιασθέντες παρά τινος, ἀλλ᾿ οἴκοθεν ἐπί τοῦτο ὁρμήσαντες. Οὕτως οὖν ὑμᾶς θεασάμενος καί τοιαῦτα φιλόχριστα παρ᾿ ὑμῶν ἀκηκοώς ῥήματα, ἀπεδεξάμην καί τήν πίστιν καί τήν προαίρεσιν καί ὑπέρ ἅπαντας προσεπάθησα ἀπαθῶς εἰς ὑμᾶς καί, ὁμολογῶ, ἀγάπην προσελαβόμην πλείονα, κἄν πάντας ἀγαπᾶν ἐξ ἴσου προστέταγμαι. Ἐπεί δέ δέ ὁ τῆς ἀρχῆς αὐτῆς αἴτιος, ὁ κῦρις λέγω Θεοφύλακτος – πρός αὐτόν γάρ μοι λόγος – προσέθετο πάλιν ἐλθεῖν καί πολλάκις πρός τήν ἡμετέραν ταπείνωσιν μετά πλείονος τῆς προθυμίας καί θερμῆς ὅτι μάλιστα τῆς ἀγάπης – λαμπεί γάρ αὕτη τοῖς ὀρθῶς βλέπουσι καί κρυβῆναι οὐ δύναται -, ὅν καί ὡς ἀδελφόν ἐδεχόμην καί οὕτω τοῦτον ἠγάπησα ὡς (268) μαυτόν, εἰ πιστεύει μοι λέγοντι, τῆς ἐμῆς ψυχῆς φυσικῶς κινουμένης καί ἵν᾿ οὕτως εἴπω ἐκκαιομένης τῷ ἔρωτι, λόγους εἶπε καί συνταγήν τῷ Χριστῷ ἐποιήσατο, ἥν ἀκοῦσαι παρ᾿ αὐτοῦ οὐδέποτε προσεδόκησα, ῥήματα ἅ αὐτός ὁ Θεός ἀπεγράψατο καί τήν ἐμήν καρδίαν ὡς βέλος ἔτρωσαν, οὐ μόνον δέ, ἀλλά καί πῦρ γενόμενα ἐν αὐτῇ διαπαντός με καί δαπανῶσι καί καταφλέουσιν – οὐ μή γάρ κρύψω ἅ μηδέν ἠδικηκώς ὑμᾶς παρ᾿ ὑμῶν πέπονθα -, ταῦτά με ἡμέραν καί νύκτα ἴσον ἀλγεῖν πεποιήκασι, ταῦτα καί γλυκύτητα ὕπνου ἀποδιώκουσι καί τροφήν ἀποσείεσθαι ἀναγκάζουσι. Δίψα δέ μοι πέπαυται ὕδατος ἐν τῷ ἀεί διψᾶν τῶν ῥημάτων τήν ἔκβασιν, τό δέ φῶς τοῦ αἰσθητοῦ ἡλίου οὐδόλως καθορᾶν βούλομαι, ἐπιθυμῶ γάρ ἰδεῖν ποτε τόν ἐμόν ἀδελφόν τῷ νοητῷ ἡλίῳ θερμῶς προσερχόμενον. Δάκρυά μου καί αὐτά θερμότατα ῥέουσι καί Χριστῷ ὑπέρ τοῦ πεποθημένου προσφέρονται, ὅπως ἐκπλυθῇ διά τούτων καί νοερῶς ἀναβλέψας τόν ἑαυτοῦ Ποιητήν ἐπιγνώσεται. Στεναγμοί ἐκ βάθους μου τῆς καρδίας ἐκπέμπονται, ἵν᾿ ἐκ βυθοῦ τῶν κακῶν ἀνενέγκω ψυχήν ἥν ἠγάπησα. Ἐπί πρόσωπον κεῖμαι διαπαντός ὀλολύζων, ὅπως κάτω κείμενον ἀναστήσω τόν ἐμοί προσφιλέστατον. Τόν Παντοκράτορα Κύριον ἐπικαλούμενος ἀνακράζω, ἵνα τοῦ κοσμοκράτορος τῶν δεσμῶν ἐξαρπάσῃ τόν ἑκουσίως κρατούμενον. Ποιῶ δέ καί λέγω ἴσως καί ἕτερα, ἅ γράφειν οὐ δίκαιον, Θεῷ δέ μόνῳ γνωστά, πρός ὅν καί γίνονται. Καί εἰ ψεύδομαι ἤ ἁπλῶς καί ὡς ἔτυχε μέχρι καί μόνου ἑνός ῥήματος εἴρηκα καί οὐχί ἔργῳ ταῦτα ἐπλήρωσα, μή λογισθείην μετά τῶν πιστευόντων ἐπί τόν Κύριον, (269) μηδέ τήν δόξαν τῶν ἁγίων θεάσαιμι, ἀλλά ἀποτύχω τῆς ἐλπίδος, δι᾿ ἥν τόν κόσμον κατέλιπον.
Ταῦτά εἰσιν ἅ παρ᾿ ὑμῶν πέπονθα καί ταῦτα ἅπερ ἠδίκημαι. Εἴπατε οὖν καί ὑμεῖς τίνι ἐκ ὑμῶν τοιαύτην λύπην προεξενήσαμεν; Ἀπόδοτε, ἀδελφοί, ἴσην καί ὑμεῖς τήν ἀγάπην ἐμοί τῷ ἐξ ἀγάπης τυραννουμένῳ. Βεβαιώσατε τους λόγους ὑμῶν ἔργοις, ἵνα μικράν ἀνάψυξιν εὕροιμι. Φανερώσατέ μοι, εἰ ἀληθῶς ἀγαπᾶτέ με, τάς βουλάς τῶν καρδιῶν ὑμῶν. Γνῶ κἀγώ μή μόνον τοῖς λόγοις, ἀλλά ταῖς πράξεσιν, ὅτι ὁ Θεός μεθ᾿ ὑμῶν γέγονε καί οὐκ εἰς κενόν ἐκοπίασα. Εἰ δέ μή βούλεσθε, τί μοι βάρος ἐλθόντες προεξενήσατε καί ὑποχωροῦντες πλέον καταβαρύνετε; Βάρος ὅ καί χαράν ἄφραστον καί λύπην ἄπειρον ἐν ἐμοί ἐπεργάζεται, τό παραδοξότατον· χαράν μέν ὅτι ὑπέρ ὑμῶν εὔχομαι καί εὐφραίνομαι ἐλπίζων ἀπολαβεῖν ὑμᾶς, λύπην δέ ὅτι φοβοῦμαι μή συμπνιγῆτε τῷ κόσμῳ καί ἀπατηθέντες Χριστῷ ψεύσησθε, ὅπερ φρίττω ἐννοῶν καί ἐξίσταμαι. Καί τοῦτό ἐστι τῆς ἐμῆς ψυχῆς ἡ δαπάνη καί οὐκ ἐᾷ με ἀναπαυθῆναι ἤ χαρῆναι. Καί πενθῶν διά τοῦτο καί σκυθρωπάζων ἐγώ ἐν ἀληθείᾳ πορεύομαι καί τήν ζωήν μου θρηνῶν ἀπολέγομαι, ὅτι οὐ κέρδος ἡγοῦμαι τόν μόνος σῴζεσθαι οὐδέ χωρίς ὑμῶν δοξάζειν θέλω τόν Θεόν. Εἰ μέν οὖν ἱκανά ταῦτα τό κατ᾿ ἐμέ, ἀπολογήσασθε καί ὑμεῖς εἴτι βούλεσθε, καί οἵῳ μέρει προστίθεσθε εἴπατε, καί ἔργῳ τόν λόγον κυρώσατε, ἵνα ἤ εὐφραινόμενος ἔσομαι ἤ πάλιν ὡσαύτως λυπούμενος. Ἐλπίζω δέ καί ἀοράτως βλέπων πρός Κύριον εὔχομαι ὅτι οὐ ψεύσεσθε οὐδέ ἄλλα ἀντ᾿ ἄλλων φθέγγεσθε, (270) ἔργῳ δέ μᾶλλον ἐνδείξεσθε ἅ λόγοις προσεπηγγείλασθε. Μηδέν οὖν εἰς ταῦτα διστάσητε, μηδέ ἀπιστίας διαλογισμοί ἐν ταῖς καρδίαις ὑμῶν, ἀδελφοί μου, ἀνέλθωσιν, ἀλλά ἀκούσατέ μου τῶν μετ᾿ ὀδύνης ῥημάτων καί ἴδετε ὡς οὐδέν κενόν ἤ ἀπατηλόν λέξω.
Ἀναβλέψατε εἰς τόν οὐρανόν ἄνω καί εἰς τήν γῆ κάτω καί κατανοήσατε, ὁποῖα ἔργα καί ὅσα ὁ Θεός δι᾿ ἡμᾶς πάντα πεποίηκεν. Ἴδετε καί ἀκριβῶς ἐξετάσατε ὡς οὐδέ ἕν τούτων ἁπάντων ὑπάρχει μόνιμον, ἀνθρώπου δέ ψυχήν ἐν πᾶσι τοῖς ὁρωμένοις μόνη ἀοράτως ὁρᾶται καί πιστεύεται εἶναι ἀθάνατος, ἥτις συνοῦσα μέν καί ἐνοικοῦσα τῷ σώματι πάντα βλέπει καί κατανοεῖ τά ὑλικά καί κτιστά καί ἐκ σωματικῶν συνιστάμενα, ἀποσπασθεῖσα δέ τούτου αὐτῇ τῇ ὥρᾳ ἐκτός πάσης καθίσταται γνώσεως, μόνοις δέ τοῖς ἀΰλοις καί νοουμένοις ἐγκαταλέγεται. Εἰ μέν οὖν τῷ φωτί τῶν ἐντολῶν τοῦ Χριστοῦ καταλάμπεται, καί ἐν φωτί γίνεται ἀπείρῳ τῆς αὐτοῦ εὐσπλάγχνου Θεότητος, ἄρρητον εὑροῦσα τήν εὐφροσύνην καί ἀτελεύτητον· εἰ δέ σκότει τῶν ἁμαρτιῶν περιέχεται, ἐν ἀτελευτήτῳ σκότει, φεῦ, ὁμοίως γίνεται, πυρί καυστικῷ ὄντι συμμίκτῳ. Τούτων οὖν οὕτως ἐχόντων, ὀρθῶς καί ὑμῶν ταῦτα ὁμολογούντων, τί βραδύνομεν καί τί τό πικρόν οὐ φεύγομεν σκότος; Τί δέ οὐαί λέγομεν τοῖς φιλοκόσμοις καί φιληδόνοις καί ἐν τούτοις ὄντες οὐκ αἰσθανόμεθα; Τί φθεγγόμεθα· “Μακάριοι ὄντως οἱ ἐκζητοῦντες τόν Κύριον καί ἐπ᾿ αὐτόν τάς ἐλπίδας τιθέμενοι”, τήν δέ ὑμετέραν οὐ κατανοεῖτε, ἀποφεύγοντες, ἀθλιότητα; Τί δέ Θεόν ὁμολογεῖν καί πιστεύειν νομίζετε, (271) ὅν γνωρίζειν καί ᾧ δουλεύειν οὐ θέλετε; Ποῦ ἐλπίζετε τά ἐν χερσίν ὑμῶν ὄντα καταλιμπάνοντες ἀγαθά, τοῖς δέ ματαίοις καί ῥέουσι προστιθέμενοι;
Πῶς λέγεις, εἰπέ μοι, ἵνα καί πρός ἕκαστον τῶν ἀντεχομένων τῆς ματαιότητος τῶν παρόντων τρέψω τόν λόγον· “ Πάντα ἐπίσταμαι, καί ὅτι θνητός ἐγώ καί σκιά τά ὁρώμενα καί ὁ θάνατος ἄωρος καί ἡ δόξα τῶν δικαίων αἰώνιος καί ἡ αἰσχύνη τῶν ἁμαρτωλῶν τέλος οὐκ ἔχουσα”, αὐτός δέ σύ τῶν κακῶν οὐκ ἀφίστασαι; Εἰ γάρ βλέπεις, πῶς οἷα δή τυφλός προσκόπτων ὅλον τό σῶμα καί ὅλην τήν ψυχήν μεμελάνωσαι; Εἰ εἶδας τά κρείττονα, πῶς ὡς μηδέ αἴσθησιν ἔχων πράττεις τά χείρονα; Εἰ οἶδας ὅτι πάντα σκιά καί πάντα παρέρχονται τά ὁρώμενα, οὐκ αἰσχύνῃ σκιᾷ προσπαίζων καί θησαυρίζων τά ῥέοντα; Καθάπερ γάρ παῖς εἰς τετρημένον ἄγγος ἀντλῶν, οὐκ αἰσθάνῃ καί φρονεῖν δοκεῖς, προσφιλέστατε, ὡς λίαν δεινόν τό δοκεῖν καί τό οἴεσθαι – τό γάρ εἶναι τούτοις ἀφῄρηται;
Ἄνθρωπε, πιστεύεις ὅτι ἐστί Θεός ὁ Χριστός; Εἰ οὖν πιστεύεις, φοβοῦ καί τάς ἐντολάς αὐτοῦ φύλαττε. Εἰ δέ ἀπιστεῖς, κἄν τούς δαίμονας αὐτούς, οὕς τάχα καί ἀξιοπιστοτέρους ἡγῇ, ἐρώτησον. Μάθε παρ᾿ ὧν δεδούλωσαι καί οἷς ἐξακολουθεῖς, ὅτι οὐκ ἔστι Θεός ἕτερος πλήν αὐτοῦ, ᾧ οὐδείς ἐξωμοίωται, οὐδέ ὁμοιωθῆναι δύναται. Πάντων γάρ ἐξουσιαστής αὐτός ἐστιν, πάντων κριτής, πάντων βασιλεύς, ποιητής φωτός καί ζωῆς Κύριος. Αὐτός φῶς τό ἄρρητον, τό ἀπρόσιτον, ὁ ὤν μόνος, αὐτός (272) ἀφανιεῖ ἐν τῇ ἐπιφανείᾳ αὐτοῦ ἀπό προσώπου αὐτοῦ ἐχθρούς αὐτοῦ καί τούς μή ποιήσαντας τά προστάγματα αὐτοῦ, ὅν τρόπον ἀποδιώκει τόν ζόφον τῆς νυκτός ἀνατέλλων ὁ ἥλιος, καί ἔσται Κύριος ὁ Θεός ἡμῶν ἀχώρητος ἐν ἀχωρήτοις καί ἀκατάληπτος ἐν ἀκαταλήπτοις, μόνοις φαινόμενος τοῖς ἀξίοις κατά τό μέτρον τῆς εἰς αὐτόν πίστεως, οἱ δέ γε ἁμαρτωλοί ἔσονται ὡς ἐν φωτί καλυπτόμενοι σκότει, ἐν χαρᾷ αἰσχυνόμενοι καί ἐν εὐφροσύνῃ αὐτοί τηκόμενοι καί δεινῶς καιόμενοι καί διαφόροις εἴδεσι τῶν ἰδίων παθῶν κολαζόμενοι, καθά δή καί οἱ δίκαιοι ταῖς διαφόροις ἀρεταῖς στεφανούμενοι.
Οὕτω τοίνυν καί σωματικῶς ταῦτα ἐν ταῖς θεοπνεύστοις εὗρον ἐγκείμενα Γραφαῖς καί πνευματικῶς ἐδιδάχθην παρά τοῦ Πνεύματος καί πρός πληροφορία ὑμῶν, ἐξ ἀγάπης πολλῆς μή ὑποστειλάμενος, ἔγραψα. Ἰδού οὖν πάντα ὑμῖν ἀνήγγειλα καί τό τάλαντον οὐκ ἔκρυψα καί τῇ σωτηρίᾳ ὑμῶν οὐκ ἐφθόνησα. Ἕκαστος ὑμῶν τοῦ λοιποῦ ὅ θέλει ἐκλέξεται. Ἐγώ γάρ ἤδη τοῦ περί ὑμῶν ἐγκλήματος ἀπολέλυμαι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.
Πηγή: Ὀρθόδοξοι Πατέρες
Ἀδελφέ, εἰ λαοῦ καί ποίμνης ἡγούμενος κατεστάθης, σκόπησον καλῶς καί ἀνάκρινον σεαυτόν ποίῳ λογισμῷ καί ἐκ ποίου τρόπου εἰς τήν τοιαύτην κατέστης ἀρχήν. Εἰ μέν οὖν εὑρήσεις σεαυτόν κἄν ψιλῷ λογισμῷ ἐνθυμηθέντα, ὅτι διά τήν τῶν ἀνθρώπων τιμήν ταύτῃ ἐπέδραμες ἤ διά προεδρίαν ἤ διά δόξαν, εἴτε ὡς μή καταδεξαμένου σου παρ᾿ ἑτέρου ἄρχεσθαι ἀδελφοῦ διά τό οἴεσθαι μή εἶναί σου εὐλαβέστερον ἤ λογιώτερον ἕτερον, ἤ διά τό ἔχειν τάς σωματικάς χρείας περισσότερον τῶν ἄλλων ἁπάντων καί τήν δουλείαν καί τήν ἀνάπαυσιν, ἤ διά τό τινάς τῶν ἰδίων καί συγγενῶν εὐεργετῆσαι καί φίλους κτήσασθαι τούς κατά σάρκα περιπατοῦντας, ἤ διά τό ὀνομαστόν σε ἐκ τῆς ἡγουμενίας γενέσθαι καί (244) καί τῆς τοῦ κόσμου βασιλεῦσι καί ἄρχουσι γνώριμον, εἴτε καί κατά φθόνον - ὡς ὅτι οὐκ ἤθελες, ἀλλ᾿ ἵνα μή γένηται ὁ δεῖνα ὁ ἀδελφός - ἐσπούδασας τοῦ γενέσθαι σύ, ἤ καί διά τήν τῶν ἀνθρώπων αἰσχύνην, ἵνα μή ἀκούσωσι πάντες ἤ καί παραγενόμενοί τινες ἴδωσιν ὅτι ἄλλος ὑπέρ σέ προεκρίθη καί καταγνώσωσί σου ὡς μή ἐναρέτου, γινώσκων γίνωσκε ὅτι οὐ κατά Θεόν ἐγένετό σου ἡ πρόβλησις. Καί ἵνα σοι, ἐξ ὧν ὑποτίθεται ὁ πονηρός ἑκάστῳ τῶν ἐν κοινοβίῳ καθεζομένων, σαφέστερον τοῦτο ποιήσωμαι, ἐντεῦθεν ἄκουε τάς ἐπιβουλάς καί ὑπονοίας τοῦ Σατανᾶ.
Ὑποβάλλειν ἄρχεται ὁ ἐχθρός, ὅταν ὁ ποιμήν πρός Κύριον ἐκδημήσῃ, ἕτερον δέ ὀφείλει ἐκλέξασθαι ἡ ἀδελφότης, καί λέγειν ἑκάστῳ κατά τό ἴδιον πάθος, κατά τό ἴδιον θέλημα, κατά τήν ἰδίαν κατάστασιν. Ἐάν οὖν ὦσιν ἐν τῇ ποίμνῃ ἐκείνῃ τῶν εὐλαβεστέρων τινές, ταῦτα ἑκάστῳ αὐτῶν ὑποτίθεται καί φησίν· “Εἰ ἐγένου σύ ἐνταῦθα ποιμήν καί ἡγούμενος, εἶχες ἄν πάντως ὠφελῆσαι καί σῶσαι καί τῶν σῶν αὐτοῖς ἀρετῶν μεταδοῦναι, ἐπεί ὁ δεῖνα ἤ ὁ δεῖνα ἀδελφός ἐν τῷ πράγματι τοῦτο οὐ ποιεῖ”. Εἰ δέ καί γνώριμος τοῖς κατά κόσμον ἐστίν, ὑποβάλλει αὐτῷ ὅτι· “Καί πολλούς ἄν ἑλκύσαι εἶχες πρός τήν μοναχικήν πολιτείαν καί ἐξαγαγεῖν αὐτούς ἐκ τοῦ κόσμου, καί στόμα ἄν ἐγένου Χριστοῦ· ὁ γάρ ἐξάγων, φησί, τίμιον ἐξ ἀναξίου ὡς στόμα μου ἔσται. Εἶχον δέ προσαγαγεῖν οἱ τοιοῦτοι καί ἀποταγάς μεγάλας καί τάς ὑποστάσεις αὐτῶν ἐν τῇ μονῇ ἐπιδοῦναι, καί προστεθῆναι εἶοχε τό μοναστήριον καί οἷον τοῦ μεγάλου Εὐθυμίου καί Σάβα καί Παχωμίου τῶν ἁγίων γενέσθαι. Ἀλλά γάρ πρός τούτοις καί αὐτός περισσοτέραν ταπείνωσιν εἶχες κτήσασθαι, ἵνα ἔβλεπον καί ἐμιμοῦντό σε οἱ ἀδελφοί, (245) ὡς γάρ ἔσχατον πάντων ἄν διῆγες ἐν τῇ μονῇ καί βαστάζειν εἶχες πάντων τά βάρη, πάντων τά ἐλαττώματα. Καί οὕτως οὐ μόνον ὠφελήσας τούς πολλούς, ἀλλά καί αὐτός σύ ὠφελήθης μᾶλλον ψυχικῶς καί σωματικῶς εὗρες μεγάλην ἀνάπαυσιν”.
Ταῦτα τοίνυν ὑποβάλλει τοῖς δῆθεν ἀγωνιζομένοις ἐν τῷ σεμνείῳ. Ἄρχεται οὖν ἕκαστος αὐτῶν ἀποκαλύπτειν τόν ἴδιον λογισμόν πρός ὅν ἄν θαρρεῖ ἀδελφόν καί δῆθεν ὡς ἀστειαζόμενος καί μετριάζων, ἵνα μή καταγνωσθῇ ὡς φιλόδοξος, φησί· “Ἄρτι, κῦρι ὁ δεῖνα, ἐάν ἐφρονοῦσαν οἱ ἀδελφοί, οὐ μή εἶχον ποιῆσαί με ἡγούμενον; “. Ὁ δέ ἴσως ἀποκρίνεται καί λέγει· “Πίστευσόν μοι, πάτερ, σύ μέν, οἶδα ὅτι μετριάζεις, ἐπεί πρό πολλοῦ τοῦτο χρόνου ἐνεθυμούμην ἐγώ, ἀλλ᾿ εὐλαβούμην εἰπεῖν σοι περί τούτου, ἵνα μήπως ὡς τά παρά γνώμην σου λαλοῦντά μοι μέμψῃ”. Εἶτα πάλιν ἐκεῖνός φησι· “Καλῶς εἶπας, ἀδελφέ. Πίστευσον, οὐ χρήζω γενέσθαι, ἀλλ᾿ ἵνα μή ἀδιάφορός τις γένηται καί τό μοναστήριον καταστρέψῃ καί τούς ἀδελφούς λυπήσῃ, ἐάν ἤθελον οἱ ἀδελφοί ἵνα ἐγενόμην, καί πάντως ποιῆσαι εἶχον σέ οἰκονόμον, τόν δεῖνα καί δεῖνα κελλαρίτην καί ἀποθηκάριον, ἐγώ δέ ἐσχόλαζον πάντως εἰς μόνα τά ψυχικά καί ἵνα ἤμην ἀπό τῶν πραγμάτων ἐλεύθερος”. Ἀκούει ταῦτα ὁ ἀδελφός καί ὅτι οἰκονόμον μέλλει τοῦτον ποιεῖν, καί ἀπελθών θαρρεῖ ταῦτα τοῖς ἀδελφοῖς οὕς εἶπε ποιήσειν διακονητάς.
Ταῦτα τοίνυν καί τρεῖς ἐκ τῶν εὐλαβεστέρων ἴσως ποιοῦσιν, ἀγνοοῦντες τάς μεθόδους τοῦ πονηροῦ· τοῖς δέ γε σαρκικωτέροις καί ἀμελῶς ἔχουσι (246) περί τήν ἑαυτῶν σωτηρίαν ταῦτα ὑποβάλλει καί ὑποτίθησιν ὁ ἐχθρός, τήν τρυφήν, τήν δόξαν καί τήν παρά πάντων τιμήν. “Καί ἵνα μή ἐκ τῶν ὑποκριτῶν, φησί, γένηταί τις καί ψευδοευλαβῶν τούτων, σπούδασον γενέσθαι σύ. Εἰ γάρ μή τοῦτο ποιήσεις, μέλλεις πάντως δεδεμέναις χερσί τῷ γενομένῳ παρίστασθαι καί ἀτιμάζεσθαι παρ᾿ αὐτοῦ. Ἀλλά γάρ καί ἐποχούμενος ἔσται ἐκεῖνος ἐν ἡμιόνοις πολυτίμοις, σύ δέ πεζοπορῶν ἔσῃ καί κοπιῶν· ἐκείνῳ διάφορος ἑτοιμασθήσεται τράπεζα καί ἄρτος ὡσαύτως καί οἶνος, σοί δέ ἡ λαχανώδης καί σπερματώδης καί τοῖς πᾶσι κοινή. Ἐκεῖνος καθεσθήσεται ἐπί θρόνου καί πρῶτος, σύ δέ μέσον τῶν ἄλλων ἤ καί τῶν λοιπῶν ἔσχατος· ἀγαπᾷ γάρ διαφερόντως τόν δεῖνα, καί εἰ γένηται ἡγούμενος, ὑπέρ σέ τιμήσας ἐπάνω σου προκαθίσει αὐτόν, καί πῶς βαστάσεις τήν αἰσχύνην τῶν ἀδεφλῶν; Οὐ μόνον δέ ἀλλά καί ὁ δεῖνα εὐλαβέστερός σού ἐστι, καί ἴσως παρ᾿ ἐκείνου προτιμηθῇ; Ἔτι δέ ἴσως καί ἀπό τῶν ἐμφανῶν καί ἐνδόξων ἀποκεῖραι ἔχει, καί μέλλουσιν ἐκεῖνον μέν τιμᾶν ὡς ἡγούμενον, ἐκεῖνος δέ πάλιν ἐκείνους ὡς ἀξιωματικούς καί ὡς ἀποκαρέντας παρ᾿ αὐτοῦ τιμῆσει καί σοῦ ὑπερκαθίσει αὐτούς, σέ δέ εἰς τό διαζύγιον ἀπολύσει ἤ καί παντελῶς ἵστασθαί σε καί διακονεῖν προτρέψεται. Καί πρός ταῦτα τί ἄρα μέλλεις ποιεῖν; Λαλῆσαι οὐ τολμᾷς· εἰσί γάρ οἱ ἀγαπῶντες αὐτόν καί εὐθύς ἐπιστομίσουσί σε. Τάχα δέ ἴσως καί τύψουσί σε ἀντιλέγοντα, καί χείρων ἔσται ἡ ἀτιμία. Ὑποχωρῆσαι τῆς μονῆς κατάγνωσίς σού ἐστι, καί πᾶς ἄνθρωπος καταγελάσεται καί καταμέμψεταί σε, καί οὐδέ εὑρήσεις ἀλλαχοῦ ἀνάπαυσιν· ἔνθα γάρ ἀπέλθῃς, ὡς ξενοκουρίτης πάντων ἔσχατος εἶναι ὀφείλεις. Ὑπομένειν ταῦτα καί εἶναι ἐν τῇ μονῇ σου οὐ δύνασαι. Λοιπόν οὖν πάσῃ δυνάμει ἀγώνισαι μή νικήσῃ τις τῶν εὐλαβεστέρων”. (247) Εἶτα σκέπτεται καί λέγει ἐν ἑαυτῷ· “Πάντες γινώσκωσι τόν δεῖνα ἀδελφόν καί τόν δεῖνα εὐλαβεστέρους καί μέλλουσιν ἐκείνους ζητεῖν κἀμέ παραβλέψασθαι. Ἀλλ᾿ ἀπελθών ἐγώ τόν δεῖνα κρατήσω ἀδελφόν καί τόν δεῖνα· αὐτοί γάρ τρυφᾶν ἀγαπῶσι, παίζειν τε καί χαίρεσθαι καί τῆς μονῆς ἐξέρχεσθαι συνεχῶς καί διάγειν ἐν οἷς θέλουσιν. Αὐτοῖς οὖν καί συντάξομαι. Ἄλλως τε καί ὅσα ἄν μοι εἴπωσι, καί αὐτοί ἀγωνίσονται σπουδαίως ἵνα ἡγούμενος γένωμαι”. Τοιγαροῦν καί ἀπελθών, οὕτω κατά τήν ματαίαν αὐτοῦ μελέτην καί ποιεῖ. Φησί δέ καί τοῦτο πρός ἑαυτόν· “Ὁ δεῖνα ἀδελφός εὐλαβής ἐστι καί τοῦ πράγματος τούτου οὐ χρήζει, ἔχει δέ συγγενεῖς καί φίλους καί βούλεται θεραπεύειν αὐτούς ἀπό τῆς μονῆς. Ἀπελθών λαλήσω κἀκείνῳ, καί ὁμοίως συντάξομαι”. Περιέρχεται οὖν τό μοναστήριον συνεχῶς καί ἁπλῶς ἕκαστον παρακαλῶν κατ᾿ ἰδίαν καί συντασσόμενος πληρῶσαι πάντων τά καταθύμια ἐν ἀγωνίᾳ καί τρόμῳ ὑπάρχει πολλῷ, φόβῳ τοῦ μή ἀποτυχεῖν τοῦ σκοποῦ.
