Ἅγιος Συμεὼν ὁ Νέος Θεολόγος: Λόγος κζ΄ Περί τοῦ μή ἀμελῶς ἔχειν περί τήν ἐργασίαν τῶν τοῦ Θεοῦ ἐντολῶν, μηδέ καταφρονεῖν μιᾶς καί μόνης αὐτῶν, ἀλλ᾿ ἀγωνίζεσθαι τηρεῖν ὁμοῦ πάσας, ἵνα μή ὡς καταφρονηταί ἔξω τοῦ νυμφῶνος ἀποκλεισθῶμεν.

agios symewn o neos theologos 01


Ἀδελφοί καί πατέρες, οὐκ ἀκούετε τοῦ Κυρίου καί τῶν ἀποστόλων αὐτοῦ βοώντων· “Ἐάν τις, φησί, τόν νόμον ὅλον φυλάξῃ, πταίσῃ δέ ἐν ἑνί, γέγονε πάντων ἔνοχος”, καί πάλιν· “Ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται”; Καί ἵνα σαφέστερον ὅ λέγει ποιήσῃ, ἐπάγει λέγων· “Ὧ γάρ τις ἥττηται, τούτῳ καί δεδούλωται”. Ὥστε, ἀδελφοί, ὁ ἑνί καί τῷ τυχόντι πάθει δουλούμενος, ὑπ᾿ αὐτοῦ καί δεσπόζεται καί ταῖς ἐντολαῖς τοῦ Κυρίου ὑπακούειν οὐ δύναται· πῶς γάρ, ὑπό ἀλλοτρίου δεσπότου κυριευόμενος; Διά τί δέ καί ἀφ᾿ ἑαυτῶν οὐ συνορῶμεν ἡμεῖς τῶν δεσποτικῶν καί ἀποστολικῶν ῥημάτων τήν ἀληθῆ δύναμιν, ἐκ τῶν ὁρωμένων ταύτην καλῶς στοχαζόμενοι;

(341) Βλέπομεν γάρ ὅτι οἱ ἐν πελάγει πλέοντες οὐχί ἐάν τόσα ἤ τόσα στάδια πλεύσωσιν, εἶτα ἐγγύς που πρός τόν λιμένα γενόμενοι κινδύνῳ περιπέσωσι, ἀλλ᾿ οἱ τόν λιμένα φθάσαντες καί τῇ χέρσῳ ἀποδοθέντες σωθῆναι λέγονται· οὕτω καί οἱ ἐν ὁδῷ περιπατοῦντες καί πρός πόλιν τινά καταλαβεῖν σπεύδοντες, οὐχί ἐάν τόνδε τόν ποταμόν διαπεράσωσι καί τόδε τό ὄρος διέλθωσι κἀκείνους τούς ληστάς διαβάντες ἐκφύγωσι, μετά δέ ταῦτα ἑτέρῳ τινί ἀνδροφόνῳ ἤ θηρίῳ ἐντυχόντες παρ᾿ ἐκείνου ἀναλωθῶσιν ἤ καί βοθύνῳ τινί περιπεπτωκότες ἀποπνιγνῶσι, διασωθήσεσθαι καί τήν πόλιν ἐκείνην καταλαβεῖν ἐν ᾗ ἐπορεύοντο, λέγονται, ἀλλ᾿ οἱ πάντα πειρασμόν καί πᾶσαν θανατηφόρον ἐπιβουλήν Θεοῦ βοηθείᾳ διαφυγόντες. Καί οὐδέ οὗτοι! Εἰ γάρ μετά τό διαφυγεῖν πάντα τά ἐναντία ἀμελήσουσιν ἤ ῥᾳθυμήσουσι, καί νύξ αὐτούς καταλάβῃ καί αἱ πύλαι κλεισθῶσι τῆς πόλεως καί ἔξωθεν αὐτῆς εὑρεθῶσιν, οὐκ οἴδασι τί τέξεται ἡ ἐπιοῦσα ἡμέρα.

