Ἡ τοῦ Θεοῦ σοφία ἄπειρος καὶ ἀκατάληπτος οὖσα, ἀκαταλήπτως καὶ ἀνεξιχνιάστως τὰς οἰκονομίας τῆς χάριτος εἰς τὸ γένος τῆς ἀνθρωπότητος ἐξεργάζεται ποικίλως πρὸς τὴν τοῦ αὐτεξουσίου θελήματος δοκιμασίαν, ὥστε φανερωθῆναι τοὺς ἐξ ὅλης καρδίας ἀγαπῶντας αὐτὸν καὶ πάντα κίνδυνον καὶ πόνον διὰ τὸν Θεὸν ὑπομένοντας. Οἷς μὲν γὰρ προαπαντῶσι τὰ χαρίσματα καὶ τὰ τοῦ Ἁγίου Πνεύματος δωρήματα εὐθὺς ἅμα τῷ προσελθεῖν μετὰ πίστεως καὶ αἰτήσεως· ἄνευ καμάτων καὶ ἱδρώτων καὶ πόνων ἔστι δ' ὅτε ἐν τῷ κόσμῳ τυγχάνουσιν ἔτι δίδωσι τὴν χάριν ὁ Θεὸς οὐκ ἀργῶς οὐδὲ ἀκαίρως οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ σοφίᾳ τινὶ ἀρρήτῳ καὶ ἀκαταλήπτῳ, εἰς τὸ δοκιμασθῆναι τὴν προαίρεσιν καὶ τὸ αὐτεξούσιον θέλημα τῶν ταχέως ἐπιτυχόντων τῆς θείας χάριτος, εἰ ᾔσθοντο τῆς εὐεργεσίας καὶ τῆς πρὸς αὐτοὺς γενομένης χρηστότητος καὶ γλυκύτητος τοῦ Θεοῦ, κατὰ ἀναλογίαν τῆς ἄνευ πόνων ἰδίων χάριτος. ἧς καταξιωθέντες ὀφείλουσι σπουδὴν καὶ δρόμον καὶ ἀγῶνα καὶ τὸν ἐκ θελήματος καὶ προαιρέσεως ἀγάπης καρπὸν ἐπιδείξασθαι καὶ τὴν ἀμοιβὴν τῶν χαρισμάτων ἀνταποδοῦναι, τουτέστιν ὅλους ἑαυτοὺς διδόντες ἐκδότους εἰς τὴν τοῦ Κυρίου ἀγάπην καὶ τὸ αὐτοῦ θέλημα μόνον ἐπιτελοῦντες καὶ πάσης σαρκικῆς ἐπιθυμίας τελείως ἀναχωροῦντες. Οἷς δὲ καὶ ἀναχωρήσασι τοῦ κόσμου καὶ ἀρνησαμένοις τὸν αἰῶνα τοῦτον κατὰ τὸ εὐαγγέλιον καὶ ἐν πολλῇ προσκαρτερήσει εὐχῆς καὶ νηστείας καὶ σπουδῆς καὶ τῶν λοιπῶν ἀρετῶν τυγχάνουσιν οὐκ εὐθὺς ὁ Θεὸς δίδωσι τὴν χάριν καὶ τὴν ἀνάπαυσιν καὶ ἀγαλλίασιν τοῦ Πνεύματος, μακροθυμῶν ἐπ' αὐτοῖς καὶ τὴν δωρεὰν ἐπέχων, καὶ τοῦτο οὐκ ἀργῶς οὐδὲ ἀκαίρως οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ σοφίᾳ τινὶ ἀρρήτῳ, εἰς δοκιμασίαν τοῦ αὐτεξουσίου θελήματος, τοῦ ἰδεῖν εἰ πιστὸν καὶ ἀληθῆ ἥγηνται τὸν Θεὸν τὸν ἐπαγγειλάμενον τοῖς αἰτοῦσι διδόναι καὶ τοῖς κρούουσιν ἀνοίγειν θύραν ζωῆς, τοῦ ἰδεῖν εἰ πιστεύσαντες ἐξ ἀληθείας τῷ λόγῳ αὐτοῦ ἕως τέλους παραμένουσιν ἐν πληροφορίᾳ πίστεως καὶ σπουδῆς αἰτοῦντες καὶ ζητοῦντες, εἰ μὴ περικακήσαντες καὶ ὑποστείλαντες ἀποστραφῶσι, καὶ ἀπιστήσαντες καὶ ἀπελπίσαντες ὀλιγωρήσουσι, μὴ εἰς τέλος ὑπομείναντες διὰ τὴν παρολκὴν τοῦ χρόνου καὶ τὸ δοκιμάσαι τὸ θέλημα καὶ τὴν προαίρεσιν. Ὁ γὰρ μὴ τάχιον λαμβάνων διὰ τῆς ἀναβολῆς καὶ μακροθυμίας τοῦ Θεοῦ πλέον ἐκκαίεται καὶ πλέον ὀρέγεται τῶν οὐρανίων ἀγαθῶν, καὶ πλείονα πόθον καὶ σπουδὴν καὶ δρόμον καὶ ἀγῶνα καὶ πᾶσαν ἀρετῆς κατάστασιν καὶ πεῖναν καὶ δίψαν εἰς τὸ ἀγαθὸν ὁσημέραι προστίθησι, μὴ χαυνούμενος ὑπὸ τῶν τῆς κακίας λογισμῶν τῶν συνόντων τῇ ψυχῇ καὶ εἰς ὀλιγωρίαν καὶ ἀνυπομονησίαν καὶ ἀπελπισμὸν ἐκτρεπόμενος ἢ πάλιν προφάσει μακροθυμίας εἰς χαύνωσιν ἑαυτὸν ἐπιδώσει, λογισμῷ τοιούτῳ χρώμενος ὡς ὅτι ὁτεδήποτε λαμβάνω τὴν χάριν τοῦ Θεοῦ, κἀντεῦθεν εἰς ἀμέλειαν ὑπὸ τῆς κακίας ὑποκλεπτόμενος. Ἀλλ' ἐφ' ὅσον αὐτὸς ὁ Κύριος διὰ τῆς ἀναβολῆς μακροθυμεῖ ἐπ' αὐτῷ, δοκιμάζων τὴν πίστιν καὶ τὴν ἀγάπην τοῦ θελήματος αὐτοῦ, αὐτὸς ὀξυτέρως καὶ ἐμπονεστέρως καὶ ἀνενδεῶς καὶ ἀπερικακήτως ὀφείλει ζητεῖν τὴν δωρεὰν τοῦ Θεοῦ, ἅπαξ πεπιστευκὼς καὶ πληροφορήσας ἑαυτόν, ὅτι Θεὸς ἀψευδὴς καὶ ἀληθινός ἐστιν ὁ ἐπαγγειλάμενος διδόναι τοῖς μετὰ πίστεως αἰτοῦσι τὴν χάριν αὐτοῦ ἕως τέλους ἐν πάσῃ ὑπομονῇ. Ταῖς γὰρ πισταῖς ψυχαῖς πιστὸς καὶ ἀληθὴς ἡγεῖται ὁ Θεός, καὶ «ἐσφράγισαν ὅτι ἀληθής ἐστι» κατὰ τὸν ἀληθῆ λόγον. Ἀκολούθως οὖν τῇ προειρημένῃ τῆς πίστεως ἐννοίᾳ ἀνακρίνουσιν ἑαυτάς, ἐν τίσιν ὑστεροῦσι τὸ ὅσον ἐξ αὐτῶν, ἢ πόνῳ ἢ ἀγῶνι ἢ σπουδῇ ἢ πίστει ἢ ἀγάπῃ ἢ τῇ λοιπῇ τῶν ἀρετῶν καταστάσει. Καὶ ἀνακρίνουσαι ἐν πάσῃ ἀκριβείᾳ λεπτότητος βιάζονται ὅση δύναμις, καὶ ἄγχουσιν εἰς τὴν εὐαρέστησιν τοῦ Κυρίου, ἅπαξ πιστεύσασαι ὅτι ὁ Θεός, ἀληθὴς ὤν, οὐ στερήσει τῆς τοῦ πνεύματος δωρεᾶς αὐτάς, εἰ παραμείνωσιν ἕως τέλους εἰς τὴν πρὸς αὐτὸν διὰ πάσης σπουδῆς λατρείαν καὶ ἀναμονήν, ἀλλὰ καταξιωθήσονται τῆς οὐρανίου χάριτος ὡς ἔτι ἐν σαρκὶ τυγχάνουσι καὶ τῆς αἰωνίου ζωῆς τεύξονται. Καὶ οὕτως κινοῦσιν ὅλην τὴν ἀγάπην αὐτῶν πρὸς τὸν Κύριον, ἀρνησάμεναι πάντα καὶ αὐτὸν μόνον ἐν