Ἐκ τούτων οὖν καί ἑτέρων πολλῶν σχίσματα, διχόνοιαι καί στάσεις γίνονται ἐν τῷ μοναστηρίῳ πολλαί, τῶν μέν εὐλαβεστέρων πρός τό καί ἑαυτούς καί ἄλλους ὠφελῆσαι σπευδόντων, τῶν δέ σαρκικωτέρων τήν ἑαυτῶν μόνον δόξαν ζητούντων, τό πρόσκαιρον κέρδος καί τάς τοῦ σώματος ἡδονάς, τοῦ δέ λοιποῦ πλήθους ζητοῦντος κατά τάς ἰδίας ἐπιθυμίας τόν ἄγοντα καί τῷ ὁμοίῳ προστρέχοντος. Σύ οὖν, πνευματικέ άδελφέ, ἄκουσον μετά προσοχῆς, παρακαλῶ, τῶν ἐμῶν ῥημάτων· οὐ γάρ ἀπ᾿ ἐμαυτοῦ λαλήσω, ἀλλ᾿ ἅπερ ὁ μόνος σοφός καί εὔσπλαχνος λαλῆσαι θελήσει σοι.
(248) Ἐάν ᾖς ἐν κοινοβίῳ ἀδελφῶν καθεζόμενος, κατά τοῦ ἀποκείραντός σε πατρός μή θελήσῃς γενέσθαι ποτέ, εἰ καί πορνεύοντα, εἰ καί μεθύοντα βλέπεις αὐτόν καί τῷ δοκεῖν σοι κακῶς τά τῆς μονῆς διεξάγοντα πράγματα, εἰ τύπτεσαι καί ἀτιμάζεσαι παρ᾿ αὐτοῦ καί πολλαῖς ἄλλαις καθυποβάλλεσαι θλίψεσι. Μή συγκαθεσθῇς τοῖς λοιδοροῦσιν αὐτόν, μηδέ πορευθῇς μετά τῶν μελετησάντων κατ᾿ αὐτοῦ. Ὑπόμεινον δέ αὐτόν μέχρι τέλους μηδέν περιεργαζόμενος τῶν ἐκείνου κακῶν. Ὅσα οὖν ἀγαθά βλέπεις ποιοῦντα αὐτόν, βάλε ἐν τῇ καρδίᾳ σου καί ἐκείνων μόνων βιάζου μιμνήσκεσθαι· ὅσα δέ ἀπρεπῆ καί κακά ἤ ἐργαζόμενον ἤ λέγοντα ἴδῃς, ταῦτα σευτῷ ἐπίγραφε καί ὡς ἴδιά σου ἁμαρτήματα λογίζου καί μετανόει ἐν δάκρυσιν, ἔχων ὡς ἅγιον ἐκεῖνον καί ἐπικαλούμενος τήν εὐχήν αὐτοῦ.
Εἰ δέ συμβῇ αὐτῷ θάνατος, καί ἕτερον προβαλέσθαι ἡγούμενον οἱ ἀδελφοί βούλονται, πρόσεχε ἐάν γινώσκῃ σου ἡ συνείδησις ἴσον σου εἶναι ἀδελφόν τινα τῆς μονῆς ἤ καί μείζονα λόγῳ καί ἔργῳ καί πράξεσιν ἀγαθαῖς, καί διά τοῦτο παρά τῶν ἀδελφῶν εἰς ἡγούμενον προτιμώμενον. Μή θελήσῃς γενέσθαι ἀντίχριστος, τῇ βουλῇ τοῦ Θεοῦ δηλαδή καί τῷ ἀδελφῶν ἀντικείμενος, τῷ ἀγαθῷ καί χρηστῷ, λόγους λαλῶν ἤ ἔργα ἐπιτηδεύων ὁπωσοῦν σκανδάλου καί ὑπονοίας, ὡς ἄν ἀποστάσῃς τινάς τῶν ἀδελφῶν ἐκ τῆς πρός ἐκεῖνον ἀγάπης καί πίστεως, ἀλλά πάσῃ χαρᾷ καί ταπεινώσει κατάδεξαι καί συνέργησον καθαρῶς τῇ θελήσει τῶν ἀδελφῶν. Εἰ δέ καί εὐλαβέστερον ἄλλον παρά τόν ψηφιζόμενον ἐπίστασαι εἶναι, εἰπέ τῷ μελλόντι γίνεσθαι ἀδελφῷ κατ᾿ ἰδίαν· “Κῦρι ἀδελφέ, σύ Θεοῦ χάριτι εὐλαβής ὑπάρχεις καί πνευματικός, (249) καί καθώς ἐπίστασαι, πάντα εἰς δόξαν Θεοῦ ποιεῖν ὀφείλομεν καί εἰς σωτηρίαν τῶν ἡμετέρων ψυχῶν. Καί οἶδας ὅτι ἀδελφός ἡμῶν ὁ δεῖνα εὐλαβής ἐστι καί ἐνάρετος. Καί ἄν κελεύῃς, ἄς ποιήσωμεν ἐκεῖνον ἡγούμενον, καί ἔχει καλῶς ποιμᾶναι πᾶσαν τήν ἀδελφότητα. Συναγωνισώμεθα δέ αὐτῷ πάσῃ δυνάμει καί ἡμεῖς, καί τόν μισθόν, πίστευσον, ἵνα ἕξωμεν μετ᾿ αὐτοῦ καί σύν αὐτῷ καί τήν συνείδησιν ἡμῶν ἀκατάκριτον. Ἀλλά γάρ καί αὐτόν ἐν τούτῳ τόν Θεόν θεραπεύσομεν καί πάντες ἡμᾶς ἐπαινέσουσιν ὅτι οὐχ ἑαυτούς συνεστήσαμεν, ἀλλ᾿ ὅν ὁ Θεός ἤθελεν”. Εἰ μέν οὖν ἔχει ταπείνωσιν ὁ ἀδελφός καί τήν ψυχήν ἀπηλλαγμένην φιλοδοξίας, χωρίς δέ πάσης προσπαθείας τῆς εἰς τόν ἕτερον, λέγει καί αὐτός αὐτῷ ταῦτα, καί πάσης ἄλλης πονηρᾶς ὑπονοίας πληροφορεῖ αὐτόν ὁ Θεός· καί δέξεται πάντως τούς λόγους σου καί εὐθύς ὑπακούσει σου. Καί τηνικαῦτα οἱ ἀμφότεροι λαλεῖτε πάσῃ τῇ ἀδελφότητι, καί γίνεται τό θέλημα τοῦ Θεοῦ.
Εἰ δέ σύ μέν λέγεις ἀπροσπαθῶς ὑπέρ τοῦ πνευματικωτέρου ἀδελφοῦ, ὁ δέ ἀδελφός οὐχ ὑπακούει σου, ἀλλά πρός δικαιολογίας κινηθῇ συνιστῶν ἑαυτόν, γίνωσκε ὅτι ὑπό φιλοδοξίας κατέχεται, καί σπούδασον παντί τρόπῳ, ὡς Χριστοῦ διάκονος, ἐκ καθαρῷ τῷ μαρτυρίῳ τῆς σῆς συνειδήσεως τόν πνευματικώτερον ἀδελφόν γενέσθαι ἡγούμενον. Εἰ δέ καί ὑποβληθείς παρά τοῦ ἐχθροῦ ἤ καί δοκιμάζων σε, λέγει σοι· “Γενοῦ λοιπόν σύ, ἐπεί ἐκεῖνον ὅν λέγεις οὐκ ἐῶ γενέσθαι, χαίρω δέ εἰς σέ”, μή συγκατασπασθῇς τῷ πάθει αὐτοῦ μηδέ τῷ ἐκείνου πτώματι περιπέσῃς, ἀλλά φύλαξόν σου τήν τῆς ψυχῆς παρθενίαν ἄφθορον τῷ Χριστῷ, ὑπ᾿ οὐδεμιᾶς ἐπιθυμίας (250) κλαπεῖσαν πρός ἡδονῆς ἐπιθυμίαν. Ἀλλά γάρ μήτε ὑπό φόβου ἐκκλίνῃς τοῦ ἀγαθοῦ καί τόν πονηρόν καταδέξῃ γενέσθαι, λέγων ἐν σεαυτῷ· “Μή φανῶ κωλύων καί ἀντιλέγων περί τοῦ δεῖνος, ὡς οὐκ ἔστιν ἄξιος τῆς προστασίας· εἶτα καί μή βουλομένου μου γένηται καί θλίψεις πολλάς ἐπαγάγει μοι”. Ἀλλ᾿ εἰ μέν τῶν προκριτοτέρων ᾖς, ἐρωτώμενος μετά παρρησίας εἶπον τήν ἀλήθειαν καί τούς ἀστηρίκτους εἰς τό καλόν στήριξον· εἰ δέ τῶν ἐσχάτων καί τῶν μή καλῶς εἰδότων διακρίνειν τοῦ δικαίου τόν ἄδικον, τοῖς εὐλαβεστέροις καί πνευματικωτέροις ἐξακολούθησον.
Ἐάν δέ καί πρός κακόν ἴσως οἱ πλείονες ἤ καί πάντες ὁμοφωνήσωσιν, ἔχειν δέ καί τῶν ἔξωθεν βοηθούς ἐπί τοῦτο ἐπραγματεύσαντο, παραχώρησον καί μήτε συνεργήσῃς μήτε κωλύσῃς, ἀλλά ἄφες τούς κακούς συντριβῆναι παρ᾿ οὗ ἔκριναν ἄρχεσθαι, ὡς ἄν καί τόν οἰκεῖον κερδήσωσι πόνον καί ὠφέλειαν οὐχ εὑρήσωσιν, ἐπειδή πολλάκις δίδωσιν ἄρχοντα τῷ λαῷ <τῷ> ἀπειθεῖ ὁ Θεός κατά τήν καρδίαν αὐτῶν. Καί ταῦτα μέν οὕτως ἔστωσάν σοι βέβαια καί ἀμετακίνητα.
Εἰ δέ μετά τόν θάνατον τοῦ προεστῶτος ἴδῃς τήν περί σέ ἀδελφότητα πᾶσαν ἀστήρικτον, σαλευομένην πᾶσαν ὑπό τῶν πνευμάτων τῆς πονηρίας, καί ταῖς τῆς σαρκός ἐπιθυμίαις καί ἡδοναῖς διασυρομένην καί καταπίπτουσαν καί μηδεμίαν ἔχουσαν βάσιν μήτε θεμέλιον ἐπί τῆς πέτρας, ἀλλ᾿ ὅλην κλονουμένην καί ἄλλον ἀλλαχῆ ἀδελφόν τάς χεῖρας ἁπλοῦντα καί περιδράξασθαί τι σπουδάζοντα, οὐχ ὅπερ σῴζει αὐτόν ἀλλ᾿ ὅπερ συγκατασπᾷ εἰς ᾅδην καί εἰς σκότος (251) καί πῦρ ἡδονῶν τό σῶμα καί τήν ψυχήν αὐτοῦ, ἄλλους δέ πάλιν σφριγῶντας καί περί τήν ἀρχήν μαινομένους καί τήν ἐπιθυμίαν ταύτης ἀκράτητον ἔχοντας, ἐλέησον, συμπάθησον, σπλαγχνίσθητι καί οἰκτείρησον, πένθησον ὑπέρ τῶν τοιούτων καί δάκρυσον, ἀνιστόρησον κατά νοῦν, εἰ καλῶς βλέπειν ἠξίωσαι τῶν σῶν ἀδελφῶν τά τραύματα, τῶν σῶν μελῶν τά συντρίμματα, τοῦ ὅλου σώματος τήν κατάπτωσιν, καί τόν Θεόν ἀπό καρδίας μετά πόνου καί δακρύων ἱκέτευσον στῆσαι τῆς τοσαύτης κακίας τήν ῥύμην καί πρός τό κρεῖττον μεταστρέψαι τάς καρδίας τῶν ἀδελφῶν. Ὅρα δέ τήν ῥοπήν τῆς καρδίας σου, μήποτε προσφέρῃ τήν δέησιν περί σεαυτοῦ, ὡς ἄν προτιμήσωνταί σε, καί ἀντί εὐλογίας κατάραν σοι καί ὀργήν τοῦ Θεοῦ προξενήσῃ.