Νόει οὖν μοι πόλιν τήν βασιλείαν τῶν οὐρανῶν, νύκτα τόν ἑκάστου ἡμῶν θάνατον, ἐπιοῦσαν δέ ἡμέραν τήν τοῦ Κυρίου καί Θεοῦ παρουσίαν, ἥτις ἐστίν ἡ ἡμέρα τῆς κρίσεως. Ὁ τοίνυν μή φθάσαι σπουδάσας τοῦ ἐν αὐτῇ γενέσθαι τῇ βασιλείᾳ τῶν οὐρανῶν ἕως ἐν τῇ ἡμέρᾳ τοῦ τῇδε βίου ἐστίν, ἀλλ᾿ ἔξω ταύτης ἐν τῇ ἐξόδῳ τῆς ψυχῆς αὐτοῦ εὑρεθῇ, νύξ ἐπ᾿ αὐτῷ τοῦ θανάτου γίνεται, καί οὐκ οἶδεν ἐν τῇ ἐπιούσῃ ἡμέρᾳ τῆς κρίσως τί ἄρα αὐτῷ συμβήσεται, κἄν τε εἰσελθεῖν ἐν αὐτῇ συγχωρηθῇ κἄν τε μή. Ἀλλά καί ἡ δορκάς ἤ ἡ ἔλαφος ἤ ἕτερόν τι τούτων τῶν ζῴων, οὐχ ὅταν τούτου μέν ἤ ἐκείνου τοῦ θηρευτοῦ καί τοῦ κυνός (342) διαφύγῃ ἤ τῆς παγίδος τῆσδε ἤ τῆσδε ἀνώτερον γένηται, ὑπό δέ ἑτέρου τινός κατασχεθέν εἰς τάς χεῖρας αὐτῶν ἐμπέσῃ, διαδρᾶναι καί σωθῆναι λέγεται, ἀλλά τό μήθ᾿ ὅλως ἀγριευθέν ἤ ὑπό τινος μηχανῆς κρατηθέν. Νόει οὖν μοι πάλιν θηρευτάς τούς πονηρούς δαίμονας, κύνας δέ τούς πλάνους καί ψευδοδισκάλους ἀνθρώπους, οἵ διεστραμμένοι ὄντες καί πονηροί οὐχ ἑαυτούς διορθώσασθαι ἀλλά ἑτέρους διδάσκειν ἐπιχειροῦσιν, οὕς ὡς ὑλακτοῦντας κύνας λογίζεσθαι χρή καί φεύγειν τούς τοιούτους, ὡς διά τῶν λόγων δάκνοντας καί διασπαράσσοντας τά πρόβατα τοῦ Χριστοῦ καί ταῖς τῶν θηρευτῶν χερσί προδιδόντας αὐτά· ληστάς δέ τούς πονηρούς λογισμούς καί αἰσχρούς λογισμούς οἵτινες αἰφνιδίως ἐπιπίπτοντες τῷ ἀγωνιζομένῳ, ἤ φυγεῖν καί ἀπορραγῆναι τῆς συνοδίας αὐτόν παρασκευάζουσιν, ἑαυτόν οἰόμενον διασώσασθαι, ἤ κρατήσαντες τῷ συνδιασμῷ καί ταῖς συγκαταθέσεσι τοῦ λογισμοῦ συνδήσαντες ἀσφαλῶς καί περισφίγξαντες, τύπτουσιν αὐτόν οἱονεί τοῖς γαργαλισμοῖς καί ταῖς κινήσεσι τῆς σαρκός, καί διά τῆς ἀτόπου ἐπιθυμίας τοῦτον ἕλκοντες τῇ δυνάμει, τῷ βόθρῳ τῆς ἁμαρτίας καί τῷ κρημνῷ τῆς πράξεως ἀπορρίπτουσι.

Χρή οὖν πάσῃ δυνάμει τῶν μέν πονηρῶν πασῶν ἀπέχεσθαι πράξεων, τῶν δέ ἀγαθῶν ἔργων ἅμα πάντων ἀντέχεσθαι, καί τάς ἐντολάς τοῦ Θεοῦ ζέοντι πόθῳ καί προθυμίᾳ πάσῃ ποιεῖν καί μηδεμιᾶς καί τῆς τυχούσης ὡς ἐλαχίστης καταφρονεῖν. Ὁ γάρ λέγων· “Εἴθε μή τόδε μοι πέπρακται τό κακόν, τόδε μή πέπραχα τό ἁμάρτημα, ἐπεί τόδε ἤ τόδε οὐδέν ἐστι” φανερῶς ἁπάσας ὁμοῦ ἀνατρέπει τάς ἐντολάς τοῦ Θεοῦ καί ταύταις ἀνθίσταται. Ὑπονόει μοι, ἄνθρωπε, (343) σκεῦος τίμιον ἐκ πασῶν γενόμενον τῶν ἐντολῶν τοῦ Θεοῦ, οἷον ἐκ πίστεως, ἐκ φόβου Θεοῦ, ἐκ ταπεινώσεως, ἐκ σιωπῆς τῆς ἀπό ἀργοῦ λόγου, ἐξ ὑπακοῆς μέχρι θανάτου, ἐκ τῆς ἐκκοπῆς τοῦ ἔνδοθεν τῆς καρδίας θελήματος καί κινήματος, ἐκ τῆς ἀδιαλείπτου μετανοίας καί κατανύξεως, ἐκ τῆς ἀεννάου εὐχῆς, ἐκ τῆς τῶν ὀφθαλμῶν ἀκριβείας, ἐκ τῆς πρός τόν πλησίον ἀπροσπαθείας καί τῆς πρός πάντας ἐξ ἴσου ἀγάπης, ἐκ τῆς ἀφιλαργυρίας καί σωφροσύνης, ἐκ τῆς πρός τόν Θεόν ἐλπίδος καί τελείας ἀγάπης, ἐκ πασῶν ἄλλων τῶν ταύταις συνεπομένων ταῖς ἀρεταῖς. Μία γάρ ἑκάστη τούτων, οἱονεί πέταλον οὖσα καθ᾿ ἑαυτήν ἕν, ἡ μέν χρυσοῦν, ἡ δέ ἀργυροῦν, ἄλλη χαλκοῦν, ἑτέρα ἐκ λίθου τιμίου, καί καθεξῆς αἱ λοιπαί ἐξ ἑτέρων ἄλλων ὑλῶν, ἑνούμεναι διά τοῦ Πνεύματος καί ἀλλήλαις εἰς ἕν ἅπασαι συγκολλώμεναί τε καί συναρμολογούμεναι, εὔχρηστόν τι, ὡς εἴρηται, τόν ἄνθρωπον κατασκευάζουσι σκεῦος, ἐν ᾧ ἡ τοῦ Θεοῦ χάρις ὡς οἶνος νέος ἐμβάλλεται. Εἰπέ οὖν μοι, ἐάν μία ἐκ πασῶν τῶν εἰρημένων ἀρετῶν ἐπιλείψῃ, ἐξ ὧν καί δι᾿ ὧν συνετέθη καί συνηρμόσθη τό σκεῦος, ἆρα ἀνέξεται ὁ Θεός ἐμβαλεῖν ἐν αὐτῷ ὅλως τι τῶν χαρισμάτων τοῦ Πνεύματος αὐτοῦ, εἰ καί δοκεῖ πάνυ μικρά ἡ τρυμαλιά εἶναι τοῦ ἐπιλείποντος δῆθεν πετάλου ἤτοι τοῦ τόπου τῆς ἀρετῆς; Οὐδαμῶς! Πάντως γάρ ἐκ τοῦ κατ᾿ ὀλίγον διά τῆς μικρᾶς ἐκείνης ὀπῆς τό ἐμβληθέν ἀγνώστως ῥεῦσαν χυθήσεται.