πολλῇ ἐπιθυμίᾳ καὶ πείνῃ καὶ δίψῃ προσδοκῶσαι, καὶ τὴν ἀνάπαυσιν καὶ παράκλησιν τῆς χάριτος ἐκδεχόμεναι πάντοτε καὶ ἐπὶ μηδενὶ τοῦ κόσμου τούτου παρακαλούμεναι καὶ ἀναπαυόμεναι καὶ δεσμούμεναι ἑκουσίως, ἀλλὰ πάντοτε τοῖς ὑλικοῖς λογισμοῖς ἀντιλέγουσαι τὴν τοῦ Θεοῦ βοήθειαν καὶ ἀντίληψιν μόνον προσδοκῶσιν, ὁπότε ταῖς τοιαύτην σπουδὴν καὶ προαίρεσιν καὶ ὑπομονὴν ἀναδεχομέναις ψυχαῖς αὐτὸς ὁ Κύριος ἤδη κρυπτῶς σύνεστι καὶ βοηθεῖ καὶ διαφυλάττει καὶ ὑποστηρίζει εἰς ἕκαστον τῆς ἀρετῆς καρπόν. Κἂν ἐν πόνῳ καὶ θλίψει τυγχάνωσι, κἂν ἐν ἐπιγνώσει ἀληθείας καὶ φανερώσει ψυχῆς, οὐδέπω ἐκομίσαντο τὴν χάριν τοῦ Πνεύματος καὶ τὴν ἀνάπαυσιν τῆς ἐπουρανίου δωρεᾶς, καὶ ἐν πληροφορίᾳ οὐκ ᾔσθοντο ταύτης διὰ τὴν τοῦ Θεοῦ ἄρρητον σοφίαν καὶ τὰ ἀνεκδιήγητα κρίματα, δοκιμάζοντος διαφόρως τὰς πιστευούσας ψυχὰς καὶ εἰς τὴν ἐκ θελήματος καὶ προαιρέσεως ἀγάπην ἀποσκοποῦντος. Ὅροι γὰρ καὶ μέτρα καὶ σταθμοὶ τῆς αὐτεξουσίου προαιρέσεώς εἰσι καὶ τοῦ θελήματος τῆς ἀγάπης καὶ τῆς εἰς πάσας τὰς ἁγίας αὐτοῦ ἐντολὰς ὅση δύναμις διαθέσεως· καὶ οὕτως ἀναπληροῦσαι αἱ ψυχαὶ τὸ τῆς ἀγάπης αὐτῶν καὶ ὀφειλῆς μέτρον, τῆς βασιλείας καὶ τῆς αἰωνίου ζωῆς καταξιοῦνται. ∆ίκαιος γάρ ἐστιν ὁ Θεὸς καὶ δίκαια τὰ κρίματα αὐτοῦ καὶ «προσωποληψία παρ' αὐτῷ οὐκ ἔστιν», ἀλλὰ κατὰ ἀναλογίαν τῶν εὐεργεσιῶν, ἤτοι σωματικῶν ἤτοι πνευματικῶν ἤτοι γνώσεως ἤτοι συνέσεως ἢ διακρίσεως, ἃ καὶ ἐν τῇ φύσει τῶν ἀνθρώπων ὁ Θεὸς διαφόρως ἐνέθηκεν. Ἕκαστον κρίνων τοὺς καρποὺς τῆς ἀρετῆς ἐπιζητήσει καὶ κατ' ἀξίαν ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ ἐν ἡμέρᾳ κρίσεως· «ἥξει γὰρ» φησὶ «καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ»· καὶ «δυνατοὶ δυνατῶς ἐτασθήσονται· ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους». Καὶ ὁ Κύριος λέγει· «δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ καὶ μὴ ποιήσας δαρήσεται πολλάς· ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. Καὶ ᾧ πολὺ παρέθεντο, περισσότερον ἀπαιτήσουσιν αὐτόν». Τὴν δὲ γνῶσιν καὶ σύνεσιν διαφόρως νόει, ἤτοι κατὰ χάριν καὶ δόμα ἐπουράνιον τοῦ πνεύματος ἤτοι κατὰ φυσικὴν ἀκολουθίαν συνέσεως ἢ διακρίσεως καὶ διὰ τῶν θείων γραφῶν παιδεύσεως. Ἕκαστος γὰρ τοὺς καρποὺς ἀπαιτηθήσεται τῆς ἀρετῆς κατὰ ἀναλογίαν τῶν παρὰ Θεοῦ γενομένων εἰς αὐτὸν εὐεργεσιῶν ἤτοι φυσικῶν ἤτοι ἐκ θείας χάριτος δεδομένων. Ἀναπολόγητος τοίνυν ἐστὶ πᾶς ἄνθρωπος παρὰ Θεῷ ἐν ἡμέρᾳ κρίσεως· ἕκαστος γὰρ καθ' ὃ ἔγνω τοὺς καρποὺς τῆς πίστεως καὶ ἀγάπης καὶ πάσης ἀρετῆς τῆς πρὸς αὐτὸν ἐκ προαιρέσεως καὶ θελήματος ἀνταπόδοσιν ἀπαιτηθήσεται, ἤτοι δι' ἀκοῆς ἤτοι μηδέποτε λόγον ἀκούσας Θεοῦ. Ἀποσκοποῦσα γὰρ ἡ πιστὴ καὶ φιλαλήθης ψυχὴ εἰς τὰ ἀποκείμενα αἰώνια ἀγαθὰ τοῖς δικαίοις καὶ εἰς τὴν ἄρρητον τῆς μελλούσης ἐπιφοιτᾶν θείας χάριτος εὐεργεσίαν, ἀναξίαν ἑαυτὴν καὶ τὴν σπουδὴν αὐτῆς καὶ πόνον καὶ κάματον ἡγεῖται πρὸς τὰς ἀρρήτους ἐπαγγελίας τοῦ πνεύματος. Οὗτός ἐστιν ὁ πτωχὸς τῷ πνεύματι, ὃν ὁ Κύριος μακαρίζει· οὗτός ἐστιν ὁ πεινῶν καὶ διψῶν τὴν δικαιοσύνην· οὗτός ἐστιν ὁ συντετριμμένος τὴν καρδίαν. Οἱ τοιαύτην προαίρεσιν ἀναλαμβάνοντες καὶ σπουδὴν καὶ πόνον καὶ πόθον ἀρετῆς καὶ ἕως τέλους ἐν αὐτῷ διαμένοντες, τῆς ζωῆς καὶ τῆς αἰωνίου βασιλείας ἐπιτυχεῖν ἐξ ἀληθείας δυνήσονται. Μὴ τοίνυν τις τῶν ἀδελφῶν κατεπαιρέσθω τοῦ ἀδελφοῦ καὶ εἰς οἴησιν προκοπτέτω, ὑπὸ τῆς κακίας ὑποκλεπτόμενος, ὡς ὅτι ἰδοὺ ἐγὼ χάρισμα πνευματικὸν κέκτημαι· οὐκ ἔστι γὰρ ἄξιον ταῦτα Χριστιανοὺς ἐνθυμεῖσθαι. Τί γὰρ ποιεῖ ἡ αὔριον εἰς ἐκεῖνον, οὐκ οἶδας· καὶ ποῖον τέλος ἐκείνου καὶ ποῖον τὸ σόν, ἀγνοεῖς. Ἀλλ' ἕκαστος ἑαυτῷ προσέχων ἀνακρινέτω τὴν ἰδίαν συνείδησιν πάντοτε καὶ δοκιμαζέτω τὸ ἔργον αὐτοῦ τῆς καρδίας, ποίαν σπουδὴν καὶ ἀγῶνα ὁ νοῦς ἔχει πρὸς τὸν Θεόν. Καὶ εἰς τὸν τέλειον σκοπὸν τῆς ἐλευθερίας καὶ ἀπαθείας καὶ τῆς καταπαύσεως τοῦ Πνεύματος ἀποσκοπῶν, ἀπαύστως τρεχέτω καὶ ἀόκνως, ἐν μηδενὶ χαρίσματι ἢ καὶ δικαιώματι πληροφορούμενος. Δόξα καὶ προσκύνησις Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.
Πηγή: Ορθόδοξοι Πατέρες