Ἐάν οὖν οὕτω ποιῶν καί οὕτως ἔχων ἴδῃς τῶν ἀδελφῶν σού τινας ἐπί κακῷ ὁμονοήσαντας καί ἀπατᾷν περιτρέχοντας τούς ἁπλουστέρους αὐτῶν, ἀλλά καί πάσῃ σπουδῇ καί δώροις εἰς βοήθειαν αὐτῶν τούς ἔξωθεν ἐπισπωμένους, λυπήθητι καί ἐν ὀδύνῃ καρδίας σου θρήνησον, ὅτι εἰς τοιαύτην τόλμαν καί σκότωσιν οἱ μοναχοί κατηντήσαμεν, ὥστε ποιμαίνειν ἐπιχειρεῖν ἡμᾶς δίχα Χριστοῦ τά τοῦ Χριστοῦ πρόβατα, καί διά ἡδονήν καί ἀπόλαυσιν σώματος καί χρημάτων πορισμόν καί τήν ἐξ ἀνθρώπων τιμήν. Φεῦ μοι τῷ ταπεινῷ καί ἀθλίῳ, τήν ἀξίαν τῶν ἀποστόλων παντί τρόπῳ λαμβάνειν ἀγωνιζόμεθα καί τήν ἐκείνων ἐξουσίαν χρυσίῳ ἐξαγοράζομεν, μήτε τόν Θεόν φοβούμενοι μήτε τούς ὁρῶντας ἡμᾶς αἰσχυνόμενοι. Καί θρόνῳ μέν βασιλέως οὐδείς ἐπιβῆναι τολμᾷ μή θελήσαντος ἐκείνου, ἀλλ᾿ οὐδέ γραμματικοῦ ἤ ῥήτορος τινος ἀναλαβέσθαι τάξιν ἰδιώτης (252) τυγχάνων, οὐδέ ἐπί λαοῦ ἀναγνῶναι ἀγράμματος ὤν, τήν δέ τῶν ἀποστόλων ἀξίαν ἐπιζητεῖς ἤ καί καταδέχῃ, μήπω τήν χάριν τῶν ἀποστόλων λαβών μηδέ τούς καρπούς αὐτῆς θεασάμενος γεωργηθέντας ἐν σοί! Καί πῶς ὑποφέρεις, ἀδελφέ, τό μέγεθος ἐννοῆσαι τῆς τόλμης; Εἰπέ μοι ἀγαπητέ, ἐάν σε πᾶσα ἡ μεγάλη αὕτη καί πολυάνθρωπος πόλις παρεκάλει λέγουσα· “Ποιήσομέν σε πραιπόσιτον καί τοῦ βασιλέως πρωτοβεστιάριον, καί ἀνάβησθι μόνος εἰς τό παλάτιον καί εἰσελθών λάλησον τῷ βασιλεῖ περί ἡμῶν καί παρακάλεσον αὐτόν ποιῆσαι ἡμῖν τά καί τά”, σοῦ δηλονότι εἰς παλάτιον μή εἰσελθόντος ποτέ, ἀλλά ἀγνωρίστου τυγχάνοντος καί αὐτῷ τῷ βασιλεῖ, ὡς ξένου πᾶσι τοῖς ἐν τῷ παλατίῳ, ἆρα ἐτόλμησας ἄν ποτε τοῦτο ποιῆσαι ἤ ἀποδέξασθαι τό ἀξίωμα; Πάντως ὁμολογήσεις ὡς οὐκ ποτε διαπράξασθαι τετόλμηκας, ἀλλά καί τούς ταῦτά σοι λέγοντας ὡς μαινομένους καί ἔκφρονας μᾶλλον ἐμέμψω καί κατεγέλασας, καί τό ἀξίωμα οὐχ ὡς τιμῆς ἀλλ᾿ ὡς ἀτιμίας καί κολάσεως πρόξενον ἀπερρίψω. Εἰ τοίνυν ἀδυνάτως ἔχομεν ἐπί ἀνθρωπίνων πραγμάτων τοιαῦτα ποιεῖν, οὐ φρικτόν σοί ἐστι καί δοκεῖ τό ἀναλαβέσθαι ἀποστολικόν ἀξίωμα προπετῶς, ἀδελφέ; Καί πλησιάσαι τῷ ἀπροσίτῳ φωτί καί μεσίτης Θεοῦ καί ἀνθρώπων γενέσθαι μικρόν σοι λελόγισται; Καί ὡς εὐκαταφρόνητος ἡ ἐπιχείρησις τούτου τοῦ πράγματος; Οὐαί μοι, ἀδελφέ, φοβοῦμαι ὅτι εἰς παντελῆ κατηνέχθημεν σκότωσιν καί διά τοῦτο ἀγνοοῦμεν ὁποίων κατατολμῶμεν πραγμάτων. Εἰ γάρ ἐγινώσκομεν, οὐκ ἄν εἰς τοσοῦτόν ποτε αὐθαδείας καί τόλμης ἠλάσαμεν, ὥστε τῶν θείων κατορχεῖσθαι πραγμάτων καί πλείονα τήν τιμήν καί τόν φόβον φυλάττειν (253) τῷ ἐπί γῆς βασιλεῖ ὑπέρ τόν ἀθάνατον βασιλέα Χριστόν. Τοιγαροῦν μή παυσώμεθα ἑαυτούς ἀνακρίνοντες, καί τούς εἰς τοιαύτην ἀναξίως ἐπιβαίνειν ἐπιχειροῦντας ἀρχήν παντί τρόπῳ ἀνατρέπειν καί ἐκκόπτειν τῆς ἐγχειρήσεως· ἀλλά σπουδάσωμεν ὅσον τό ἐφικτόν κωλύειν αὐτούς τῆς παραλόγου ὁρμῆς, ἵνα καί αὐτούς τοῦ κρίματος ἀπαλλάξωμεν καί ἡμεῖς βιώσωμεν ἀσφαλέστερον.
Ἐάν δέ, καθώς εἴρηται, οὐδένα ὁρᾷς ἐν τῷ μοναστηρίῳ ἀδελφόν ἐμμάρτυρον βίον ἔχοντα καί πνευματικόν ἔργῳ καί λόγῳ τυγχάνοντα, πάντα δέ τόν τυχόντα ἁπλῶς ἐπιπηδῶντα καί ἀναξίως τῇ ποιμενικῇ ἀρχῇ, καί πρός βλάβην μέν σπουδάζοντα τῶν ἀδελφῶν, πρός ἀπώλειαν δέ τῆς ἰδίας ψυχῆς, ἐρευνῶν δέ ἀκριβῶς εὑρίσκεις σεαυτόν πάσης μέν ἀπηλλαγμένον φιλοδοξίας, πάσης δέ ἡδονῆς καί ἐπιθυμίας σωματικῆς ἴχνος οὐκ ἔχοντα, φυλαργυρίας δέ καί μνησικακίας τό παντελές καθαρεύοντα, πρᾳότητα τελείαν καί ἀοργησίαν ἔχοντα, ἀγάπην δέ τοιαύτην εἰς τόν Θεόν ἔχοντα ὡς ἐκ μόνης τῆς ἀκοῆς τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀνάπτεσθαι τῷ πόθῳ εὐθύς καί καταφέρειν τά δάκρυα, καί πρός τούτοις ὑπέρ τόν πλησίον πενθοῦντα καί ἡγούμενον ἴδια τά ἀλλότρια σφάλματα καί ἑαυτόν πάντων ἀπό ψυχῆς ἁμαρτωλότερον ἔχοντα· καί τέλος, ἐάν πλουσίαν ἐν σοί ὁρᾷς τήν χάριν τοῦ Ἁγίου Πνεύματος, φωτίζουσαν καί ὡς ἥλιον ἀποτελοῦσαν τά ἐντός τῆς καρδίας σου, καί τό τῆς βάτου θαῦμα ἐναργῶς κατανοεῖς ἐν σοί ἐκτελούμενον, ὡς καίεσθαι μέν ἐν τῷ ἑνοῦσθαι τῷ ἀπροσίτῳ πυρί, μή κατακαίεσθαι δέ διά τό ἀπηλλαγμένην εἶναι παντός πάθους τήν σήν ψυχήν· ἔτι δέ εἰ οὕτω ταπεινοῦσαι, ὡς νομίζειν ἑαυτόν ἀνίκανον καί ἀνάξιον, (254) τῆς ἀνθρωπίνης φύσεως ἐπιστάμενος τήν ἀσθένειαν; θαρρεῖς δέ τῇ ἄνωθεν χάριτι καί τῇ ἐξ αὐτῆς ἱκανότητι καί προθύμως ἐπιχειρεῖς τῷ πράγματι, τῇ ζέσει ταύτης ἀναγκαζόμενος πάντε τε λογισμόν ἀνθρώπινον ἀπωθούμενος, καί τήν ψυχήν αὐτήν διά μόνην τήν τοῦ Θεοῦ ἐντολήν καί τήν ἀγάπην τοῦ πλησίου ὑπέρ τῶν ἀδελφῶν προτιθέμενος· καί πρός τοῖς εἰρημένοις, ἐάν γυμνόν ἔχῃς τόν νοῦν πάσης κοσμικῆς ἐνθυμήσεως, ἐνδεδυμένος δέ ᾗς τόν φωτοειδῆ χιτῶνα τῆς ταπεινώσεως, ὥστε μήτε τοῖς σνεργοῦσι κἄν ψιλῶς τήν καρδίαν προστίθεσθαι μήτε τοῖς ἀντιπράττουσιν ἀηδίζεσθαι, ἀλλ᾿ ὅλως ἴσος εἶναι πρός πάντας τῇ ἁπλότητι καί ἀγαθότητι καί τῇ ἀκακίᾳ τῆς καρδίας σου· μηδέ τότε ἄνευ βουλῆς τοῦ σοῦ πνευματικοῦ πατρός τῆς ἀρχῆς ἐπιβῆναι τολμήσῃς, ἀλλά ταπεινώθητι καί μετά εὐχῆς αὐτοῦ καί προστάξεως τοῦτο ποίησον, καί ἐπίβηθι τῆς ἀρχῆς διά μόνην τήν σωτηρίαν τῶν ἀδελφῶν.
Ἀλλ᾿ ἐάν οἶδας τόν σόν πνευματικόν πατέρα μέτοχον εἶναι τοῦ αὐτοῦ Πνεύματος, τῆς αὐτῆς ἠξιωμένον γνώσεώς τε καί δωρεᾶς, ἵνα μή τά ἐναντία τοῦ θείου θελήματος ἀλλά κατά τό αὐτό χάρισμα καί μέτρον λαλήσῃ σοι τά δοκοῦντα Θεῷ καί τά συμφέροντα τῇ ψυχῇ σου, ὡς ἄν μή εὑρεθῇς πειθαρχῶν ἀνθρώπῳ καί οὐ Θεῷ, καί ἀπογυμνυμνωθήσῃ τῆς δόξης καί τοῦ δοθέντος σοι θείου χαρίσματος – ἐάν γάρ συνεργόν εὑρήσῃς ἀγαθόν καί πνευματικόν σύμβουλον, ἴσθι ὅτι ἀσφαλεστέρα σου ἔσται ἡ ἐπιχείρησις καί ταπεινότερόν σου τό φρόνημα γίνεται – ταῦτα τοίνυν πάντα καί τούτων πλείονα ἕτερα ἐάν βλέπων βλέπῃς, εὑρήσεις ἀληθῶς καί ἀπό σεαυτοῦ γνώσεις, (255) μᾶλλον δέ παρά τοῦ ἡλίου τῆς δόξης μαθήσει, εἰ ἄρα καί τῷ ἡλίῳ ποτέ ἐνητένισας.
Εἰ δέ ἡ πρόβλησις τοιαύτη καί οὕτω δύσκολος καί εἰς τό γενέσθαι ταύτην κατά Θεόν δυσνόητος, πολλῷ μᾶλλον ἡ τῶν πραγμάτων αὐτῶν ἐγχείρησις καί διοίκησις, καί ἡ πρός τούς πειρασμούς ὑπομονή, καί ἡ πρός τούς πολέμους λεπτοτάτη διάκρισις. Διά δή τοῦτο ὀλίγα ταῦτα, ἐξ ὧν μαθεῖν καί γνῶναι κατηξιώθημεν, δῆλα τῇ ἀγάπῃ ὑμῶν διά τῆς κατηχήσεως ταύτης ποιῆσαι ᾠήθημεν δεῖν· περί δέ τῶν λοιπῶν, ἵνα μή ἐκπομπεύοντες φανῶμεν τά ἐν τοῖς μοναστηρίοις γινόμενα, τόν νοῦν καί τήν χεῖρα ἐπέσχομεν, ἀλλά γάρ τά τῶν ἄλλων ἅπαντα καταλείψαντες ἐπί τόν ποιμένα τόν λόγον ἰθύνωμεν.