Πῶς οὖν ἡμεῖς καί δίχα πολλῶν ἀρετῶν, ὧν τόν ἄφθαρτον καί ἀκένωτον οὐ κεκτήμεθα πλοῦτον ἐκ (344) τῆς τῶν ἐντολῶν ἐργασίας, διά τῶν ὀλίγων κατορθωμάτων καί τούτων διεσπαρμένων ἀπ᾿ ἀλλήλων ταῖς ἁμαρτίαις, ὡς σκεύη ἑαυτούς εἶναι νομίζομεν τέλεια καί ὁλόκληρα, καί τό Ἅγιον Πνεῦμα ὡς θησαυρόν ἔνδον ἐν ἡμῖν φέρειν οἰόμεθα; Ἀλλ᾿ ὄντως κατά τόν εἰρηκότα “ἐματαιώθημεν ἐν τοῖς διαλογισμοῖς ἡμῶν καί ἐσκοτίσθη ἡ ἀσύνετος ἡμῶν καρδία καί φάσκοντες εἶναι σοφοί ἐμωράνθημεν”. Εἰ γάρ καί Παῦλος ὁ θεῖος βοᾷ· “Ὁ Θεός ὁ εἰπών ἐκ σκότους φῶς λάμψαι, ὅς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, καί ἔχομεν τόν θησαυρόν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν”, ἀλλά “σκεύη” μέν τά ἡμετέρα σώματά φησι, καθά καί ἀλλαχοῦ λέγει· “Οὐκ οἴδατε ὅτι τά σώματα ὑμῶν ναός εἰσι τοῦ ἐνοικοῦντος ἐν ὑμῖν Ἁγίου Πνεύματος καί οὐκ ἐστέ ἑαυτῶν”, “ὀστράκινα” δέ εἰπών τό τῆς φύσεως ἡμῶν ᾐνίξατο ἀσθενές. Ἄθραυστα τοίνυν καί ἀδιάρρηκτά εἰσι τά τοιαῦτα σώματα διά τήν τοῦ ἐν αὐτοῖς θησαυροῦ ἀκαταμάχητον δύναμιν. Διό καί ἐπιφέρων φησίν· “Ἵνα τό πλεῖστον τῆς δυνάμεως μή ᾖ ἐξ ὑμῶν, ἀλλ᾿ ἐκ τοῦ Θεοῦ”. Καί ἵνα ὑμῖν αὐτό ἐκδηλότερον ἀπεργάσωμαι, τοιοῦτόν ἐστιν ὅ φησι· “Μή νομίσῃς ὅτι ὑπό σοῦ, φησί, συνέχεται καί τηρεῖται ὁ ἐν σοί θησαυρός, ἀλλά ὑπό τοῦ ἐν σοί θησαυροῦ αὐτός σύ μᾶλλον τετήρησαι, ὑπό τῆς ἐν σοί χάριτος κατεσκευάσθης εἰς τό εἶναι σκεῦος εὔχρηστον τῷ Θεῷ. Τό δή θαυμαστόν, ὅτι καί ἐάν μή ὑφ᾿ ἡμῶν ἀλλ᾿ ὑφ᾿ ἑτέρων ἐχθρῶν τινων συντριβῇ τό σκεῦος, ὁ μέν θησαυρός μένει ἀκένωτος, τό δέ σκεῦος ἰσχυρότερόν τε καί ἀσφαλέστερον ὑπό τῆς τοῦ θησαυροῦ ἐνεργείας κατασκευάζεται· ὁ Θεός γάρ ἐστιν”. Ὅθεν περί τούτου ὁ αὐτός ἀπόστολος λέγει· (345) “Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ”.

Ἀλλ᾿ ὅρα μοι πῶς διά τῶν τοιούτων λόγων πανταχοῦ τήν Τριάδα ἀχώριστον εἶναί φησι καί ἐν ἡμῖν μένουσαν· “Ὁ Θεός γάρ, φησίν, ὁ εἰπών ἐκ σκότους φῶς λάμψαι, ὅς ἔλαμψε – τό Ἅγιον Πνεῦμα δηλονότι - ἐν ταῖς καρδίαις ἡμῶν” – οὕτω καί ὁ Κύριος ἔφη· “Κἀγώ Παράκλητον ἄλλον πέμψω ὑμῖν, τό Πνεῦμα τῆς ἀληθείας”-, καί πάλιν· Ἔχομεν δέ τόν θησαυρόν τοῦτον ἐν σκεύεσιν ὀστρακίνοις” εἴτουν καρδίαις σαρκίναις. Βουλόμενος δέ δεῖξαί σοι τόν θησαυρόν, ὅτι οὐκ ἄλλος τίς ἐστι παρά τόν λάμψαντα, ἀλλά ὁμότιμος καί ὁμοούσιος αὐτοῦ ὑπάρχει, προσέθηκε λέγων· “Ἵνα τό πλεῖστον τῆς δυνάμεως μή ᾖ ἐξ ἡμῶν ἀλλ᾿ ἐκ τοῦ Θεοῦ”, τοῦ ἐν ἡμῖν διά τῆς ἐλλάμψεως δηλονότι τοῦ Πνεύματος σκηνώσαντος. Τοῦτο γάρ ἐστιν ὁ θησαυρός, ἡ Ἁγία Τριάς, συνεχόμενος μέν ὑφ᾿ ἡμῶν διά τῆς τῶν ἐντολῶν, ὡς εἴρηται, πασῶν ἀκριβοῦς φυλακῆς, συνέχων δέ ὅλους ἡμᾶς διά τῆς αὐτοῦ φιλανθρωπίας τε καί δυνάμεως καί χάριτος, πάντοθεν ἀτρώτους καί ἀκλινεῖς καί ἀσαλεύτους συντηρῶν καί διαφυλάττων ἡμᾶς· οὕς καί ὡς ἀσθενοῦντας καί εὐολίσθους, μικρόν τι ἐλλείψαντας ἤ σφαλέντας, αὐτός εὐθύς ὁ θησαυρός συσφίγγει καί πρός ἑαυτόν ἑνοῖ τε καί συγκολλᾷ ἑαυτῷ καί ἀναπληροῖ τά ἡμῶν ὑστερήματα καί στερεοῖ καί παγιωτέρους ἡμᾶς ἀπεργάζεται.

(346) Διά δή τοῦτο παρακαλῶ ὑμᾶς, ἐν Χριστῷ ἀδελφοί, παραστῆσαι ἑαυτούς ἀμέμπτους τῷ Κυρίῳ ἐκ πάσης ἁμαρτίας, ἐπιφερομένους μεθ᾿ ἑαυτῶν τήν φυλακήν πασῶν τῶν σωτηρίων αὐτοῦ ἐντολῶν. Οὕτω γάρ ταύτας ὁ τεχνίτης Θεός Λόγος λαβόμενος, ὡς ὕλην τινά διά χρυσοῦ καί ἀργύρου καί λίθων τιμίων συμπεφορημένην, αὐτός ὁμοῦ πάσας ἑνώσει καί εἰς εὔχρηστα διά τῶν τοιούτων σκεύη κατασκευάσει ἡμᾶς. Ἀλλά μή τάς μέν κομίσωμεν αὐτῷ, τάς δέ καταλείψωμεν, μηδέ ὅταν πάσας αὐτῷ προσενέγκωμεν, περί μίαν καί μόνην ἀμεληταί καί καταφρονηταί φανῶμεν τῷ Δεσπότῃ Χριστῷ τῷ Θεῷ, ἵνα μή ὀργισθείς προστρίψῃ κἀκείνας ἡμῖν καί ἐκβληθῆναι ἡμᾶς ἔξω τοῦ νυμφῶνος κελεύσῃ. Τοῦτο δέ παθόντες οὐδέν ἡμᾶς ὕστερον, εἰ καί πολλά κρούσαντες εἴπομεν· “Κύριε, Κύριε, ἄνοιξον ἡμῖν! “, ὠφελήσει. Ἐρεῖ γάρ· “Ὑπάγετε ἀπ᾿ ἐμοῦ! Οὐδέ γάρ οἶδα ὑμᾶς ὡς πιστούς, οὐδέ μέχρι θανάτου ὑπακούσαντας καί ἐκπληρώσαντάς μου τό πρόσταγμα. Διό ἀπέλθετε ἀπ᾿ ἐμοῦ”.

Ταῦτα μέν οὖν, οἶδα, πρῶτος ὁ ταπεινός ἐγώ καί πανάθλιος, ὡς μηδέ μίαν πεπληρωκώς ἐντολήν τοῦ Θεοῦ μου, ἀκούσομαι. Εἶτα καί ὅσοι κατ᾿ ἐμέ ἀνυπότακτοι καί παρήκοοι τῶν ἐντολῶν τοῦ Θεοῦ, οἱ λέγοντες ἄφρονι λογισμῷ· “Εἴθε μή μεμοίχευκα! Τό γάρ ὀβολόν ἤ κλάσμα κεκλοφέναι ἄρτου, ποία ἁμαρτία ἐστίν;” (347) Εἶτα πάλιν· “Μακάριος ἄν ἤμην, φησίν, ἐάν μή αἰσχροῖς καί βεβήλοις τῆς ἀρσενοφθορίας περιεπάρην κακοῖς. Τό γάρ λοιδορῆσαι ἤ φθονῆσαι, παῖξαί τε καί γελάσαι, ὁποία ἄρα ἐστίν ἁμαρτία;” οἱ πάλιν ἑαυτούς ἡγούμενοι, διά τό ἐκ σαρκικῶν τῆς ἁμαρτίας πράξεων καθαρεύειν, ὡς ἀγγέλους Θεοῦ καί μεγάλα περί ἑαυτῶν ἀφρόνως οἰόμενοι, μή ποιούμενοι δέ λόγον τῶν ψυχικῶν ἀρετῶν καί παθῶν, ἀλλά καί τῶν ἄλλων ἁπασῶν ἐντολῶν τοῦ Κυρίου καταφρονοῦντες καί πρός τήν ἐκπλήρωσιν αὐτῶν μή βιαζόμενοι ἑαυτούς, παραιτούμενοι δέ καί ὑπέρ ἐντολῆς Θεοῦ πᾶσαν ἐπίπονον πρᾶξιν καί κακοπάθειαν, καί ἀμερίμνως διάγοντες.

