ΠΡΟΣΕΥΧΗ γιὰ τοὺς Ἕλληνες ἀπαχθέντες στρατιῶτες

aggelos dhmhtrios aixmalwtoi 01


Ε
ἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἡμᾶς. (τρεῖς φορές)

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δεσπότα, συγχώρισον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψε καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τὸ θέλημά Σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Δι’ εὐχῶν τῶν Ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ Σοῦ. Εὐλογημένη Σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου, ὅτι Σωτήρα ἔτεκες, τῶν ψυχῶν ἡμῶν.

Βαπτιστὰ τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι, ἵνα ρυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν, σοὶ γὰρ ἐδόθη χάρις, πρεσβεύειν ὑπέρ ἡμῶν.


Ἀπολυτίκον Ὁσίου Ἀρσενίου τοῦ Καπαδόκου.

Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιον τοῦ Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καὶ τῶν θαυμάτων ταὴν χάριν δεξάμενος, πᾶσι παρέχεις ταχείαν βοήθειαν, πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι, ἡμῖν τὸ μέγα ἔλεος.


Ἀπολυτίκον Ὁσίου Παϊσίου τοῦ Ἁγιορείτου.

Τῶν Φαράσων τὸν γόνον, καὶ τοῦ Ἄθωνος κλέισμα, καὶ τῶν ἀπ᾿ αἰῶνος ὁσίων, μιμητὴν καὶ ἰσότιμον, Παΐσιον τιμήσωμεν πιστοί, τὸ σκεῦος χαρισμάτων τὸ μεστόν, ὡς φυλάσσοντα ἐκ πάντων τῶν λυπηρῶν, τοὺς πίστει ἀνακράζοντας, δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Δεῦτε προσκυνήσομεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσομεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσομεν καὶ προσπέσωμεν Αὐτῷ Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.
 

Ψαλμός 120

ρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου. Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε. Ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν ᾿Ισραήλ. Κύριος φυλάξει σε, Κύριος σκέπη σοι ἐπὶ χεῖρα δεξιάν σου· ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα. Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου ὁ Κύριος. Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

χθροῖς παρατάχθητι, τοῖς πολεμοῦσιν ἡμῖν, δεινῶς γὰρ ἐπέβησαν τῇ κληρουχίᾳ τῇ Σῇ, Μαρία Παντάνασσα, ὄλεσον αὐτοχείρως τῶν βαρβάρων τὰ θράση, γνώτωσαν τὴν ἰσχύν Σου, φιλοπόλεμα ἔθνη, τῷ θείῳ Σου νεύματι πάντας ἀφάνισον.

θέων Ἀγαρηνῶν, τὰ βέλη σύντριψον Δέσποινα, καὶ πᾶσαν ἐπιβουλήν, δαιμόνων ματαίωσον, λαὸν Χριστεπώνυμον, σκέπωνν καὶ φυλάττων, ἵνα πόθῳ Σὲ δοξάζωμεν.
Τοὺς ἐκ τῆς Ἄγαρ δυσμενεῖς, τάχιον ὀλλύουσα ξίφει τῶν προσευχῶν Σου Μαριάμ, τὸν λαὸν καὶ τὴν ποίμνην Σου φύλατε τῷ Υἱῷ σου κραυγάζοντα, ὁ Θεὸς τῶν Πατέρων εὐλογητὸς εἶ.


ΕΥΧΗ

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τὴν Παναγίαν Σου Μητέρα Τιμιωτέραν ἀναδείξας πασῶν τῶν ἐπουρανίων δυνάμεων, Αὐτός, Πανάγαθε, διὰ τῶν πρεσβειῶν αὐτῆς, θείᾳ δυνάμει τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σου Σταυροῦ, ἱκεσίαις τοῦ Ἁγίου ἐνδόξου Προφήτου καὶ Βαπτιστοῦ Ἰωάννου, τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Ἀρσενίου τοῦ Καππαδόκου, τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παϊσίου τοῦ Ἁγιορείτου καὶ πάντων Σου τῶν Ἁγίων, ἐπάκουσον ἡμῶν τῶν ἀναξίων δούλων Σου καὶ  ὑπεράσπισον καὶ σῶσον τοὺς δούλους Σου Ἄγγελον καὶ Δημήτριον, τῶν ὑπὸ τῶν ἀλλοθρήσκων ἀπαχθέντων, καὶ ταχέως ἀπελευθέρωσον αὐτοὺς τῇ θείᾳ Σου δυνάμει καὶ διαφύλαξον αὐτοὺς καὶ τὸν κόσμον Σου ἅπαντα ἀπὸ παντὸς ἐγκλήματος, φθοροποιοῦ καὶ ἐπιβούλου πράξεως καὶ ἀπὸ πάσης κακουργίας καὶ ἐπιθέσεως, ἵνα ἐν εἰρήνῃ καὶ ἀσφαλείᾳ μεταλαμβάνοντες τῆς ἀμετρήτου καὶ ἀνεικάστου Σου ἀγάπης δοξάζομεν διὰ παντὸς τὸ Πανάγιον Ὄνομά Σου εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τῇ ὑπερμάχῳ στρατηγῷ τά νικητήρια,
ὡς λυτρωθεῖσα τῶν δεινῶν ευχαριστήρια.
ἀναγράφω Σοι ἡ Πόλις Σου, Θεοτόκε.
Ἀλλ᾽ ὡς ἔχουσα τό κράτος ἀπροσμάχητον,
ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον,
ἵνα κράζω Σοι‧ Χαίρε, Νύμφη ἀνύμφευτε.

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. 

 

Πηγή: Άπαντα Ορθοδοξίας