Βλέπων τοίνυν βλέπε τήν σήν καρδίαν, πάτερ πνευματικέ, μᾶλλον δέ τόν ὀφθαλμόν ἀεί τῆς σῆς διανοίας ἔκπλυνε καί καθαρόν εἶναι περιποιοῦ καί ἀθόλωτον, δι᾿ οὗ καί τήν καρδίαν ἔσῃ βλέπων τήν σήν, καί τά τῶν ἐγχειρισθέντων σοι προβάτων, μᾶλλον δέ πατέρων καί ἀδελφῶν, διαγινώσκειν καλῶς καί πρεπόντως οἰκονομεῖν. Σῶμα γάρ, ὡς ἀκούεις, ἡ ἐκκλησία ἐστί καί κεφαλή ταύτης ὑπάρχει ὁ προεστώς· καθάπερ τά μέν ἄλλα μέλη τοῦ σώματος ἕν καθ᾿ ἕν μίαν ἔχει ἐνέργειαν, οἷον ὁ ποῦς εἰς τό περιπατεῖν, ἡ χείρ εἰς τό κρατεῖν καί ἐργάζεσθαι, ἡ δέ κεφαλή τοῦ ὅλου σώματός ἐστιν ἡ σύστασις, ὡς καί πάσας ἔχουσα ἐν ἑαυτῇ τάς αἰσθήσεις καί τόν νοῦν καί τόν λόγον αὐτόν· οὕτω καί οἱ ἐν τῇ μονῇ ἀδελφοί οὐ πάντες πάσας, ἄλλος δέ ἄλλο τι ἐνεργεῖν καί διακονεῖν πέφυκεν. Ὅθεν καί μόλις μίαν ἤ δύο τῶν ἀρετῶν ἐν ταὐτῷ εὑρήσεις ἐν ὑπηκόῳ ἑνί (256)- καί οὐδέν θαυμαστόν· μέλη γάρ ἐκ μέρους εἰσί -, ὁ δέ γε προεστώς πάσας ἀπαιτεῖται τάς ἀρετάς ἔχειν ἐν ἑαυτῷ, καί οὐ μόνον τάς ψυχικάς ἀλλά δή καί αὐτάς τάς σωματικάς, μᾶλλον δέ σύν ταῖς ἀρεταῖς καί αὐτά τά μυστικά καί μεγάλα χαρίσματα. Ὥσπερ γάρ ἡ τοῦ ἀνδρός κεφαλή ἔχει μέν ἀπό τῆς ἔξωθεν διαπλάσεως καί εὐπρεπείας τό περικαλλές καί τό τίμιον, ἀχρεῖος δέ ὑπάρχει καί ἄτιμος πᾶσιν, ἐάν μή καί τόν νοῦν καί τάς αἰσθήσεις σώας καί ἀκεραίας ἔχῃ, οὕτω δή καί ὁ προεστώς· οὐ μόνον γάρ ἀπό τῶν ψυχικῶν καί σωματικῶν ἀρετῶν ὀφείλει κατακοσμεῖσθαί τε καί φαιδρύνεσθαι, ἀλλά καί ἀπό τῶν πνευματικῶν χαρισμάτων πλειόνως ἐγκαλλωπίζεσθαι, ἐπειδή ἄλλο ἀρετή καί ἕτερον χάρισμα. Αἱ μέν γάρ ἀρεταί ἐξ ἡμετέρας κατορθοῦνται σπουδῆς καί ἐξ οἰκείων πόνων συνάγονται, τά δέ πνευματικά χαρίσματα δῶρά εἰσιν ἐκ Θεοῦ τοῖς ἀγωνιζομένοις διδόμενα.
Οἷόν τι λέγω; Ἡ νηστεία καί ἡ ἐγκράτεια ἀρετή ἐστι· μαραίνει γάρ τάς ἡδονάς καί τάς πυρώσεις συστέλλει τοῦ σώματος. Ταῦτα δέ τῆς ἡμετέρας εἰσί προαιρέσεως ἔργον· τό δέ ἀθλίπτως καί ἀπόνως ταύτας μετέρχεσθαι καί εἰς ἁγνείαν φθάσαι καί τελείαν ἀπάθειαν, τοῦτο δῶρον Θεοῦ καί χάρισμα ὑψηλότατον. Πάλιν, τό κρατεῖν ὀργῆς καί θυμοῦ ἀγῶνός ἐστι θαυμαστοῦ καί πόνου σφοδροῦ, τό δέ εἰς ἀκινησίαν τούτων ἐλθεῖν καί γαλήνην κτήσασθαι καρδίας καί τελείαν πραότητα, Θεοῦ μόνου ἐστίν ἐνέργεια καί τῆς ἐκείνου χειρός μεταποίησις. Καί πάλιν, τό διασκορπίσαι καί διαδοῦνται τά ὑπάρχοντα πάντα τοῖς πένησι καί γενέσθαι πτωχόν ζητοῦντα ἐλεημοσύνην τῆς ἡμετέρας ὑπάρχει θελήσεως, τό δέ μή ἐπιθυμεῖν τινος (257) ἀλλά μετά χαρᾶς καί εὐφροσύνης ὑποφέρειν τῆς πτωχείας τήν κάμινον, μυστική τις ὑπάρχει καί θεία ἐνέργεια. Οὕτω πᾶσα πρᾶξις καλή τε καί ἀγαθή κατά τήν τοῦ Κυρίου ἐντολήν γινομένη ἀρετή γίνεται· ἀλλά καθάπερ ὁ γεωργός κοπιᾷ μόνον ἀροτριῶν καί σκάπτων καί καταβάλλων εἰς γῆν τά σπέρματα, Θεοῦ δέ δῶρον τό καί φυῆναι ταῦτα καί δοῦναι καρπόν ὄψιμόν τε καί πρώϊμον, οὕτω καί ἐπί τῶν πνευματικῶν εὑρήσεις ἐν ἀληθείᾳ γινόμενον. Ἡμέτερον μέν γάρ ἐστι τό πᾶσαν πρᾶξιν μετελθεῖν καί μετά πόνου καί κόπου σφοδροῦ τά σπέρματα τῶν ἀρετῶν καταβαλεῖν, Θεοῦ δέ μόνου δῶρον καί ἔλεος τό καί βρέξαι ὑετόν τῆς αὐτοῦ φιλανθρωπίας καί χάριτος καί καρποφόρον ἀποτελέσαι τήν ἄκαρπον τῶν καρδιῶν ἡμῶν γῆν, ὡς ἄν ὁ καταπεσών τοῦ λόγου κόκκος ἐν ταῖς ἡμετέραις ψυχαῖς νοτίδα θείας μεταλάβῃ χρηστότητος καί φυείς αὐξηθῇ καί εἰς δένδρον μέγα φθάσῃ, γενέσθαι εἰς ἀνδρικήν δηλαδή τελειότητα τοῦ μέτρου τῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.
Χρή οὖν σέ, τόν ποιμένα τῶν προβάτων Χριστοῦ, πᾶσαν, ὡς εἴρηται, κεκτῆσθαι σωματικήν τε καί πνευματικήν ἀρετήν, ὡς κεφαλήν τοῦ λοιποῦ σώματος τῆς ὑπό σέ Ἰσραηλιτικῆς ἐκκλησίας, ἵνα ὡς εἰς ἀρχέτυπον καλόν πρός σέ οἱ ἀδελφοί ἀποβλέποντες, καλούς καί αὐτοί τούς χαρακτῆρας καί βασιλικούς ὅτι μάλιστα ἐν ἑαυτοῖς ἐγχαράξωσι. Μή δή οὖν ἡ ἐν σοί σάλπιγξ ἠχεῖν ἡσυχάσῃ ποτέ, ἀλλά τοῖς μέν τήν ἐρχομένην ῥομφαίαν ἐπί τούς ἀπειθεῖς καί ἀτεράμονας πρόλεγε, ἵνα κἄν τήν σήν παρακουόμενος ῥύσην ψυχῆς (258) τῆς φοβερᾶς ὀργῆς τοῦ Θεοῦ, τούς δέ νουθέτει, δίδασκε, παρακάλει, ἐσθ᾿ ὅτε καί δεομένους ἐλέγχων καί ἐπιπλήξεων εὐκαίρως ἀκαίρως ἐπίστηθι, ἐπιπλήσσων, ἐπιτιμῶν καί ἀνακόπτων τάς ἐπί κακῷ ἐγχειρήσεις αὐτῶν, καθό σοι ἐντέλλεται ὁ θεῖος ἀπόστολος. Ἄνοιξόν σου τά σπλάγχνα ἐπί πάντας ἐπίσης τούς σούς ἀδελφούς, καί τήν μέν ἀγάπην ἴσης ἕξεις ἐπί πάσῃ τῇ ἐν σοί ἀδελφότητι, τήν δέ τιμήν ἑνί ἑκάστῳ κατά τήν ἀξίαν καί τό μέγεθος τῆς ἀρετῆς ἀπονέμεις ἀξίως, μή προτιμῶν τοῦ πνευματικοῦ καί ἐναρέτου μηδέ αὐτόν ὅν ἔχεις πρῶτον ἐν ταῖς διακονίαις τῆς ποίμνης σου. Οἱ μέν γάρ διακονοῦντες τήν ἀξίαν ἐπιφέρονται τῶν ἐν ταῖς Ἀποστολικαῖς Πράξεσιν ἀναγραφομένων ἑπτά διακόνων, οἵ καί ὡς πνεύματά εἰσι λειτουργικά εἰς διακονίαν ἀποστελλόμενα, καί τόν μισθόν εἰκότως, ἀδόλως ὡς ἐκεῖνοι καί πιστῶς διακονοῦντες, δίχα πάσης αἰσχροκερδίας, μέγαν ἔνθεν τε κἀκεῖσε κομίσονται. Οἱ δέ τῇ προσευχῇ καί τῇ ἡσυχίᾳ καί τῇ διακονίᾳ προσκαρτεροῦντες τοῦ λόγου ἐν ὑπομονῇ ἔργων ἀρίστων ἀσκήσεως, αὐτῶν τῶν ἀποστόλων καί κορυφαίων τήν ἀξίαν σύν σοί ἐπιφέρονται, οὕς καί ὡς συνεργούς ἕξεις ἐν τῷ Εὐαγγελίῳ τῆς πνευματικῆς σου διδασκαλίας, ἀναδεχομένους τά βάρη τῶν ἀδελφῶν καί ἀνακουφίζοντάς σε τῶν πόνων, μέσον δηλαδή τῶν λοιπῶν κυλιομένους ὡς λίθους τιμίους.
Οὐκ ἔστι σοι ἀνάπαυσις σώματος ἐν τούτῳ τῷ ἔργῳ, ἀπόλαυσις οὐδεμία. Αἱ νύκτες ἴσα καί ἡμέραις (359) δαπανηθήσονταί σοι εἰς τήν φροντίδα τῶν καταπιστευθεισῶν σοι ψυχῶν, ἵνα μή θηριάλωτος μία ἐξ αὐτῶν γένηται, ἤ τῇ ἄρκτῳ τῆς ἐπιθυμίας καταβρωθεῖσα ἤ τῷ δράκοντι τοῦ θυμοῦ καταποθεῖσα ἤ τοῖς γυψί τῶν λογισμῶν τῆς ἐπάρσεως διαμερισθεῖσα, καί πολλαί ἡ μία καί τοῦ ἑνός γένηται εἰς ἑτερότητα διαμερισθεῖσα, ἀλλ᾿ ἵνα σῶον τό ποίμνιόν σου καί πολύτοκον ἀνασώσῃς τῷ ἀρχιποιμένι Χριστῷ τῷ Θεῷ, ὅλον καρποφόρον, ἀρετῶν πλῆρες, γνώσει πεφωτισμένον τῇ θείᾳ, μή ψωραλέον ἤ ὠτότμητον ἤ χωλόν ὅλως ἐπιφερόμενον. Οὕτω γάρ καί πολλούς σώσεις, τελείους ἐν τελείοις τοῖς ἔργοις ἀπεργαζόμενος, ἐν μηδενί μηδαμῶς λειπομένους, ὅλους ἁγνούς, καθαρούς ἀπό ῥυπαρῶν ἔργων τῷ Χριστῷ σου προσάγων, καί ἑαυτόν μεγάλων ἀξιώσεις τῶν ἄνωθεν ἀμοιβῶν, ὁμόσκηνος τῶν ἀποστόλων καί τῶν ποιμένων Χριστοῦ γενόμενος καί συμβασιλεύων αὐτῷ τῷ Υἱῷ τοῦ Θεοῦ εἰς ἀπεράντους αἰῶνας.
Κανών εὐθύς ὁ σός ἔστω βίος προκείμενος μέσον τῶν ἀδελφῶν καί πατέρων σου, ἵνα τά τῶν ἄλλων σκαμβά ἐν αὐτῷ ἀπευθύνωνται, μή φιλόϋλος, μή φιλόδοξος, μή φιλήδονος, μή φιλοτράπεζος, μή φίλοινος, μή πέρπερος ἤ εὐτράπελος ἤ φιλάργυρος, μή θυμώδης, μή κενόδοξος, μή ὑβριστής, μή μνησίκακος καί κακόν ἀντί κακοῦ ἀποδιδούς. Ἀλλ᾿ ἔστω μᾶλλον ἀκτήμων, μισόδοξος, μισῶν ἡδονήν πᾶσαν τοῦ βίου καί εὐπάθειαν τῆς σαρκός, ταπεινός, εὐτελής, εὐκατάνυκτος, προσηνής, πρᾷος, ἀόργητος, ἀφιλάργυρος, ἀπράγμων, ἥσυχος, εὐσταλής, ὑπομονητικός, πιστός, ἐγκρατής, ἐμμέριμνος, ἄγρυπνος, σπουδαῖος, ζηλωτής, φροντίδα ποιούμενος (260) τῶν καταπιστευθεισῶν σοι ψυχῶν ὡς οἰκείων μελῶν, εἰ δέοι δέ τιθείς καί τήν ψυχήν σου καθ᾿ ἑκάστην ὑπέρ αὐτῶν, μή προτιμώμενος ἕτερόν τι τῶν τοῦ κόσμου πραγμάτων τῆς ἀγάπης αὐτῶν. Καί γάρ ἐπεί τῶν λοιπῶν αὐτός προεκρίθης εἰς τό ποιμαίνειν τήν λογικήν ποίμνην τοῦ Δεσπότου σου καί Θεοῦ, δεῖ σε κατά τόν αὐτοῦ λόγον ἔσχατον πάντων εἶναι τῷ φρονήματι καί τῇ κατά Θεόν ταπεινώσει σου, ἵνα ὡς δυνατός μέν τά ἀσθενήματα βαστάζῃς τῶν ἀδυνάτων, ὡς δέ ἰατρός τά πάθη θεραπεύῃς καί τό νοσήματα τῶν νοσούντων κατά ψυχήν, ὡς δέ ποιμήν τό πλανώμενον ἐπιστρέφῃς καί τό καλῶς ἔχον πολύτοκον ἐργάζῃ ταῖς ἀρεταῖς, τό δέ ψώρας γέμον καί ἀνιάτως ἔχον τῆς ἀγέλης σου τέμνῃς τῆς λογικῆς, ἵνα μή καί τοῖς ὑγιέσι τῶν λογικῶν σου προβάτων μεταδῷ τοῦ νοσήματος.