Τί γάρ ὄφελος, ἀδελφοί, τό πορνείας μέν ἀπέχεσθαι καί ἄλλης ἀκαθαρσίας σωματικῆς, δόξης δέ ἀντιποιεῖσθαι καί χρημάτων ἐφίεσθαι; Ἡ μέν γάρ τό σῶμα, ἡ δέ τήν ψυχήν διαφθείρει. Οὐ μόνον δέ, ἀλλά καί ἀπίστους ἡμᾶς κατά τήν τοῦ Κυρίου φωνήν ἡ δόξα τῶν ἀνθρώπων καί τό ταύτης ἐρᾶν ἀπεργάζεται· “Πῶς δύνασθε, φησί, πιστεύειν, δόξαν παρά ἀνθρώπων λαμβάνοντες καί τήν δόξαν τήν παρά τοῦ μόνου Θεοῦ ζητοῦντες;”. Τί δέ τό ἀρσενοφθορίας μέν καθαρεύειν, φθόνῳ δέ καί μίσει καί ζήλῳ κατά τοῦ πλησίον ἐκτήκεσθαι; Τό γάρ πρός τόν ἀδελφόν μῖσος φονέα τόν κεκτημένον ἀποτελεῖ· “Ὁ γάρ μισῶν τόν ἀδελφόν αὐτοῦ, φησίν ὁ ἀπόστολος, ἄνθρωποκτόνος ἐστίν”. Ἀρσενοκοίτης δέ καί φονεύς ἑνί πάντως κατά τούς ἱερούς κανόνας καί τῷ αὐτῷ ἐπιτιμίῳ καθυποβάλλονται καί ὑπόδικοι κρίσεως αἰωνίου ἀμετανόητοι διαμένοντες γίνονται. Τί δέ ἐάν μή μεθύσκεταί τις οἴνῳ, λοιδορεῖ δέ τόν ἀδελφόν αὐτοῦ; Ἀμφότεροι γάρ κατά τόν θεῖον ἀπόστολον τῆς βασιλείας (348) ἐξωθοῦνται τῶν οὐρανῶν· “Μή πλανᾶσθε γάρ, φησίν, οὔτε πόρνοι, οὔτε ἀρσενοκοῖται”, καί ἐπιφέρει· “οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ κληρονομήσουσι”. Τί δέ τῆς νηστείας ὄφελος, εἰπέ μοι, μή προσούσης πρᾳότητος; Τί δέ τῆς πρᾳότητος ὄφελος, ἐάν ἐπί ὀλέθρῳ ψυχῆς ἐστι καί παραβάσει μιᾶς καί τῆς αὐτῆς ἐντολῆς τοῦ Θεοῦ; Ὥσπερ γάρ ὁ τῷ τύπτοντι ἀντιπίπτων καί ἀντιπύπτων, αὐτόν τόν εἰπόντα Θεόν ἀτιμάζει – “Τῷ τύπτοντί σου τήν σιαγόνα, φησί, στρέψον αὐτῷ καί τήν ἄλλην”-, οὕτω καί ὁ τοῦ βλασφημοῦντος εἰς Θεόν μακροθύμως ἀνεχόμενος, εἰς τόν βλασφημούμενον ἁμαρτάνει ὡς συνηδόμενος τῷ βλασφημοῦντι καί συνευδοκῶν αὐτῷ διά τῆς νομιζομένης μακροθυμίας. Τί τῇ ὑπακοῇ θαρρεῖς, ἀδελφέ, γαστριμαργίᾳ δουλούμενος; “Οὐδείς γάρ, φησί, δυσί κυρίοις δουλεύειν δύναται”· γαστρός δοῦλον Θεοῦ δοῦλον γενέσθαι ἀμήχανον. Τί ἐγκαυχᾷ τῇ πολλῇ τῶν ψαλμῶν μελέτῃ, μετεωριζομένου μέν τοῦ νοός σου, μή ἐπισταμένου δέ τῶν λεγομένων τήν δύναμιν; Εἰ δέ καί διά τοῦτο τῶν ἐπιτασσομένων σοι διακονιῶν ἀμελεῖς καί τῶν παρά τοῦ προεστῶτος ἐπιταχθεισῶν σοι δουλειῶν τῆς μονῆς, ἐγώ μέν σιωπῶ, σύ δέ οἶδ᾿ ὅτι ἀκήκοας τῆς θείας Γραφῆς λεγούσης· “Ἐπικατάρατος πᾶς ὁ ποιῶν τά ἔργα τοῦ Κυρίου ἀμελῶς”. Τί ἐπερείδῃ τῶν ἐν τοῖς σωματικοῖς ἔργοις κόπῳ τῆς ἔνδοθεν ἀμελῶν ἐργασίας; Οὐκ ἀκούεις Παύλου λέγοντος· “Ἡ μέν γάρ σωματική γυμνασία πρός ὀλίγον ἐστίν ὠφέλιμος, ἡ δέ εὐσέβεια πανταχοῦ ὠφέλιμός ἐστιν”; Τί δέ, ἐάν καί τά ἀμφότερα κατορθώσῃ τις, τούς δέ συνόντας αὐτῷ (349) ἤ καί τούς ἐν τῷ κόσμῳ ἀδελφούς κατακρίνῃ; “Ὧ γάρ, φησί, κρίματι κρίνετε κριθήσεσθε, καί ἐν ᾧ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν”. Ὁ δέ καί πάντα τά εἰρημένα κατωρθωκώς καί μήτε ποιῶν τι τῶν ἀπηγορευμένων μήτε τούς ἀμελεῖς ἀδελφούς κατακρίνων, ἐν δέ καιρῷ πειρασμοῦ, ἐπελθόντων αὐτῷ ἐμπτυσμάτων καί ῥαπισμάτων καί ὕβρεων, ἐάν μή ὑπενέγκῃ ταῦτα ἀταράχως, ἤ ταραχθείς μέν τήν καρδίαν οὐ προφέρει δέ ῥῆμα ἀπρεπές, ἀλλά ὅλως ἐνδείξεται διά τοῦ ἔξωθεν σχήματος πρός ὀργήν κινηθεῖσαν αὐτοῦ τήν ὁρμήν τῆς ψυχῆς καί λόγον ὑβριστικόν ἀντιφθέγξεται ἤ ἕτερόν τι πρός ἄμυναν διαπράξεται, πῶς δοῦλον ἑαυτόν καί μιμητήν τοῦ ἰδίου Δεσπότου ὅλως εἰπεῖν ὁ τοιοῦτος τολμήσει καί οὐχί μᾶλλον ἀπεναντίας ἐχθρόν;

Οἱ φίλοι τοίνυν τοῦ Θεοῦ καί οἱ ἀγαπῶντες αὐτόν, ἐν ἑαυτοῖς αὐτόν ἔχοντες οἷα δή θησαυρόν τῶν ἀγαθῶν ἄσυλον, μετά χαρᾶς ἀφάτου καί θυμηδίας τάς τοιαύτας ὕβρεις καί ἐξουδενώσεις προσυποδέχονται, ὑπεραγαπῶντες ὡς εὐεργέτας ἐν εἰλικρινεῖ διαθέσει τούς ταῦτα εἰς αὐτούς ἐνδεικνυμένους καί πράσσοντας. Οἱ δέ γε λέγοντες ὅτι· “Κατά μέν τόν τῆς φιλονεικίας καί μάχης καιρόν κινούμεθα ὡς ἄνθρωποι πρός ὀργήν καί θυμόν, καί ἔσθ᾿ ὅτε καί ἀμυνόμεθα ἐν λόγοις καί αὐτοῖς ἔργοις τούς ἀδελφούς, ὕστερον δέ οὐκ ἔχομεν κατ᾿ αὐτῶν ἔχθραν ἐν τῇ ψυχῇ, ἀλλά πάντα ἀφίεμεν καί μάλιστα ἐάν καί συγχώρησιν πρός ἀλλήλους ποιήσωμεν”, ἐοίκασί μοι ἀγράφῳ πυξίῳ ἐν ᾧ ὅταν λάβῃ καιρόν ὁ ἐχθρός καί πολέμιος τῶν ψυχῶν ἡμῶν ἐγγράφει δι᾿ αὐτῶν ἐκείνων τά πονηρά καί μιαρά αὐτοῦ δόγματα καί ὑπάγει· αὐτοί δέ (350) πάλιν τά ἅπερ ἔγραψαν ὑπό τοῦ πονηροῦ κινηθέντες ἐξαλείφοντες, οὐ προαιροῦνται ἐγγράψαι τά τοῦ Χριστοῦ ἀντ᾿ αὐτῶν, ἵνα ἐλθών ὁ ὑπεναντίος εὑρήσῃ ἐγγεγραμμένας τάς πλάκας τῶν καρδιῶν αὐτῶν καί ἀποστραφῇ ἡττημένος καί κατῃσχυμένος, ἀλλ᾿ ὀκνηρίᾳ καί ῥᾳθυμίᾳ ἀγράφους ἕκαστος αὐτῶν ἐῶν ταύτας, ὅταν ἀποστείλῃ ὁ Κύριος γράψαι τά ἑαυτοῦ δόγματα ἔν τινι τῶν τοιούτων, εὐθύς ἐκεῖνοι γράφουσι προθύμως τά τοῦ ἐχθροῦ· καί τά μέν πικρά καί θανατηφόρα προσίενται, τά δέ ζωοποιά καί ὑπέρ μέλι γλυκέα ἐξ ἑαυτῶν ἀπωθοῦνται.

Ὁ μηδέν οὖν ἐπταικώς Κύριος ὁ Ἰησοῦς καί Θεός ἡμῶν ἐτύφθη, ἵνα οἱ μιμούμενοι αὐτόν ἁμαρτωλοί μή μόνον ἄφεσιν τῶν ἡμαρτημένων λάβωσιν, ἀλλά καί τῆς Θεόητος αὐτοῦ συγκοινωνοί διά τήν ὑπακοήν αὐτῶν γένωνται· καί ὁ μή τοῦτο ἐν ταπεινώσει καρδίας καταδεχόμενος, ὡς ἐπαισχυνόμενος τά τοῦ Δεσπότου πάθη μιμήσασθαι, ἐπαισχυνθήσεται καί αὐτόν ὁ Χριστός ἐνώπιον τῶν ἀγγέλων καί τοῦ Πατρός αὐτοῦ τοῦ ἐν τοῖς οὐρανοῖς. Τό δέ λεγόμενον τοιοῦτόν ἐστι· Θεός ὤν ἐκεῖνος ἐγένετο δι᾿ ἡμᾶς ἄνθρωπος. Ἐρραπίσθη, ἐνεπτύσθη καί ἐσταυρώθη, διδάσκων οἱονεί καί λέγων ἑκάστῳ ἡμῶν δι᾿ ὧν πέπονθεν ὁ ἀπαθής τῇ Θεότητι· “Ἐάν βούλῃ, φησίν, ἄνθρωπε, γενέσθαι Θεός καί ζωῆς ἐπιτυχεῖν αἰωνίου καί σύν ἐμοί εἶναι, οὗπερ ὁ σός πραπάτωρ ποτέ καλῶς ἐπιθυμήσας οὐκ ἔτυχεν, οὕτω ταπεινώθητι, ὡς ἐταπεινώθην ἐγώ διά σέ· καί ἀποθέμενος τό ἀλαζονικόν τε καί ὑπερήφανον τοῦ δαιμονιώδους φρονήματος, δέξαι ῥαπίσματα, δέξαι ἐμπτύσματα, κολαφίσματα, (351) καί ὑπόμεινον ταῦτα μέχρι θανάτου καί μή ἐπαισχυνθῇς. Εἰ δέ σύ παθεῖν αἰσχυνθῇς διά τάς ἐμάς ἐντολάς, ὡς ἐγώ ὁ Θεός ἔπαθον διά σέ, αἰσχύνην κἀγώ ἡγήσομαι τοῦ σύν ἐμοί εἶναί σε ἐν τῇ μετά δόξης ἐλεύσει μου καί ἐρῶ τοῖς ἀγγέλοις μου· “Οὗτος ἐν τῇ ταπεινώσει μου ἐπῃσχύνθη με καί καταλιπεῖν τήν δόξαν τοῦ κόσμου καί ὁμοιωθῆναί μοι οὐ κατεδέξατο, νυνί δέ ὅτε τῆς δόξης μέν τῆς φθαρτῆς αὐτός ἐγυμνώθη, ἐγώ δέ ἐν τῇ τοῦ Πατρός μου ἀθανάτῳ δόξῃ δεδόξασμαι, καί τό ὅλως ὁρᾶν αὐτόν ἐπαισχύνομαι! Ἐκβληθήτω τοιγαροῦν ἔξω, ἀρθήτω ὡς οἱ ἀσεβεῖς ἵνα μή ἴδῃ τήν δόξαν Κυρίου!”. Ταῦτα τοίνυν ἀκούσονται οἱ πάσας μέν τάς ἐντολάς κατά τό δοκοῦν τηροῦντες, δι᾿ αἰσχύνην δέ καί ἐντροπήν ἀνθρώπων μή καταδεχόμενοι τάς ἐξ αὐτῶν ἐπιφερομένας αὐτοῖς ὕβρεις καί ἀτιμίας ἤ λοιδορίας, μηδέ τούς ῥαπισμούς μηδέ τάς ἐξ αὐτῶν πληγάς ὑποφέροντες.