Σπεῦδε οὖν ἐπαυξάνειν τό ποίμνιον τοῦ Δεσπότου σου. Μή πρός ἀνέσεις ἤ τρυφάς ἐκκλίνῃς τοῦ σώματος, μηδέ τό ἔριον καί τό στέαρ καταδαπανήσῃς κακῶς τῶν προβάτων Χριστοῦ, ἑαυτῷ μᾶλλον ἤ τοῖς ἀδελφοῖς σου τά τῆς μονῆς θησαυρίζων ἀπολαύσεως ἕνεκεν. Μή διά δόξαν ἀνθρωπίνην πράξῃς ἤ λέξῃς τι τῶν μή ἀνηκόντων τῇ μονῇ σου πραγμάτων, μή συνεχεῖς ἀγαπήσῃς τάς προόδους ποιεῖσθαι ἐν ἡμιόνοις πολυτιμήτοις καί τοῖς ἑπομένοις ὁμοῦ καί προάγουσιν. Ἀρκετόν γάρ σοι καί ἅπαξ τοῦ μηνός ἐξερχομένῳ τάς ἀναγκαιοτέρας ἐκτελεῖν διακονίας καί ὑποθέσεις τῆς ποίμνης σου, τάς δ᾿ ἄλλας οἱ διακονοῦντες ποιήσουσι, τό ἀπερίσπαστόν σοι διατηροῦντες ἐν τῇ διακονίᾳ τοῦ λόγου καί τῇ ἐπιμελείᾳ δηλονότι μετ᾿ εὐχῆς (261) προσκαρτεροῦντι τῶν ἀδελφῶν. Μή ἑαυτῷ μέν τραπέζας ἑτοιμάζῃς πολυτελεῖς, τοῖς δέ γε τέκνοις ταπεινάς καί ἀναρτύτους καί καταπεφρονημένας, ἀλλά κοινή μέν ἡ τράπεζα ἄνευ τινός ἀρρωστίας καί ὑπαντῆς φίλων, τῶν τοῦ αὐτοῦ σοι καί φρονήματος καί βίου, σοί τε καί τοῖς τέκνοις ἔστω· εἴτε διά λαχάνων ἐφθῶν καί σπερμάτων, εἴτε καί διά ἰχθύων ἅπαξ τῆς ἑβδομάδος κατά Κυριακήν ἡμέραν καί Δεσποτικήν ἑορτήν παρά τοῦ κελλαρίτου κοινῶς ἑτοιμάζεται.
Οὐκ ἔσῃ θυμῷ καί ὀργῇ καί κραυγῇ κατά τῶν σῶν φερόμενος τέκνων καί ἀδελφῶν ἄνευ τινός πράγματος κίνδυνον προξενοῦντος ψυχῆς, ἀλλά ἠπίῳ λόγῳ καί φθέγματι διδάξεις αὐτούς πῶς δεῖ περιπατεῖν ἕκαστον καί μέσον τῆς ἀδελφότητος ἀναστρέφεσθαι. Τούς νέους καί ἀστηρίκτους διδάξεις φείδεσθαι ἑαυτῶν τε καί τῶν λοιπῶν ἀδελφῶν, ἵνα μή πρόξενοι τοῖς ὁρῶσι γίνωνται βλάβης διά τε τοῦ βαδίσματος καί τῆς ἀκαταστασίας τῶν ἠθῶν καί τῆς παρρησίας καί τῶν ἀτάκτων τῆς νεότητος ἐπιτηδευμάτων. Τούς ἐν τῇ ἀσκήσει χρονίσαντας ἐν λόγῳ διδάξεις συνέσεως τήν ὑπομονήν τῶν ἐπερχομένων πειρασμῶν ἀπό τοῦ ἐχθροῦ, τήν ταπείνωσιν, τήν συντριβήν τῆς καρδίας, τήν κατάνυξιν, τά δάκρυα, τήν ἐπιμέλειαν καί παράστασιν τῆς εὐχῆς, τό μακάριον πένθος καί τοῦ εἶναι καί γίνεσθαι διά λόγου καί πράξεως τῶν λοιπῶν εἰς ὠφέλειαν. Τούς ἱερεῖς τήν εὐλάβειαν, τήν ἡσυχίαν, τήν μελέτην τῶν θείων Γραφῶν, τήν εἴδησιν ἀκριβῶς τῶν ἀποστολικῶν κανόνων καί παραδόσεων, τήν τῶν δογμάτων ὀρθότητα, τήν καθαρότητα τῆς καρδίας, τήν ἐπίμονον προσευχήν καί κατάνυξιν, (262) τήν τοῦ θείου βήματος ἐν φόβῳ Θεοῦ καί τρόμῳ παράστασιν, τό τῆς ἱεουρουργίας μυστήριον, τήν ἀποκάλυψιν τῶν τοῦ Θεοῦ μυστηρίων, ἐπειδή αὐτοῖς δέδοται γνῶναι τά μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν κατά τήν τοῦ Κυρίου φωνήν, ἵνα ὦσι πάσῃ ἀδελφότητι καί τοῖς ἔξω ἅλας θεῖον καί φῶς, λόγον ζωῆς ἐν ἑαυτοῖς ἔχοντες.
Εἰ δέ κατά τῶν ἀτάκτων δεῖ σέ ποτε ἐν ῥάβδῳ καί βακτηρίᾳ εὐλόγῳ κινηθῆναι θυμῷ πρός τό ἀνακοπήν τινα ποιήσασθαι τοῦ κακοῦ καί ἀναστεῖλαι λοιμώδη φθοράν ἐν αὐτοῖς, ἵνα μή ἐπί τό χεῖρον ἐπεκτανθῇ τά τῆς φαύλης ἐργασίας καί διαθέσεως, οὐδέ τοῦτο ἀπᾷδον ἐκρίθη τοῖς ἀποστόλοις ἐν ταῖς αὐτῶν διατάξεσι καί τοῖς θεοφόροις πατράσιν ἡμῶν. Πᾶσα γάρ κίνησις καί πᾶσα πρᾶξις ἡμῶν, ἡ κακίαν μέν ἀναστέλλουσα καί διώκουσα, δικαιοσύνῃ δέ βοηθοῦσα καί ἀρετῇ, ἐπαινετή τέ ἐστι καί θεάρεστος καί πᾶσιν εὐαπόδεκτος τοῖς δικαίοις. Καί μάρτυς Ἰησοῦς, φραγγελίῳ τύπτων τούς ἀτεράμονας Ἰουδαίους, ἐμπορίου οἶκον τόν οἶκον πεποιηκότας τῆς προσευχῆς, καί τάς τραπέζας τῶν κολλυβιστῶν ἀνατρέπων. Μή οὖν ἐν προσποιήσει πραότητος διά μόνον ἔπαινον τῶν ἀνθρώπων, μικροῦ τινος πράγματος παρ᾿ ἐντολήν Θεοῦ γενομένου ἐπί καταστροφῇ τῶν ἀποστολικῶν κανόνων καί διατάξεων καί ἐφ᾿ ὕβρει τοῦ εὐαγγελικοῦ βίου καί τῆς τῶν μοναχῶν καταστάσεως καταφρονήσῃς, ἀλλά τόν σόν μιμούμενος Ἰησοῦν καί Θεόν, (363) ἐμβρινώμενος καί ἑαυτόν ἀπαθῶς ἐκταράσσων, ἐκδίκησιν ποιοῦ τῶν ἐντολῶν τοῦ Θεοῦ καί τῶν τεθέντων κανόνων ὑπό τῶν ἀποστόλων αὐτοῦ. Ἔστω σοι μετά πάντων καί ἐπί τῇ ἐξετάσει τῶν λογισμῶν ἑκάστου ἀκρίβεια, ὡς ἄν εἰδείης τίνες μέν αὐτῶν συστάσεως δέονται τῆς τῶν εὐχομένων καί κοινωνούντων, τίνες δέ ἀφορισμοῦ καί τῆς μετά δακρύων μετανοίας καί στάσεως τῶν μετανοούντων, ἵνα μή τήν ἐκκλησίαν Θεοῦ ἀντί ναοῦ ἁγίου σπήλαιον ληστῶν ἤ πορνεῖον ἐν ἀγνοίᾳ ἤ γνώσει ποιήσῃς κατά προσπάθειαν, καί οὐκ ἐκφεύξῃ τό φοβερόν ἐπί τούτῳ κρίμα τῆς ὀργῆς τοῦ Θεοῦ.
Ἴσθι γάρ ὅτι ἑκάστῳ τῶν τοιούτων κατάλληλον οἱ αὐτόπται τοῦ Λόγου καί μαθηταί τόν τόπον εἰκότως ἀπένειμον. Καί δεῖ σε τῆς ἀναγνώσεως μᾶλλον τῶν διατάξεων καί τῶν κανόνων αὐτῶν ἐπιμελῶς ἔχεσθαι, ἵνα εἰδώς ἔσῃ τίνα τά τῶν εἰς Χριστόν πιστευόντων εἰσί κεκρυμμένα μυστήρια, καί μή σφάλῃ ποιῶν τά μή τῇ θεοσεβείᾳ προσήκοντα. “Εὐλαβεῖς ποιήσεις” κατά τό γεγραμμένον “τούς πνευματικούς σου υἱούς” καί διδάξεις αὐτούς εὐλαβεῖσθαι ἀπό τῶν ἱερῶν τε καί θείων τόπων ὁμοῦ καί σκευῶν τοῦ ἡγιασμένου ναοῦ τοῦ Θεοῦ καί τῆς λειτουργίας αὐτοῦ, ἐπειδή γέγραπται· “Μακάριος ἄνθρωπος ὁ πάντα δι᾿ εὐλάβειαν καταπτήσσων”. Μόνοις γάρ, ἴσθι, τοῖς ἱερωμένοις καί τοῖς ἐξ ἀγώνων καί μετανοίας διά δακρύων καθαρθεῖσι πολλῶν καί τῶν ἀχράντων μετέχουσι μυστηρίων Χριστοῦ ἡγιασμένοις καί εὐλαβεστάτοις (264) τῶν μοναχῶν ἡ λειτουργία τῶν τοιούτων καί τό ἅπτεσθαι αὐτῶν παρά τῶν πατέρων καί ἀποστόλων ἀφιερώθη. Οὐ συγχωρήσεις πᾶσι καί τοῖς βουλομένοις τήν τοῦ θείου βήματος εἴσοδον, ἀλλ᾿ ἤ μόνοις, ὡς εἴρηται, τοῖς ἱερωμένοις καί ἡγιασμένοις τῶν εὐλαβεστέρων ἀδελφῶν καί πατέρων σου, τοῖς δέ λοιποῖς καί ἀτάκτως περιπατοῦσι τῶν ἀδελφῶν - ὅρα τί σοί λέγεται - ἀποκλείσεις αὐτήν. Πολλοί γάρ, εὖ ἴσθι, ἐκ τῆς τῶν τοιούτων καταφρονήσεως τέμνονται τῆς παρούσης ζωῆς, καί πάντως παρορῶντός σου τοῦτο γίνεσθαι, τό αἷμα τῶν τεμνομένων διά τοῦτο τῆς ζωῆς ἐκ τῶν χειρῶν σου ἀπαιτηθήσεται.
Ταῦτα, ὦ ποιμήν τῶν προβάτων Χριστοῦ, καί τούτων ἔτι πλείονα, ἅ εἰδέναι ἀκριβῶς καί ποιεῖν σπουδαίως ὀφείλεις εἰς φυλακήν τοῦ ποιμνίου σου. Τοιγαροῦν καί εἰ σαυτόν ἔγνως εἰς τοσαύτην ἐλάσαντα ἱκανότητα καί τοιούτων εὐμοιρήσαντα χαρισμάτων, ὡς ἐκ μόνου τοῦ ἐκλάμποντος ἀπό σοῦ φωτός τῶν καλῶν ἔργων καί τῆς ἐνθέου σοφίας καί γνώσεως φωτίζεσθαι πάντας τούς πλησιάζοντάς σοι τῶν ἰδίων καί ἀλλοτρίων, ποίμαινε θαρρῶν τά πρόβατα Χριστοῦ τῷ ἐπιστήμονι λόγῳ τῆς δοθείσης σοι χάριτος ἐμπράκτως, κατά τόν ὅρον καί νόμον τόν προαποδοθέντα σοι ἄνωθεν, καί βόσκε τά ἀρνία αὐτοῦ εἰς νομάς σωτηρίους τῶν αὐτοῦ ἐντολῶν, ἕως οὗ αὐξηνθῶσι καί εἰς μέτρον ἡλικίας ἀναδράμωσι τοῦ πληρώματος τοῦ Χριστοῦ, καί ἕξεις (265) πολύν ἐξ αὐτοῦ τόν μισθόν τοῦ γενέσθαι τῶν αὐτοῦ ἀποστόλων σύνθρονος καί ὁμόσκηνος· εἰ δ᾿ οὖν, ἀλλά συστάληθι πρός ἑαυτόν, εἴ τί μοι πείθῃ κηδομένῳ τῆς σωτηρίας σου, ἐπειδή ὁ Θεός ἡμῶν πῦρ καταναλίσκον ἐστί, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.
Πηγή: Ὀρθόδοξοι Πατέρες
Ένας αδελφός πολεμήθηκε από τον δαίμονα της πορνείας, και κάποτε που περνούσε από κάποια κωμόπολη της Αιγύπτου, έτυχε να δει μια γυναίκα όμορφη, θυγατέρα του ιερέα των ειδωλολατρών, και αμέσως την ερωτεύτηκε. Πήγε λοιπόν στον πατέρα της και του είπε: «Δώσε μου την κόρη σου για γυναίκα». Εκείνος του αποκρίθηκε: «Δεν μπορώ να σου τη δώσω, πριν συμβουλευτώ τον θεό μου».
Πήγε λοιπόν στον δαίμονα (*) και τον ρώτησε: «Ήρθε κάποιος μοναχός και θέλει την κόρη μου. Να του τη δώσω;» Ο δαίμονας αποκρίθηκε: «Ρώτησέ τον αν αρνείται τον Θεό του και το βάπτισμα και τη μοναχική υπόσχεση». Γύρισε λοιπόν στον αδελφό ο ιερέας των δαιμόνων και του είπε: «Αρνείσαι τον Θεό σου και το βάπτισμα και τη μοναχική υπόσχεση;» Ο αδελφός συμφώνησε, και αμέσως είδε κάτι σαν περιστέρι να βγαίνει από το στόμα του και να πετά στον ουρανό.