Φρίξατε, ἄνθρωποι, καί τρομάξατε, καί τάς ὕβρεις ἅς ὁ Θεός ὑπέστη διά τήν σωτηρίαν ἡμῶν, μετά χαρᾶς καί ὑμεῖς ὑπομείνατε! Ὁ Θεός ὑπό αἰσχίστου δούλου ῥαπίζεται ὑπόδειγμά σοι νίκης διδούς, καί σύ παρά τοῦ ὁμοιοπαθοῦς σου ἀνθρώπου οὐ καταδέχῃ τοῦτο παθεῖν; Θεοῦ μιμιτής αἰσχύνῃ γενέσθαι, καί πῶς συμβασιλεύσεις αὐτῷ καί συνδοξασθήσῃ ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ, μή ὑπομείνας αὐτόν; Εἰ γάρ κἀκεῖνος, ὅσον τό ἐπί σοί, ἄνθρωπος ἐπῃσχύνθη γενέσθαι διά σέ καί ἐν τῷ τῆς παραβάσεως (352) πτώματι κείμενόν σε μέχρι τοῦ παρόντος κατέλιπεν, οὐχί μετά τῶν ἀπίστων καί ἀσεβῶν ἐν τοῖς τοῦ ᾅδου μυχοῖς ἐναπέμεινας, ἄθλιε; Πιστεύεις ὅτι Θεός ὁ Χριστός; “Ναί”, φησίν. Εἰ οὖν πιστεύεις ὅτι ὁ Θεός ὁ ποιήσας τόν οὐρανόν καί τήν γῆν ἐστιν ὅς ἀκενώτως ἐκενώθη ἐκ τῶν κόλπων τῶν πατρικῶν, ὅς κατῆλθεν ἐπί τῆς γῆς ἐκ τοῦ ἀπείρου ὕψους τῆς Θεότητος καί τῆς ἀφράστου δόξης αὐτοῦ καί γέγονεν ἄνθρωπος εὐτελής καί πτωχός διά σέ, σύ πηλός ὤν καί τέφρα καί κόνις, οὐ καταδέχῃ τοῦ νομιζομένου ὑψηλοῦ σου θρόνου κατελθεῖν καί ταπεινωθῆναι τῷ ἀδελφῷ σου, τῷ κάτω μέν ἱσταμένῳ κατά γε τοῦτο δή τό ὁρώμενον, ἴσως δέ ταῖς ἀρεταῖς ὑπερκειμένῳ σου; Οὐκ ἀπορρίπτεις τήν στολήν τήν δοκοῦσαν εἶναι λαμπράν, ἐκείνου τό τρίχινον καί τήν ταπείνωσιν δυσωπούμενος; Οὐ παρορᾷς πάντα ἅ παίγνιον ὄντως ἐστί καί προσωπεῖον μᾶλλον ἀσχημοσύνης καί οὐ δόξα λαμπρότητος; Οὐχ ὅμοιος γίνῃ κατά πάντα τῷ σῷ πλαστουργῷ καί Θεῷ, τοῖς ἀδελφοῖς σου συνταπεινούμενος; Εἰ οὖν ὁμοιωθῆναι αὐτῷ οὐκ ἀνέχῃ, μείζονα σεαυτόν, ὡς οὐκ οἶδας, καί ἐνδοξότερον ἐκείνου κατασκευάζεις, ἄλλος ἡμῖν Ἄννας ἤ Καϊάφας ἤ Πιλᾶτος καί τύραννος δεικνύμενος, οὐ συγκάθεδρον ἀλλ᾿ ὡς ἕνα τῶν κατακρίτων βουλόμενος παρεστάναι σοι τόν Ποιητήν τοῦ παντός.