Ξαναπήγε ο ιερέας στον δαίμονα και του είπε: «Εντάξει, συμφώνησε». Τότε ο δαίμονας του αποκρίθηκε: «Μην του δώσεις την κόρη σου για γυναίκα, γιατί ο Θεός του δεν απομακρύνθηκε από αυτόν, αλλά ακόμη τον βοηθά». Ξαναγύρισε λοιπόν ο μιαρός ιερέας και είπε στον αδελφό: «Δεν μπορώ να σου τη δώσω, γιατί ο Θεός σου είναι μαζί σου και ακόμη σε βοηθά».
Όταν το άκουσε ο αδελφός, ήρθε σε κατάνυξη και συλλογίστηκε: «Ενώ ο Θεός με αξίωσε να λάβω τόσο πολλά αγαθά, από την αγαθότητά του και μόνο, εγώ ο άθλιος και ταλαίπωρος αρνήθηκα και αυτόν και το βάπτισμα και τη μοναχική υπόσχεση. Και αυτός με βοηθά και ακόμη δεν απομακρύνθηκε από εμένα που τον πρόδωσα με τέτοιον τρόπο. Δεν πρέπει λοιπόν και εγώ να καταφύγω σε αυτόν, έχοντας θάρρος στην άπειρη αγαθότητά του;»
Συνετισμένος λοιπόν κατευθύνθηκε στην έρημο, πήγε σε κάποιον γέροντα και του διηγήθηκε το γεγονός. Και ο γέροντας του είπε: «Κάθισε μαζί μου στη σπηλιά και νήστεψε τρεις εβδομάδες «ζευγάρια», δηλαδή δύο μέρες νηστικός και την τρίτη λίγο να τρως, και εγώ θα παρακαλέσω για χάρη σου τον Θεό». Πραγματικά, ο γέροντας κοπίασε πολύ για χάρη του αδελφού και παρακάλεσε τον Θεό λέγοντας: «Σε παρακαλώ, Κύριε, χάρισέ μου αυτή την ψυχή, και δέξου τη μετάνοιά της». Και ο Θεός τον άκουσε.
Μετά τη μία εβδομάδα πήγε ο γέροντας στον αδελφό και τον ρώτησε: «Είδες τίποτε;» «Ναι», αποκρίθηκε εκείνος, «είδα το περιστέρι ψηλά στον ουρανό επάνω από το κεφάλι μου». Και ο γέροντας του είπε: «Πρόσεχε τον εαυτό σου και παρακάλεσε θερμά τον Θεό» και τον άφησε πάλι μόνο.
Όταν πέρασε και η δεύτερη εβδομάδα, πήγε πάλι ο γέροντας στον αδελφό και τον ξαναρώτησε: «Είδες τίποτε;» Εκείνος απάντησε: «Είδα το περιστέρι κοντά στο κεφάλι μου». Ο γέροντας τον συμβούλεψε και πάλι να προσέχει και να προσεύχεται και έφυγε.
Με τη συμπλήρωση και της τρίτης εβδομάδας ο γέροντας πήγε και του είπε: «Μήπως είδες τίποτε άλλο;» «Είδα», αποκρίθηκε, «ότι το περιστέρι ήρθε και κάθισε στο κεφάλι μου. Άπλωσα το χέρι μου να το πιάσω, και αυτό μπήκε στο στόμα μου».
Ακούγοντάς το ο γέροντας ευχαρίστησε τον Θεό και είπε στον αδελφό: «Αυτό δείχνει ότι ο Θεός δέχτηκε τη μετάνοιά σου. Στο εξής να προσέχεις τον εαυτό σου». Και εκείνος είπε: «Από εδώ και πέρα θα μείνω μαζί σου, αββά, και δεν θα σε αποχωριστώ ως τον θάνατό μου». Και έμεινε πλέον ο αδελφός με τον γέροντα αχώριστος.
(*) Στους ασκητικούς, και γενικά στους χριστιανούς συγγραφείς, είναι κοινή η πεποίθηση, βασισμένη στην Παλαιά Διαθήκη, ότι οι θεοί των εθνών είναι δαιμόνια (Ψαλμ. 95:5).
Πηγή: (Από το βιβλίο: ΕΥΕΡΓΕΤΙΝΟΣ, τόμος Α’, Υπόθεση Α’, σελ. 45. Εκδόσεις “Το Περιβόλι της Παναγίας”, Θεσσαλονίκη 2001), Η άλλη όψη
Τὸ νὰ μὴν ἐμπιστεύεσαι τὸν ἑαυτόν σου (1) , ἀγαπητέ μου ἀδελφέ, εἶναι τόσο ἀναγκαῖο σε αὐτὸν τὸν πόλεμο, ποὺ χωρὶς αὐτό, νὰ εἶσαι βέβαιος, ὅτι, ὄχι μόνον δὲν θὰ μπορέσεις νὰ πετύχεις τὴ νίκη ποὺ ἐπιθυμεῖς, ἀλλ᾿ οὔτε κἂν νὰ ἀντισταθεῖς στὸ παραμικρὸ καὶ αὐτό, ἂς τυπωθεῖ καλὰ στὸ νοῦ σου.
Γιατὶ, ἐμεῖς πράγματι, ὄντας φυσικὰ διεφθαρμένοι ἀπὸ τὴ φύσι μας ἀπὸ τὸν καιρὸ τῆς παραβάσεως τοῦ Ἀδάμ, ἔχουμε σὲ μεγάλη ὑπόληψι τὸν ἑαυτό μας, ἡ ὁποία ἂν καὶ δὲν εἶναι ἀλήθεια, παρὰ ἕνα ψέμα καὶ τίποτα ἄλλο, ἐμεῖς ὅμως, νομίζουμε μὲ μία ἀπατηλὴ ἐντύπωση, πὼς εἴμαστε κάποιοι (2) . Αὐτὸ εἶναι ἕνα ἐλάττωμα, ποὺ πολὺ δύσκολα ἀναγνωρίζεται, καὶ ποὺ δὲν ἀρέσει στὸ Θεό, ὁ ὁποῖος ἀγαπᾷ νὰ ἔχουμε ἐμεῖς μία γνῶσι χωρὶς δόλο γι᾿ αὐτὴ τὴν βεβαιότατη ἀλήθεια.
Δηλαδή, νὰ ξέρουμε, ὅτι κάθε χάρι καὶ ἀρετὴ ποὺ ἔχουμε, προέρχεται ἀπὸ αὐτὸν μόνο, ποὺ εἶναι ἡ πηγὴ κάθε ἀγαθοῦ καὶ ὅτι, ἀπὸ μᾶς, δὲν μπορεῖ νὰ προέλθη κανένα καλό, οὔτε κανένας καλὸς λογισμός, ποὺ νὰ τοῦ ἀρέσῃ. Ἂν καὶ αὐτὴ ἡ ἀναγκαιότατη ἀλήθεια (δηλαδή, τὸ νὰ μὴ πιστεύουμε στὸν ἑαυτόν μας) εἶναι ἔργο τοῦ θεϊκοῦ του χεριοῦ, ποὺ συνηθίζει νὰ τὸ δίνη στοὺς ἀγαπημένους του φίλους, πότε μὲ ἐμπνεύσεις καὶ φωτισμούς, πότε μὲ σκληρὰ μαστιγώματα καὶ θλίψεις, πότε μὲ βίαιους καὶ σχεδὸν ἀνίκητους πειρασμούς, καὶ πότε μὲ ἄλλα μέσα, ποὺ ἐμεῖς δὲν καταλαβαίνουμε· μὲ ὅλα αὐτά, θέλει νὰ γίνεται καὶ ἀπὸ μέρους μας ἐκεῖνο, ποὺ ἀνήκει, καὶ εἶναι δυνατὸν σὲ μᾶς. Γι᾿ αὐτὸ λοιπόν, ἀδελφέ μου, σοῦ σημειώνω ἐδῶ τέσσερεις τρόπους, μὲ τοὺς ὁποίους μπορεῖς, μὲ τὴ βοήθεια τοῦ Θεοῦ, νὰ πετύχης αὐτὴ τὴν ἀμφιβολία τοῦ ἑαυτοῦ σου, δηλαδή, τὸ νὰ μὴν ἐμπιστεύεσαι ποτὲ τὸν ἑαυτό σου.
Ὁ α´ εἶναι τὸ νὰ γνωρίσῃς τὴν μηδαμινότητά σου (3) καὶ νὰ σκεφθῇς, ὅτι ἀπὸ μόνος σου δὲν μπορεῖς νὰ κάνῃς κανένα καλό, γιὰ τὸ ὁποῖο νὰ γίνῃς ἄξιος της βασιλείας τῶν οὐρανῶν.
Ὁ β´ τὸ νὰ ζητῇς γι᾿ αὐτὸ πολλὲς φορὲς βοήθεια ἀπὸ τὸν Θεὸ μὲ θερμὲς καὶ ταπεινὲς δεήσεις, ἐπειδὴ αὐτὸ εἶναι χάρισμα δικό Του· καὶ ἂν θέλῃς νὰ τὸ πάρης, πρέπει πρῶτα νὰ σκεφθῇς τὸν ἑαυτό σου, ὄχι μόνο γυμνὸ ἀπὸ αὐτὴ τὴ γνῶσι τοῦ ἑαυτοῦ σου, ἀλλὰ καὶ κατὰ τὰ πάντα ἀδύνατο νὰ τὴν ἀπόκτησεις· ἔπειτα, νὰ μιλᾷς μὲ οἰκειότητα πολλὲς φορὲς μπροστὰ στὴ μεγαλειότητα τοῦ Θεοῦ, καὶ πιστεύω σταθερά, ἐξ αἰτίας τοῦ πελάγους τῆς εὐσπλαγχνίας του, θὰ σοῦ τὴν δώσῃ, ὅταν αὐτὸς γνωρίσῃ, μὴν ἀμφιβάλλῃς καθόλου, ὅτι θὰ τὴν ἀπολαύσεις.
Ὁ γ´ τρόπος, εἶναι τὸ νὰ συνηθίσῃς νὰ φοβᾶσαι πάντα τὸν ἑαυτό σου· νὰ φοβᾶσαι τοὺς ἀναρίθμητους ἐχθρούς, στοὺς ὁποίους, δὲν εἶσαι δυνατὸς νὰ κάνῃς οὔτε τὴν παραμικρὴ ἀντίστασι, νὰ φοβᾶσαι τὴ πολὺ δυνατή τους συνήθεια στὸ νὰ πολεμοῦν τὶς πανουργίες, τὰ στρατηγήματά τους, τὶς μεταμορφώσεις τους σὲ ἀγγέλους φωτός· τὰ ἀναρίθμητα τεχνάσματα καὶ παγίδες, ποὺ σοῦ στήνουν κρυφὰ στὸν ἴδιο τὸ δρόμο τῆς ἀρετῆς.
Ὁ δ´ τρόπος εἶναι, ὅταν πέσῃς σὲ κανένα ἐλάττωμα νὰ σκεφθῇς καθαρὰ τὴν ἀπόλυτη ἀδυναμία σου· ἐπειδή, γι᾿ αὐτὸ τὸ σκοπὸ παραχώρησε ὁ Θεὸς νὰ πέσῃς, γιὰ νὰ μάθης καλύτερα τὴν ἀσθένεια σου (4) καὶ ἔτσι νὰ μάθης, ὄχι μόνο νὰ περιφρονῇς ἐσὺ ὁ ἴδιος τὸν ἑαυτό σου σὰν ἕνα τίποτα, ἀλλὰ καὶ νὰ θέλῃς νὰ σὲ καταφρονοῦν καὶ οἱ ἄλλοι σὰν τέτοιου εἴδους ἀσθενῆ. Γιατὶ χωρὶς αὐτὴ τὴν θέλησι, δὲν εἶναι δυνατὸ νὰ γίνῃ αὐτὴ ἡ ἐνάρετη δυσπιστία τοῦ ἑαυτοῦ σου, ἡ ὁποία ἔχει τὸ θεμέλιό της στὴν ἀληθινὴ ταπείνωσι καὶ στὴν προλεγόμενη ἔμπρακτη γνῶσι τῆς δοκιμῆς.
Ὁπότε, καθ᾿ ἕνας βλέπει πόσο ἀπαραίτητο εἶναι σ᾿ ἐκεῖνον ποὺ θέλει νὰ ἑνωθῇ μὲ τὸ οὐράνιο φῶς, τὸ νὰ γνωρίσῃ τὸν ἑαυτό του, τὴν ὁποία γνῶσι συνηθίζει νὰ τὴν δίνη ἡ εὐσπλαγχνία τοῦ Θεοῦ στοὺς ὑπερήφανους καὶ προληπτικούς, μέσα ἀπὸ τὶς πτώσεις, ἀφίνοντάς τους δηλαδὴ μὲ δίκαιο τρόπο νὰ πέφτουν σὲ κανένα ἐλάττωμα (ἀπὸ τὸ ὁποῖο νομίζουν πὼς ἠμποροῦν νὰ φυλαχτοῦν) γιὰ νὰ γνωρίσουν τὴν ἀδυναμία τους, καὶ νὰ μὴ ἐπιστεύωνται πλέον στὸν ἑαυτόν τους καθόλου.