Ταῦτα τοίνυν πρός τούς πλουσίους καί ἄρχοντας καί τῶν ἄλλων ὑπερκαθεζομένους καί τάς ὀφρῦς ἀνασπῶντας μεθ᾿ ὑπεροπτικοῦ τοῦ φρονήματος. Τί δέ πρός τούς πάντα δῆθεν καταλιπόντας καί διά τήν τῶν οὐρανῶν βασιλείαν πτωχεύσαντας; Τί οὖν ἐροῦμεν; Ἰδού ἐπτώχευσας, ἀδελφέ, καί ἐμιμήσω (353) τόν Δεσπότην σου Χριστόν καί Θεόν. Βλέπε τοιγαροῦν ἄρτι συνόντα σοι τοῦτον καί συναναστρεφόμενον μετά σοῦ, τόν ὑπεράνω πάντων τῶν οὐρανῶν. Ἰδού ὁδεύετε οἱ δύο ὁμοῦ· συνήντησέ τις ὑμῖν ἐν τῇ τοῦ βίου ὁδῷ, δέδωκε τῷ Δεσπότῃ σου ῥάπισμα, δέδωκε ὁμοίως καί σοί. Ὁ Δεσπότης οὐκ ἀντιλέγει καί σύ ἀντιπίπτεις; - Ναί, φησίν, εἶπε γάρ τῷ ῥαπίσαντι· “ Ἐάν κακῶς ἐλάλησα, μαρτύρησον περί τοῦ κακοῦ· εἰ δέ καλῶς, τί με δέρεις;” Τοῦτο οὐχ ὡς ἀντιλέγων εἶπεν, ὥσπερ ὑπέλαβες, ἀλλ᾿ ἐπειδή ἐκεῖνος ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδέ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· ἄλλως τε δέ καί ἵνα μή νομισθῇ ὅτι ὡς ἁμαρτίαν πεποιηκότα δικαίως αὐτόν ἔτυψεν ὁ εἰπών αὐτῷ· “Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ”, τούτου χάριν ἀνεύθυνον ἑαυτόν ἀποφαίνων τοῦτο ἐφθέγξατο. Ἀλλ᾿ οὐχί πάντως καί ἡμεῖς τοιοῦτοι οἱ πολλαῖς ἁμαρτίαις ὑπεύθυνοι. Καί γάρ ὕστερον πολλῷ χείρονα τούτου ὑποστάς οὐδέν οὐδαμῶς λαλήσας εὑρίσκεται, μᾶλλον μέν οὖν καί ὑπέρ τῶν σταυρωσάντων αὐτόν εὐχόμενος δείκνυται. Ἐκεῖνος παιζόμενος οὐκ ἀγανακτεῖ καί σύ δυσχεραίνεις; Ἐκεῖνος ἐμπτύσματα καί κολαφίσματα καί φραγγελώσεις ὑφίσταται καί σύ οὐδέ λόγον ἀνέχῃ σκληρόν καταδέξασθαι; Ἐκεῖνος σταυρόν καί θάνατον ἄτιμον καί τάς ἐκ τῶν ἥλων ὀδύνας δέχεται καί σύ τάς ἀτιμοτάτας διακονίας οὐ καταδέχῃ ποιεῖν; Καί πῶς τῆς δόξης αὐτοῦ συγκοινωνός γενέσθαι μή καταδεχόμενος; Ὄντως εἰς μάτην τόν (354) πλοῦτον κατέλιπες, τόν σταυρόν ἆραι, ὡς ἐκεῖνος ἐκέλευσε, μετά τοῦ λόγου τῆς ἀληθείας μή βουληθείς· “Πώλησόν σου τά ὑπάρχοντα καί δός πτωχοῖς”, τῷ νεανίσκῳ καί ἡμῖν ὁ Χριστός ἐνετείλατο σύν αὐτῷ, “καί ἆρον τόν σταυρόν σου καί δεῦρο ἀκολούθει μοι! “. Σύ δέ τόν πλοῦτον ἐσκόρπισας, ἆραι δέ τόν σταυρόν μή καταδεξάμενος, ὥσπερ εἴρηται, ὅπερ ἐστί τό τήν πάντων ὑπενεγκεῖν τῶν πειρασμῶν ἐκθύμως ἐπιφοράν, ἐναπειλείφθης ἐν τῇ τοῦ βίου ὁδῷ καί ἐχωρίσθης δυστυχῶς τοῦ γλυκυτάτου Δεσπότου σου καί Θεοῦ!

Ἀλλά παρακαλῶ, πατέρες καί ἀδελφοί, φυλάξωμεν πάσας τάς ἐντολάς τοῦ Χριστοῦ, ὑπομείνωμεν τούς ἐπερχομένους ἡμῖν πειρασμούς μέχρι θανάτου διά τόν πόθον τῆς βασιλείας τῶν οὐρανῶν, ἵνα καί τῆς δόξης τοῦ Ἰησοῦ κοινωνοί καί τῆς αἰωνίου ζωῆς μέτοχοι καί τῆς ἀπολαύσεως τῶν ἀπορρήτων ἀγαθῶν κληρονόμοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

 

Πηγή: Ὀρθόδοξοι Πατέρες

Εργαλεία Επισκεπτών

feed-image

Έχουμε 95 επισκέπτες και κανένα μέλος σε σύνδεση

Δεν ξεχνώ

ΝΟΜΙΚΗ ΔΗΛΩΣΗ

Τα  άρθρα, τα σχόλια και τα εν γένει κείμενα, εκφράζουν τις απόψεις των συγγραφέων τους ή και των ιστοσελίδων και ιστοτόπων που τα δημοσίευσαν αρχικά. Η παρούσα ιστοσελίδα τα δημοσιεύει ή τα αναδημοσιεύει ως αρχειακό και ιστορικό υλικό και καταβάλει κάθε προσπάθεια να μην περιλαμβάνει περιεχόμενο που εμπίπτει σε νομοθετικές απαγορεύσεις. Σε καμμία περίπτωση δεν αποδέχεται, ούτε και υιοθετεί, σχόλια και χαρακτηρισμούς κειμένων που θα μπορούσαν να χαρακτηριστούν  ως δυσφήμιση κάθε μορφής ή παράνομη αποκάλυψη στοιχείων και δεδομένων. Αν διαπιστώσετε δημοσιευμένο περιεχόμενο που εμπίπτει σε νόμιμες απαγορεύσεις, παρακαλούμε στείλτε σχετικό e-mail στην ηλ. δ/νση : tideon at tideon.org . Για περισσότερες πληροφορίες διαβάστε τους  όρους χρήσης και τις διευκρινίσεις για το περιεχόμενο.