Ἀλλὰ αὐτὸ τὸ μέσο, τὸ τόσο ἄθλιο καὶ ἀναγκαστικό, δὲν συνηθίζει νὰ τὸ μεταχειρίζεται πάντοτε ὁ Θεός, παρά, ὅταν τὰ ἄλλα μέσα, τὰ πιὸ ἐλεύθερα, ὅπως εἴπαμε, δὲν προξενοῦν στὸν ἄνθρωπο αὐτὴ τὴν ἐπίγνωσι τοῦ ἑαυτοῦ του· γιατὶ τότε παραχωρεῖ νὰ πέσῃ ὁ ἄνθρωπος σὲ σφάλματα τόσο μεγαλύτερα ἢ μικρότερα, ὅσο εἶναι μεγαλύτερη ἢ μικρότερη καὶ ἡ ὑπερηφάνεια καὶ ἡ ὑπόληψις, ποὺ ἔχει γιὰ τὸν ἑαυτό του· ὥστε, ὅπου δὲν ὑπάρχει καμία ἀπολύτως ὑπόληψις, καθὼς συνέβη στὴν Παρθένο Μαρία, ἐκεῖ δὲν ὑπάρχει παρομοίως οὔτε καὶ καμία πτῶσις· λοιπόν, ὅταν ἐσὺ πέσεις, τρέξε ἀμέσως μὲ τὸν λογισμὸ στὴ ταπεινὴ γνῶσι τοῦ ἑαυτοῦ σου, καὶ μὲ ἐπίμονη προσευχὴ ζήτησε ἀπὸ τὸ Θεὸ νὰ σοῦ δώσῃ τὸ ἀληθινὸ φῶς, γιὰ νὰ γνωρίσῃς τὴν μηδαμινότητά σου καὶ νὰ μὴν δείχνῃς ἐμπιστοσύνη καθόλου στὸν ἑαυτόν σου, ἐὰν θέλῃς νὰ μὴ πέσῃς πάλι καὶ μάλιστα σὲ μεγαλύτερη βλάβη καὶ φθορά.
1. Ὁ προφήτης Ἱερεμίας καταραμένο ὀνομάζει καὶ ἀποστάτη τοῦ Θεοῦ, ἐκεῖνον ποὺ θαρρεύεται καὶ ἐλπίζει στὸν ἑαυτό του λέγοντας: «Τάδε λέγει Κύριος· Ἐπικατάρατος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ ἐπ᾿ αὐτόν, καὶ ἀπὸ Κυρίου ἀποστῆ ἡ καρδιὰ αὐτοῦ» (ιζ᾿ 5). Αὐτὸ τὸ ρητὸ ἐρμηνεύοντας ὁ μέγας Βασίλειος λέγει ὅτι γιὰ αὐτόν, ποὺ ἔχει τὴν ἐλπίδα αὐτοῦ πάνω σὲ ἄνθρωπο, φανέρωσε ὁ προφήτης τὸ νὰ μὴν ἐλπίζουμε σὲ ἄλλον μὲ τὸ νὰ νὰ στηρίζῃ τὴ σάρκα ὁ βραχίονας αὐτοῦ, ἐφανέρωσε τὸ νὰ ἐλπίζουμε στὸν ἑαυτό μας· καὶ τὰ δυὸ δὲ αὐτὰ τὰ ὠνόμασε ἀποστασία ἀπὸ τὸν Θεὸν (βλ. κατὰ πλάτος, μβ´). Καὶ μὲ ἄλλον τρόπο τὸ ρητὸ αὐτὸ ἐρμηνευόντας, συμπεραίνει ὅτι εἶναι καταραμένος καὶ ἀποστάτης, ἐκεῖνος, ποὺ ἐλπίζει στὸν ἑαυτό του. Γιατὶ, λέει, ὅτι ὅποιος ἐλπίζει στὸν ἄνθρωπο εἶναι καταραμένος καὶ τοῦ Θεοῦ ἀποστάτης. Βλέπε καὶ ἐδῶ πόσο ἄριστη εἶναι ἡ τάξις, ποὺ χρησιμοποιεῖ τὸ βιβλίο αὐτό, γιατὶ ἀρχίζει τὸν πόλεμο ἀπὸ τὴν φιλαυτία, ἡ ὁποία εἶναι ἡ προκαταρκτικὴ αἰτία καὶ ἡ ρίζα καὶ ἡ ἀρχὴ ὅλων τῶν ἄλλων παθῶν καὶ κακιῶν.
2. Τὸ νὰ νομίζουμε ὅτι εἴμαστε κάποιοι, αὐτὸ ὀνομάζεται ὑπερηφάνεια (οἴησις), ἡ ὁποία εἶναι ἕνα πάθος, ποὺ γεννιέται μὲν ἀπὸ τὴν φιλαυτία, γεννᾷ δὲ αὐτὰ πάλι καὶ γίνεται ρίζα καὶ ἀρχὴ καὶ αἰτία ὅλων τῶν ἄλλων παθῶν, τόσο δὲ λεπτὸ καὶ κρυφὸ πάθος εἶναι ἡ οἴησις αὐτή, σὲ τρόπο πού, γιὰ τὴν πολλὴ λεπτότητά του, οὔτε τὸ αἰσθάνονται καθόλου ἐκεῖνοι ποὺ τὸ ἔχουν, ὅσο ὅμως εἶναι λεπτὸ καὶ κρυφό, τόσο εἶναι καὶ μεγάλο κακό. Γιατὶ, τὴν πρώτη ἐκείνη πόρτα τοῦ νοῦ, ἀπὸ τὴν ὁποία πρόκειται νὰ μπῆ ἡ χάρις τοῦ Θεοῦ καὶ νὰ κατοικήσῃ στὸν ἄνθρωπον, αὐτὸ τὸ καταραμένο πάθος στέκεται καὶ τὴν κλείνει καὶ δὲν ἀφήνει τὴν χάρι νὰ μπῆ, ἡ ὁποία δίκαια ἀναχωρεῖ· γιατί πῶς μπορεῖ νὰ ἔρθει ἡ χάρις νὰ φωτίσῃ ἢ νὰ βοηθήσῃ τὸν ἄνθρωπο ἐκεῖνο, ποὺ νομίζει πὼς εἶναι κάτι μεγάλο; πὼς εἶναι σοφός; καὶ πὼς δὲν ἔχει ἀνάγκη ἀπὸ ἄλλη βοήθεια; ὁ Κύριος νὰ μᾶς λυτρώσῃ ἀπὸ τέτοιο ἑωσφορικὸ πάθος καὶ ἀρρώστια, αὐτοὺς ποὺ ἔχουν τὸ πάθος αὐτὸ τῆς περηφανίας· τὴν βασανίζει ὁ Θεὸς μὲ τὸν προφήτη, λέγοντας· «Ἀλοίμονο σ᾿ ἐκείνους ποὺ νομίζουν ὅτι εἶναι σοφοί» (Ἡσ. 5,21)· καὶ ὁ Ἀπόστολος μᾶς παραγγέλνει αὐτό· «Μὴν ἔχετε τὴν ψευδαίσθησι ὅτι εἶσθε σοφοί» (Ρωμ. 12,16)· καὶ ὁ Σολομώντας «Μὴ νομίζῃς σοφὸ τὸν ἑαυτό σου» (Παρ. 3,7).
3. Γι᾿ αὐτὸ λέει ὁ θεῖος Χρυσόστομος, ὅτι ὅποιος νομίζει τὸν ἑαυτό του ὅτι δὲν εἶναι τίποτα, ἐκεῖνος περισσότερο ἀπὸ ὅλους γνωρίζει τὸν ἑαυτόν του· «οὗτος μάλιστα ἐστὶν ὁ ἑαυτὸν εἰδώς, ὁ μηδὲν ἑαυτὸν εἶναι νομίζων». Ὁ δὲ θεῖος Μάξιμος «Ἀρετῆς ὄρος ἐστίν, ἡ τῆς ἀνθρωπινῆς ἀσθενείας κατ᾿ ἐπίγνωσιν πρὸς τὴν θείαν δύναμιν ἕνωσις» (κεφ. οθ᾿ τῆς Ι᾿ ἑκατονταδ. Φιλοκαλ.). Ὁ δὲ Πέτρος ὁ Δαμασκηνός· «οὐδὲν κρειττον τοῦ γνῶναι τὴν οἰκείαν ἀσθένειαν καὶ ἀγνωσίαν, οὐδὲ χεῖρον τοῦ ταύτην ἁγνοεῖν» (Φιλοκ. σελ. 611. Περὶ τοῦ μὴ ἀπογινώσκειν).
4. Ὄχι μόνον ὅταν πέσῃ κάποιος σὲ κανένα ἁμάρτημα, ἀλλὰ καὶ ὅταν πέσῃ σὲ διάφορες δυστυχίες, περιστάσεις καὶ θλίψεις, καὶ μάλιστα σὲ ἀσθένειες σωματικὲς καὶ πολυχρονίους, πρέπει νὰ γνωρίζῃ τὴν ταπεινὴ γνῶσι τοῦ ἑαυτοῦ του καὶ τῆς ἀδυναμίας του, καὶ νὰ ταπεινώνεται, γιατὶ γι᾿ αὐτὸ τὸ σκοπὸ παραχωροῦνται ἀπὸ τὸ Θεὸ νὰ μᾶς ἔρχονται ὅλοι ἁπλὰ οἱ πειρασμοὶ οἱ ἀπὸ τοῦ διαβόλου, οἱ ἀπὸ τῶν ἀνθρώπων καὶ οἱ ἀπὸ τῆς φύσεως. Ὁπότε καὶ ὁ Ἀπόστολος αὐτὸ τὸ σκοπὸ σκεπτόμενος, ἔλεγε ὅτι γι᾿ αὐτὸ καὶ μόνο αὐτὸ ἀκολούθησαν οἱ στὴν Ἀσία θανατηφόροι πειρασμοί. «Ἀλλ᾿ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾿ ἑαυτοῖς, ἀλλ᾿ ἐπὶ τῷ Θεῷ, τῷ ἐγείροντι τοὺς νεκρούς» (Β´ Κορ. α´ 9). Καὶ γιὰ νὰ πῶ μὲ συντομία ὅποιος θέλει νὰ γνωρίσῃ τὴν ἀσθένειά του στὴν πρᾶξι, ἂς παρατηρήσῃ, ὄχι πολὺ χρόνο, ἀλλὰ μιᾶς μόνο ἡμέρας τοὺς λογισμοὺς καὶ τὰ λόγια καὶ τὰ ἔργα, ποὺ σκέφθηκε καὶ μίλησε καὶ ἔκανε καὶ βρίσκοντας ὅτι οἱ περισσότεροί του λογισμοὶ καὶ τὰ λόγια καὶ τὰ ἔργα εἶναι λανθασμένα, στραβά, ἀνόητα καὶ κακά, ἀπὸ τὴν δοκιμὴ αὐτὴ θὰ καταλάβη πόσο εἶναι ἀσθενὴς ὁ ἑαυτός του καὶ ἀπὸ τὴν κατανόηση αὐτὴ καὶ τὴν ἀληθινὴ γνῶσι, ὁπωσδήποτε θὰ ταπεινωθῇ, καὶ στὸ ἑξῆς δὲν θὰ ἐλπίζῃ στὸν ἑαυτό του. Ὄχι λιγώτερο ἀπὸ αὐτὰ ποὺ εἴπαμε πιὸ πάνω, θὰ μᾶς φέρῃ στὴν ἐπίγνωσι τῆς ἀσθένειάς μας, ἡ ὑλικὴ ἀρχὴ τοῦ εἶναι μας, δηλαδή, ὅταν σκεφτοῦμε πὼς τὸ εἶναι μας,...
Πηγή: (Ἀόρατος Πόλεμος - Μέρος 1ον - Ἅγιος Νικόδημος ὁ Ἁγιορείτης), Ορθόδοξοι Πατέρες
Ιωάννης Θαλασσινός, Διευθυντής Π.Ε.ΦΙ.Π. 04-10-2017
Ποιός ἄραγε θυμᾶται τή θλιβερή ἐπέτειο τῆς ψήφισης, ἀπό τή Βουλή τῶν Ἑλλήνων, τοῦ ἐπαίσχυντου...
Χριστιανική Εστία Λαμίας 03-10-2017
Οἱ μάσκες ἔπεσαν γιά ἀκόμα μιά φορά. Ἑταιρεῖες γνωστές στούς Ἕλληνες καταναλωτές ἀφαίρεσαν ἀπό τά...
TIDEON 21-12-2015
Επιμένει να προκαλεί Θεό και ανθρώπους η ελληνική Κυβέρνηση, ψηφίζοντας στις 22 Δεκεμβρίου 2015 ως...
Tideon 14-12-2015
Η Κυβέρνηση μας μίλησε για την «αναγκαιότητα» και για τα πλεονεκτήματα της «Κάρτας του Πολίτη»...
TIDEON 27-08-2014
Λαμβάνουν διαστάσεις καταιγισμού οι αντιδράσεις πλήθους φορέων και πολιτών για το λεγόμενο «αντιρατσιστικό» νομοσχέδιο το...
tideon.org 02-05-2013
Kαταθέτουμε την αρνητική δήλωση μας προς τον Εθνικό Οργανισμό Μεταμοσχεύσεων (ΕΟΜ). Ο νόμος αφήνει πολλά...
Tideon 31-12-2012
Ποια είναι η λύση αν πλήρωσες «τσουχτερές» τιμές στο Κυλικείο του Νοσοκομείου, του Αεροδρομίου, του...
Νικόλαος Ἀνδρεαδάκης, ὁδηγός 03-04-2012
Εἶμαι νέος μὲ οἰκογένεια, ἔχω ὅλη τὴ ζωὴ μπροστά μου… Λόγῳ ἐπαγγέλματος ἔχω τὴ δυνατότητα...
tideon 07-11-2011
ΜΝΗΜΟΝΙΟ: Δεν ξεχνώ αυτούς που παρέδωσαν αμετάκλητα και άνευ όρων την ΕΘΝΙΚΗ ΚΥΡΙΑΡΧΙΑ και έκαναν...
ΚΑΤΑΛΑΒΕΣ ΤΩΡΑ ... 15-02-2011
Κατάλαβες τώρα ... γιατί σε λέγανε «εθνικιστή» όταν έλεγες πως αγαπάς την Πατρίδα σου; Για να...
ΤΡΑΠΕΖΑ ΙΔΕΩΝ 25-12-2010
Τώρα πια γνωρίζω τους 10 τρόπους που τα ΜΜΕ μου κάνουν πλύση εγκεφάλου και πώς...